Τετάρτη 1 Ιουλίου 2015

Παράκλησις Ὁσίου ΓΕΡΑΣΙΜΟΥ τοῦ Ἰορδανίτου



Παράκλησις Ὁσίου ΓΕΡΑΣΙΜΟΥ τοῦ Ἰορδανίτου
Ποίημα Δρ. Χαραλάμπους Μπούσια


      Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθείς.
σκητικοῖς εὐαρεστήσας καμάτοις, τῷ Λυτρωτῇ καὶ Βασιλεῖ τῶν ἁπάντων, Γεράσιμε τρισόλβιε ἀζύγων φωστήρ, χάριν θείαν εἴληφας παρ’ Αὐτοῦ ἀπελαύνειν, τῶν ἀνευφημούντων σε ἀῤῥωστίας παντοίας, καὶ χορηγεῖν κατ’ ἅμφω δαψιλῶς, ὑγείαν πᾶσι ψυχῆς τε καὶ σώματος.
Δόξα. Τὸ αὐτό.
σκητικοῖς εὐαρεστήσας καμάτοις, τῷ Λυτρωτῇ καὶ Βασιλεῖ τῶν ἁπάντων, Γεράσιμε τρισόλβιε ἀζύγων φωστήρ, χάριν θείαν εἴληφας παρΑὐτοῦ ἀπελαύνειν, τῶν ἀνευφημούντων σε ἀῤῥωστίας παντοίας, καὶ χορηγεῖν κατἅμφω δαψιλῶς, ὑγείαν πᾶσι ψυχῆς τε καὶ σώματος.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε...

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: ΓΕΡΑΣ ΙΟΡΔΑΝΟΥ ΓΕΡΑΣΙΜΕ ΠΟΝΩΝ ΡΥΟΥ ΜΕ. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γεράσιμε Ὅσιε ἀσκητά, ὁ ἐν Ἰορδάνῃ, ἐνασκήσεως καλιάν, περίκληστον πήξας ῥύου πόνων, τὸν ἐκζητοῦντα σὴν χάριν ἱκέτην σου.
Εὐπόρων γονέων καὶ αὐστηρῶν, τοῖς ἤθεσι τόκε, ἐκ νεότητος τὸν Χριστόν, ποθήσας Γεράσιμε ἐπώφθης, τῆς θειας χάριτος σκεῦος ἀτίμητον.
υπώδη καὶ ῥάθυμον βιοτήν, μισήσας ἀσκήσει, ᾐναλώθης θεοτερπεῖ, καὶ νῦν τοῦ ἀνῦσαι ῥαθυμοῦντας, Χριστῷ πρεσβεύεις ὁδὸν ἐγρηγόρσεως.
Θεοτοκίον.
παύστως ὑμνοῦντές σε οἱ πιστοί, ὡς ἅγιον ὄρος, θεοδάβιστον καὶ τερπνόν, Παρθένε ἁγνὴ σοὶ ἐκβοῶμεν· πρὸς κορυφὰς ἀρετῶν πάντας ἕλκυσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σελαγεῖς πολιτείας, τῆς σῆς βολαῖς ἅπαντας, τοὺς ἐν ἐρημίαις βιοῦντας, μάκαρ Γεράσιμε, καὶ τοὺς ἐν κώμαις πιστῶς, σὲ ἀσιγήτως τιμῶντας, ὡς φανὸν ἀσκήσεως, πυριφλεγέστατον.
σθι πάντων ἀκέστωρ, τῶν τῆς ψυχῆς ἔρημον, πόθῳ ἐκζητούτων πληρῶσαι, ἔργοις χρηστότητος, ὁ ἐν ἐρήμῳ μακράν, τὰς ἀρετὰς γεωργήσας, ἀσκητὰ Γεράσιμε, Πνεύματος χάριτι.
τὸν λέοντα ζεύξας, καὶ τὴν αὐτοῦ ἔμφυτον, ὅλβιε ὁρμὴν ὑποτάξας, τοῖς σοῖς προστάγμασι, τὰς ὥσπερ θῆρας ὁρμάς, ἐμοῦ σπαράξαι ζητούσας, τὴν ψυχὴν ὑπόταξον, καὶ τάχος σῶσόν με.
Θεοτοκίον.
ῶσιν δίδου Παρθένε, Μῆτερ Θεοῦ ἄφθορε, τοῖς σὲ γηθοσύνως ὑμνοῦσι, καὶ ἐκβοῶσί σοι· Χαῖρε ἡμῶν χαρμονή, καὶ ἱλαστήριον θεῖον, ἡ τὸν Πανοικτίρμονα, Κύριον τέξασα.
Διάσωσον, ταῖς σαῖς ἀόκνοις πρὸς Κύριον ἱκεσίαις, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ πλάνου Γεράσιμε, κινδύνων καὶ θλίψεων σοὺς ἱκέτας.
πιβλέψον ἐν εὐμενείᾳ...

Αἲτησις. Ἐκφώνησις· Ὃτι ελεήμων…

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ μέγαν ἀντιλήπτορα, κεκτήμεθά σε ἀζύγων ἀκροθίνιον, ἀσκητὰ Γεράσιμε, Ἰορδάνου οἰκῆτορ θεσπέσιε, καὶ ἐκ δεινῶν λυτρούμεθα ταχύ, οἱ ἐν πίστει τὴν μνήμην σου γεραίροντες.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δωρεαῖς θείου Πνεύματος, προικισθεὶς Γεράσιμε ὤφθης τέμενος, ἐγκρατείας ἱερώτατον, καὶ ταμεῖον πάνσεπτον ἰάσεων.
πολαύοντες πάντοτε, τῆς πρὸς τὸν Σωτῆρα θερμῆς πρεσβείας σου, χαῖρε Ὅσιε βοῶμέν σοι, Ἰορδάνου οἶκε θεοφρούρητε.
Νίκας δίδου ἑκάστοτε, καθαιρέτα ἔνδοξε τοῦ ἀλάστορος, τοῖς σὲ ὕμνοις ἀναμέλπουσι, κατὰ τῶν ἐκείνου ἐπιθέσεων.
Θεοτοκίον.
ρος ἅγιον σύσκιον, καὶ δασὺ ἐπώφθης Παρθένε ἄχραντε, ὁ Χριστὸς ὁ πάντων Κύριος, καὶ Θεὸς ἡμῶν μόνος διώδευσεν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
δωρ ἀσκηταῖς, Ἰορδάνην ὅν ἐκάλεσας, τὸν σὸν λέοντα προσέταξας σοφέ, μεταφέρειν ξένον θαῦμα ὦ Γεράσιμε.
Γέρας ἱερόν, μονοτρόπων οὖς εὐήκοον, καὶ κρηπίδωμα ἁγνείας ἀῤῥαγές, ταῖς λιταῖς τῶν ἱκετῶν σου κλῖνον τάχιστα.
ν ταῖς συμφοραῖς, σὲ θερμὸν προστάτην κέτημαι, ὁ εἰς σὲ θαυμάτων θεῖε ποταμέ, τὰς ἐλπίδας ἀποθέμενος Γεράσιμε.
Θεοτοκίον.
ῦσαι ἐκ δεινῶν, Μητροπάρθενε Παντάνασσα, τοὺς τιμῶντάς σε ὡς ῥύακα πιστοῖς, βιοτὴν τὴν αἰωνίζουσαν βλυζάνοντα.

ᾨδὴ ς΄. Τὴν δέησιν.
πέριττον, πολιτείαν ἤνυσας, ἐν ἀγόνῳ καὶ ἀνίκμῳ ἐρήμῳ, καὶ ἀρετῶν ἀνελθὼν τὰς βαθμίδας, πρὸς νοητὸν ὕψος ἤρθης Γεράσιμε, πρὸς ὅ πρεσβεύεις καὶ ἡμᾶς, προσευχῇ καὶ νηστείᾳ ἀνέρχεσθαι.
Συνεῖναί με, τὸν σὲ ἀναμέλποντα, καὶ ποθοῦντά σε εὐδόκησον Πάτερ, σοὶ τῷ ὀφρὺν κατατρώσαντι πλάνου, ταῖς πρὸς Θεὸν προσευχαῖς σου Γεράσιμε, ἀναβοῶ σοι ἐκ βυθοῦ, ἀπωλείας ὁ τάλας ἱκέτης σου.
δρῶσί σου, τοῖς πολλοῖς Γεράσιμε, ἐγεώργησας τὴν ἄγονον χθόνα, τοῦ Ἰορδάνου καὶ ἔδειξας ταύτην, μεστὴν καρπῶν οὕς Χριστῷ συνεκόμισας, καὶ νῦν Αὐτῷ ὑπὲρ ἡμῶν, ἱκετεύεις τῶν πίστει τιμώντων σε.
Θεοτοκίον.
Μεσίτριαν, θερμοτάτην ἔχομεν, πρὸς τὸν Κύρίον σε Μῆτερ Ἁγία, ὅτι Αὐτὸν ἐν ταῖς θείαις χερσί σου, ταῖς ἀμωμήτοις ἀκόπως ἐβάστασας, Παρθένε καύχημα βροτῶν, καὶ σεπτὸν οἰκουμένης ὡράϊσμα.
Διάσωσον, ταῖς σαῖς ἀόκνοις πρὸς Κύριον ἱκεσίαις, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ πλάνου Γεράσιμε, κινδύνων καὶ θλίψεων σοὺς ἱκέτας.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον...

Αἲτησις. Ἐκφώνησις· Ὃτι ελεήμων…

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
ν Ἰορδάνῃ λιτῶς διαιτώμενος, καὶ μονοτρόπων ἀλείπτης γενόμενος, κατηύγασας πάντας σῇ χάριτι. Διό σοι κράζω· κἀμοῦ ζόφον σκέδασον, ὁσίαις αὐγαῖς σου Γεράσιμε.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου...
Στίχ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ...
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-33):
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
σιε Γεράσιμε, Ἰορδανῖτα τῷ Κτίστῃ, μόνῳ Παντοκράτορι, βίον τὸν σὸν θέμενος, πρὸς ἀσκήσεως, τρίβους ἐχώρησας, καὶ κατεσκήνωσας, ἐν ἐρήμῳ ἥν ἡγίασας, ὄμβροις δακρύων σου, ὀχετοῖς πανσέπτων ἰδρώτων σου, πόνοις τοῖς νυχθημέροις σου, καὶ ταῖς προσευχαῖς ταῖς ἀδιαλείπτοις, ὅθεν καὶ θαυμάτων, ἐπώφθης πολυχεύμων ποταμός, ἀρδεύων μάκαρ τοὺς στένοντας, καὶ ἐν πόνοις πέλοντας.

Ὁ Ἱερεύς
Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φμς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλομαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φσον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται3) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                               
Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθ’ ο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
ν τῇ φλογὶ ἀμπλακημάτων, μηδαμῶς σὺ ὦ Γεράσιμε ἐφλέχθης, ἀλλ’ ἡ δρόσος Χριστοῦ κατήρδευσέ σε ὅλον, ἀπαύστως ἀναμέλποντα, τὸν Θεὸν εἰς τοὺς αἰῶνας.
Πόνοις ζωῆς σου ἐναρέτου, σεαυτὸν καθάρας πάντων τῶν γηΐνω, ἐκ Χριστοῦ τοῦ Θεοῦ ἐδέξω θείαν χάριν, παρέχειν τοῖς τιμῶσί σε, ὦ Γεράσιμε τὰ κρείττω.
λην τῆν ἔφεσιν ψυχῆς σου, πρὸς τὰ ἄφθαρτα τρισμάκαρ μόνον ἔχων, τοῖς Ὁσίων χοροῖς ἐπέτυχας συνεῖναι, και τοῖς σὲ μακαρίζουσι, βίον ἄπονον παρέχειν.
Θεοτοκίον.
Νεῦσον ἡμῶν τὰς ἱκεσίαις, Ὑπερύμνητε δοχεῖον τοῦ ἀστέκτου, καὶ ἐκ βλάβης δεινῶν ἀπάλλαξον καὶ πόνων, τοὺς μέλποντας τὸν τόκον σου, εὐλαβῶς εἰς τοὺς αἰῶνας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
ς ἑωσφόρος, ἐν τῇ ἐρήμῳ ἐκλάμψας, τοὺς κειμένους ἐν σκοτείᾳ σοὺς ἱκέτας, ἴθυνον ταχέως, πρὸς φῶς τῆς σωτηρίας.
Νῦν τοῦ Κυρίου, μάκαρ Γεράσιμε δόξαν, καθορῶν σὺν τῶν Ἀγγέλων ταῖς χορείαις, πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν σὲ ὑμνούντων.
άβδῳ ἁγίᾳ, τῆς σῆς θερμῆς προστασίας, πρὸς νομὰς ὁδήγει πάντας ὥσπερ ἄρνας, τῆς ἀθανασίας, Γεράσιμε θεόφρον.
Θεοτοκίον.
  μνῶν σε Κόρη, ὡς τοῦ Σωτῆρος μητέρα, ἀσιγήτως ἀνακράζω σοι τὸ Χαῖρε, καὶ ταῖς σαῖς πρεσβείαις, ταῖς ῥυπτικαῖς προστρέχω.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
σίοις συγχορεύων, Ἰορδάνου κλέος, ὑπὲρ ἡμῶν θεοφόρε Γεράσιμε, τῶν σὲ τιμώντων δυσώπει τὸν πολυεύσπλαγχνον.
μνοῦντες Ἰορδάνου, τοῦ θηρὸς σωτῆρα, τὸν θαυμαστὸν ἐν Ὁσίοις Γεράσιμον, αὐτοῦ ταῖς θείαις πρεσβείαις ἡμεῖς προστρέχομεν.
Μανίας πάσης ῥύου, τοὺς σὲ εὐφημοῦντας, τοῦ παλαμναίου αὐτοῦ τὴν σκοτόμαινα, ὁ ἀγρυπνίαις παννύχοις λύσας καὶ δάκρυσιν.
φάπλωσον σὴν σκέπην, θεῖε ὑφηγῆτορ, τῶν μοναστῶν ἐφ’ ἡμᾶς τοὺς τιμῶντάς σε, καὶ καθοδήγει πρὸς τρίβους μακαριότητος.
Θεοτοκίον.
Χαρᾶς ἀδιαδόχου, πλήρωσόν με Μῆτερ, ἡ τὴν χαρὰν τῶν ἁπάντων κυήσασα, τὸν ζωοπάροχον Κτίστην, Χριστὸν τὸν Κύριον.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις Ἰορδάνου ὁ πολιστής, χαίροις τῶν Ὁσίων στῦλος ὄντως φωτοειδής, χαίροις ὁ δαμάσας, ὁρμὴν θηρὸς ἀγρίαν, Γεράσιμε θεόφρον, σκεῦος τῆς χάριτος.
Χαίροις τῆς Λυκίας κλεινὲ βλαστέ, καῖ τῆς Ἰορδάνου, ἐρημίας φῶς τηλαυγές, χαίροις μονοτρόπων, Γεράσιμε ἀλεῖπτα, καὶ βρύσις ἰαμάτων, ὄντως ἀείῤῥοε.
Βίον διανύσας ἀσκητικόν, καὶ τὸν νοῦν καθάρας, τῶν ἡδέων καὶ γεηρῶν, ὤφθης ἐγκρατείας, καὶ σωφροσύνης κέρας, Γεράσιμε ἀζύγων, ἔμπνουν θησαύρισμα.
Γέρας ἐκομίσω τῶν ἀρετῶν, τῇ σῇ θεαρέστῳ, ἐνασκήσει καὶ ἀγωγῇ, σέμνωμα ἐρήμου, καὶ Ἰορδάνου κλέος, Γεράσιμε θεόφρον, στῦλε χρηστότητος.
Πᾶσαι τῶν Ἀγγέλων...

Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.

ερεύς. Ὃτι σου ἐστιν….
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.

ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Λυκίας κοσμῆτορ, μονοτρόπων ὡράϊσμα, κλέος ἱερὸν τῆς ἐρήμου, Ἰορδάνου καὶ τέμενος, τοῦ Πνεύματος Γεράσιμε σοφέ, ὑμνοῦμέν σε προφρόνως οἱ πιστοί, ὅτι θῆρα παραδόξως, ὡς ὑπηρέτην ἔσχες προθυμότατον· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ σε ἡμῖν, πρέσβυν ἀκοίμητον.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, οἱ θλιβόμενοι δεινῶς, ἐξ ἀῤῤωστημάτων παντοίων, καὶ ἀλγηδόνων πολλῶν, πίστει προσκυνήσωμεν, σεπτὸν Γεράσιμον, Ἰορδάνου ἀγλάϊσμα, καὶ γέρας ἀζύγων, πόθῳ δὲ προστρέξωμεν, τῇ ἀντιλήψει αὐτοῦ, ὅτι ῥεῖθρα βλύζει Νειλῷα, καὶ ἰᾶται νόσους ποικίλας, τῶν αὐτὸν μελπόντων θείοις ᾄσμασι.

Δέσποινα πρόσδεξαι...

Τὴν πᾶσαν ἐλπίδα μου...



2 σχόλια:

  1. Ευχαριστώ πολύ για τις παρακλήσεις των Αγίων.Πολύ ομορφη δουλειά.Τις ευχές των Αγίων να έχετε.

    ΑπάντησηΔιαγραφή
  2. Πολές εὐχαρηστίες καί θερμά συγχαρητήρια πρός τόν Δρ. Χαραλάμπην Μπούσια γιά τήν περιεκτικώτατη ποίησή του
    γίά τόν Μέγα Άσκιτή τῆς ἐρήμου τοῦ Ἰορδάνου, ἀλλά καί τήν ὠραία εκυυπωτική ἐργασία που βλέπουμε στήν πολυτονική γιατί δυστυχῶς στίς ἡμέρες μας βλέπουμε ἀνατυπωμένες παλαιές ἀκολουθίες, ὄπως τοῦ Ἁγ.Νικοδήμου
    τοῦ Ἁγιορείτου καί τοῦ Μακαριστοῦ Γερασίμου Μικραγιαννανίτου νά ἐκδίδονται στό ἄχαρο & ἄκομψο μονοτονικό.

    ΑπάντησηΔιαγραφή