Τετάρτη 1 Ιουλίου 2015

Παράκλησις ἁγ. ΙΟΥΒΕΝΑΛΙΟΥ ἀρχιεπ. Ἱεροσολύμων.



Παράκλησις ἁγ. ΙΟΥΒΕΝΑΛΙΟΥ ἀρχιεπ. Ἱεροσολύμων.
Ποίημα Ἀρχιμανδρίτου Νικοδήμου Ἀεράκη

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
ουβενάλιος ποιμὴν θείοις ὕμνοις, ἀνευφημεῖται ὑφ’ ἡμῶν Ἱεράρχης, Σιὼν τῆς πρώτης πόλεως πιστῶν τοῦ Χριστοῦ· χάριτι κοσμούμενος Ὀρθοδόξους φρουρεῖ πιστῶς, νίκας χορηγῶν αὐτοῖς κατὰ λαοπλάνων, καὶ διὰ λόγου δόγματα σεπτά, πᾶσι κηρύττει, Πατέρων ὤν κλέϊσμα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῇ Θεοτόκῳ ταπεινῶς ἐκβοῶμεν, οἱ ἀπειλούμενοι ἐχθροῦ ταῖς ἐνέδραις· τῇ μητρικῇ σου σκέπασον ἀγάπῃ ἡμᾶς· δίωξον Θεοχαρίτωτε, ἀντιδίκου τὰς φάλαγγας, παῦσον τὰς ὁρμὰς παθῶν, καὶ δαιμόνων μανίαν· σὺ γὰρ ὑπάρχεις Δέσποινα Ἁγνή, Μήτηρ καὶ σκέπη, καὶ θεία ἀντίληψις.

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς: ΙΟΥΒΕΝΑΛΙΟΝ ΓΕΡΑΙΡΩ ΑΣΜΑΣΙ. ΝΙΚΟΔΗΜΟΥ.
ᾨδὴ α΄. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
σχὺν τὴν τοῦ Πνεύματος ἐκζητῶ, ὑμνῆσαι ἐνθέως, τὸν ποιμένα τὸν φαεινόν, Σιὼν τῆς ἁγίας πολιοῦχον, Ἰουβενάλιον θεῖον διδάσκαλον.
πέμπων τὸ Πνεῦμά σου μαθηταῖς, κατάπεμψον Λόγε, ταπεινότητι τῇ ἐμῇ, γεραίρειν ἐν ᾄσμασιν ἐνθέοις, Ἰουβενάλιον πρόμαχον πίστεως.
Ὑπόπτερος γέγονεν ἐν Σιών, λαβὼν θείαν χάριν, τοῦ κηρύττειν ἐπακριβῶς, δογμάτων τὰς θείας ἀληθείας, Ἰουβενάλιος πλάνης ἀντίπαλος.
Θεοτοκίον.
Βασίλισσα πέλεις τῶν οὐρανῶν, Ἁγνὴ Θεοτόκε, καὶ μεσίτρια πρὸς Θεόν, δυσώπει σωθῆναι τοὺς τιμῶντας, τοῦ Ἱεράρχου Σιὼν μνήμην ἔκλαμπρον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
πιζητῶν μετὰ δέους, τὴν σωτηρίαν σου Ἅγιε, ἔφραξας τὰ στόματα πλάνης, Ἰουβενάλιε, ἐμμελετῶν εὐσεβῶς, Χριστολογίας τὸ δόγμα, καὶ κηρύττων ἅπασι, Χριστὸν Θεάνθρωπον.
Νικητὴς ἀνεδείχθης, αἱρετικῶν ἔνδοξε, καταπολεμῶν θεομάχους, Ἰουβενάλιε, καὶ διὰ λόγων σοφῶν, τοὺς Ὀρθοδόξους στηρίζων, καὶ Πατέρων Σύνοδον, κυρώσας πάντιμε.
νυμνοῦμέν σε πάντες, τὸν τῆς Σιὼν ἔφορον, τῆς Ὀρθοδοξίας τὸν στῦλον, Ἰουβενάλιον, ἐπιζητοῦντες τὰς σᾶς, πρὸς τὸν Χριστὸν ἱκεσίας, τοῦ λαβεῖν τὴν ἄφεσιν, καὶ μέγα ἔλεος.
Θεοτοκίον.
Λαμπροτάτη Παρθένε, τῶν μοναχῶν καύχημα, καὶ σεμνῶν μητέρων ὁ κόσμος, σωφρόνων ἕδρασμα, ἐν τῇ ἁγνείᾳ τῇ σῇ, τοὺς εὐσεβεῖς περικράτει, σαῖς λιταῖς πρὸς Κύριον, Θεομακάριστε.
Διάσωσον, Ἰουβενάλιε πάντας ἡμᾶς Ἱεράρχα, ὅτι πέλεις πρὸς τὸν Θεὸν μεσίτης πανένδοξε, καὶ φύλαξον Πάτερ Σιὼν τὴν πόλιν.
Στερέωσον, τοὺς ὀρθοδόξως τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις. Ἐκφώνησις· Ὃτι ελεήμων…


Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ ἄνω ποθῶν, τῶν κάτω κατεφρόνησας, καὶ ζήλῳ Θεοῦ, δογμάτων κατενόησας, ἀληθείας ἔνδοξε, ὑπὲρ ὧν ἀξίως ἠγώνισαι· καὶ νῦν ἀπαύστως ἐν οὐρανοῖς, πρεσβεύεις τῷ Λόγῳ, ὑπὲρ πάντων ἡμῶν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
ουβενάλιος ἔλαβεν, ἐν αἰωνιότητι στέφος ἄφθιτον, καὶ χαρὰν τὴν ἀνεκλάλητον, καὶ ζωὴν τῆς χάριτος τὴν ἄῤῥητον.
δηγήσας πρὸς Κύριον, τὸν λαὸν Σιὼν ὦ Ἰουβενάλιε, ἀνεφάνης ἐν τοῖς πράγμασιν, Ἐκκλησίας φύλαξ ἀπροσμάχητος.
Νικηφόρος ἐν Πνεύματι, ἀνεδείχθης ὄντως Ἰουβενάλιε, καταλύσας τῶν αἱρέσεων, καὶ τῆς πλάνης δόγματα τὰ ἄθεα.
Θεοτοκίον.
Γυναικὸς ἁρὰν ἅπασαν, καὶ τὴν εὐλογίαν αὐτῇ δωρήσασα, Θεοτόκε τῇ κυήσει σου, ὑπερτέρα τῶν Ἀγγέλων γέγονας.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
κχεον ἡμῖν, χάριν σὴν Ἰουβενάλιε, ταῖς ἱκεσίαις πρὸς τὸν Ιησοῦν, ἵνα τηρῶμεν, τὰ θεῖα αὐτοῦ προστάγματα.
ᾶνον ἐφ’ ἡμᾶς, ἀρετῶν σου ἄνθη εὔοσμα, καὶ τοῦ Κυρίου μῦρον τὸ σωστικόν, ταῖς σαῖς πρεσβείαις, πρὸς Λόγον Ἰουβενάλιε.
γνισον Χριστέ, Ὀρθοδόξων τὰ συστήματα, καὶ Ἐκκλησίαν σου περιτείχισον Ἰησοῦ, τοῦ Ἱεράρχου, πρεσβείαις καὶ παρακλήσεσιν.
Θεοτοκίον.
σχυσας Ἁγνή, Παναγία ἐν τῷ Τόκῳ Σου, τοῦ ἀπαλλάξαι Εὔαν ἐκ τῆς ἁρᾶς, καὶ ἐκ πικρίας, θανάτου καὶ τῆς κολάσεως.

ᾨδὴ στ΄. Τὴν δέησιν.
ημάτων, τῆς ἀληθείας γέγονας, διὰ λόγου διδαχῆς θεῖος μύστης, ὅτι Χριστοῦ, τοῦ Θεοῦ πέλεις στόμα, καὶ σωτηρίων λογίων διδάσκαλος, καὶ πάντων τῶν αἱρετικῶν, συντριβὴ καταισχύνης πανένδοξε.
ράϊσμα, τῆς Σιὼν σὺ πέφυκας, θαυμαστὸν Ἰουβενάλιε θεῖε, ὅτι λαμπρῶς, ἀνεκήρυξας πᾶσι, τοῦ Θεανθρώπου τὴν δόξαν καὶ γέγονας, κρουνὸς τῆς χάριτος Αὐτοῦ, καταρδεύων πιστοὺς θείοις δόγμασιν.
πέκρουσας, τὰ τῆς πλάνης δόγματα, καὶ ἀθέων δυσσεβῶν ἐπιθέσεις, ὅτι ἐν σοί, κατεσκήνωσεν ὄντως, τοῦ Παρακλήτου ἡ χάρις πανένδοξε, καὶ ἔσωσας τοὺς εὐσεβεῖς, ἐκ τῆς πλάνης καὶ πάσης αἱρέσεως.
Θεοτοκίον.
Συνέτριψας, ἁμαρτίας βέλεμνα, Θεοτόκε τῇ σαρκώσει τοῦ Λόγου, ὅτι Θεὸς ἐν βροτοῖς ἐπεφάνη, καὶ τῷ Σταυρῷ τοῖς ἀνθρώποις δεδώρηται, τὴν λύτρωσιν ἐκ τῶν παθῶν, καὶ εἰρήνην ψυχῆς ἀναφαίρετον.
Διάσωσον, Ἰουβενάλιε πάντας ἡμᾶς Ἱεράρχα, ὅτι πέλεις πρὸς τὸν Θεὸν μεσίτης πανένδοξε, καὶ φύλαξον Πάτερ Σιὼν τὴν πόλιν.
Στερέωσον, τοὺς ὀρθοδόξως τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις. Ἐκφώνησις· Ὃτι ελεήμων…


Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τήν Σιὼν προστατεύεις Ἰουβενάλιε, ἐν τῇ ἄνω Σιὼν μεσιτεύων πρὸς Κύριον, καὶ γὰρ ἐν τῇ γῇ ἠκολούθησας, τοῖς τῶν Πατέρων ἴχνεσιν, ποθῶν τὴν ἐνάρετον ζωήν, διὸ ἔλαβες ὡς ἀμοιβήν, τῆς παῤῥησίας τὴν ἰσχύν, καὶ δογμάτων τὴν φρούρησιν. Πρέσβευε θεοφόρε, σωθῆναι τοὺς σὲ τιμῶντας, ἐκ πειρασμῶν αἱρετικῶν, καὶ παγίδων τοῦ ἀλάστορος.

Προκείμενον. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Εὐαγγέλιον εἰς Ἱεράρχην.

Ν´  Ψαλμός.
λέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Δεῦτε εὐφημήσωμεν, Ἰουβενάλιον θεῖον, καὶ ᾠδαῖς τιμήσωμεν, Ὀρθοδόξων σύλλογος ὁ φιλάγιος, τὸν Χριστὸν ἅπασιν, ὡς Θεὸν καὶ Λόγον, σαρκωθέντα τε ἐκ Πνεύματος, τοῦ σῶσαι βρότειον, φύσιν τοῦ Ἀδὰμ τοῦ προπάτορος, ἐκήρυξε Θεάνθρωπον, καθαιρῶν τῆς πλάνης τὴν αἵρεσιν· ὅθεν εὐχαρίστως, βοήσωμεν αὐτῷ χαρμονικῶς· χαῖρε Σιὼν μέγα καύχημα, πιστῶν τε τὸ στήριγμα.

Ὁ Ἱερεύς
Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φμς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλομαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φσον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται3) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                               
Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθ’ ο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μακαρίζει ἀξίως, καὶ ὑμνεῖ σε τρισμάκαρ, τῶν Ὀρθοδόξων λαός, δεήθητι Κυρίου, ὑπὲρ τῶν σὲ τιμώντων καὶ βοώντων ἐκ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
σωμάτων δυνάμεις, καὶ χοροὶ τῶν Ἁγίων συνεορτάζουσιν, ὁρῶντες ἐν Ἁγίοις, Σιὼν κλεινὸν ποιμένα, ἀσιγήτως δὲ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σωτηρίων δογμάτων, μυστηρίων τε γνώσιν ὁ Ἱεράρχης λαβῶν, λαὸν τῶν Ὀρθοδόξων, ἐδίδαξε πανσόφως, τῷ Θεῷ ἀναμέλπει τε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
αμάτων τὴν χάριν, ἀναβλύζουσα Μῆτερ, ἀναπηγάζεις πιστοῖς, τὴν ἴασιν καρδίας, διδάσκουσα ἐμφρόνως, τοῦ βοᾶν πρὸς τὸν Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νενικηκότα, τοὺς μωρολόγους τῆς πλάνης, εὐφημοῦμεν Σιὼν τὸν ποιμένα, καὶ δοξολογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
χνηλατοῦντες, τοῦ φρυκτωροῦ τοὺς ἀγῶνας, Θεανθρώπου κηρύττομεν δόγμα· Ὅν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Κυρίαν πάντων, ὁμολογοῦντες Τριάδα, σὺν Ἰουβεναλίῳ ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, αὐτὴν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
σὲ δοξάσας, ἐκ γηγενῶν Θεοτόκε, σὲ τιμᾷ ἐν Σιὼν οὐρανίῳ, Ὅν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δίδου μοι σαῖς πρεσβείαις, Σιὼν κλεινὲ φύλαξ, τῶν Ὀρθοδόξων τὴν πίστιν, φυλάττειν ἀεί, ὁμολογεῖν τε τὸν Λόγον, Θεὸν καὶ ἄνθρωπον.
χάρις τοῦ Κυρίου, σὲ Σιὼν ἁγίας, ἐν ἀρεταῖς θεαρέστοις Ἰουβενάλιε, κατακοσμήσας ὄντως, ποιμένα ἔδειξεν.
Μεγάλων θεοφόρων, σὲ πάντες Πατέρων, ἀνακηρύττομεν ὄντως, λαμπρὸν μιμητήν, Ἰουβενάλιε θεῖε, φωστὴρ τῆς πίστεως.
μότροπον Πατέρων, σὲ ὁμολογοῦμεν, καὶ διδασκάλοις συνόντα, Χριστοῦ μιμητά, Ἰουβενάλιε θεῖε, πιστῶν τὸ πρότυπον.
Θεοτοκίον.
μνοῦντες τὸν Υἱόν σου, σὲ ὁμολογοῦμεν, ὡς Παναγία Μητέρα, Χριστοῦ τοῦ Θεοῦ, καὶ Ὀρθοδόξων προστάτιν, καὶ καταφύγιον.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Ἰουβενάλιε θαυμαστέ, Πατέρων τὸ κλέος, τῶν δογμάτων ὁ φρυκτωρός, πρέσβευε τῷ Λόγῳ, ὑπὲρ τῶν σὲ τιμώντων, ῥυσθῆναι ἐκ πταισμάτων καὶ πάσης θλίψεως.
Αἱρέσεως πλάνην καὶ ἀπειλήν, καθεῖλες ἐνθέως καὶ ἐκήρυξας τοῦ Χριστοῦ, τὰ δόγματα Πάτερ, καὶ θείας ἀληθείας, ὡς μέλος τῶν Συνόδων Ἰουβενάλιε.
Χαίροις ἀληθείας ὑφηγητά, Σιὼν μέγα κλέος, Ὀρθοδόξων ὑπογραμμός, χαίροις πλανωμένων, πολέμιε ἐν λόγοις, καὶ ἔργοις θεοφόρε Ἰουβενάλιε.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Σιὼν Ἱεράρχην, τὸν ποιμένα τὸν ἀληθῆ, τῆς πίστεως στῦλον, καὶ κήρυκα δογμάτων, φρουρὸν Ὀρθοδοξίας, Ἰουβενάλιον.
Καρδίαν καθάρας καὶ τὴν ψυχήν, πιστῶν Ἐκκλησίας, ἀνεδείχθης μυσταγωγός, ἐν πράξει βιώσας, Χριστοῦ τὴν βασιλείαν, ἐν ᾗ νῦν σαββατίζεις Ἰουβενάλιε.
Πάντας τοὺς τιμῶντάς σε εὐσεβῶς, σῇ χάριτι σκέπε, ἐκ κινδύνων καὶ πειρασμῶν, καὶ πάσης παγίδος, αἱρέσεως καὶ πλάνης, ὡς ἔχων παῤῥησίαν, Ἰουβενάλιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί…

Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο.
μν.
ερεύς. Ὃτι σου ἐστιν….
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.

ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῆς Σιὼν Ἱεράρχην, Ἰουβενάλιον, Ὀρθοδοξίας τὸ κλέος καὶ φρυκτωρὸν τῶν πιστῶν, εὐφημήσωμεν λαμπρῶς, καὶ ἀνυμνήσωμεν· ὅτι ἐφύλαξε πιστῶς τῶν δογμάτων θησαυρόν, παλαίσας κατὰ τῆς πλάνης· καὶ ἔλαβεν ἐκ τοῦ Λόγου, στεφάνους δόξης ἐν τῇ ἄνω Σιών.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τῆς Σιὼν τὸν φρυκτωρόν, τὸν Ἰουβενάλιον λόγοις, καὶ ἐγκωμίων ᾠδαῖς, πάντες εὐφημήσωμεν, καὶ μεγαλύνωμεν· τὸν Χριστὸν γὰρ ἐκήρυξεν, ἐν ἔργοις καὶ λόγοις, δόγματι ἐκράτυνε, πιστοὺς ἐστήριξεν· ὅθεν τιμηθεὶς ἐκ Κυρίου, πᾶσι τοῖς προστρέχουσι πίστει, ἐκδιδάσκει γνῶσιν τὴν Ὀρθόδοξον.

Δέσποινα πρόσδεξαι…

Τὴν πᾶσαν ἐλπίδα μου…

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου