Δευτέρα 29 Ιουνίου 2015

Παράκλησις Ὁσίου ΜΑΡΚΟΥ τοῦ Ἀθηναίου



Παράκλησις Ὁσίου ΜΑΡΚΟΥ τοῦ Ἀθηναίου.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Εἶτα τὸ Τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
ς ὑπὲρ φύσιν ἐπὶ γῆς ἠγωνίσω, ὑπερφυῶς παρὰ Χριστοῦ ἐδοξάσθης, τῶν Ἀσκητῶν ὦ Μᾶρκε ἐγκαλλώπισμα· ὅθεν καθικέτευε, πάσης ῥύεσθαι βλάβης, καὶ παντοίων θλίψεων, καὶ σκανδάλων ἐν βίῳ, τοὺς προσιόντας Πάτερ εὐλαβῶς, τῇ θερμοτάτῃ, πρεσβείᾳ σου Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
λέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Χριστῷ ὦ Μᾶρκε προσάγαγέ με. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χριστὸν καθικέτευε ἐκτενῶς, Μᾶρκε θεοφόρε, χάριν δοῦναι καὶ φωτισμόν, τοῖς πίστει καὶ πόθῳ προσιοῦσι, τῇ θερμοτάτῃ πρεσβείᾳ σου Ὅσιε.
ευμάτων ἀνάστειλον τὴν ῥοήν, παθῶν ἀκαθάρτων, συμπνιγόντων μου τὴν ψυχήν μου, τῇ σῇ προστασίᾳ Πάτερ Μᾶρκε, καὶ κατανύξεως ῥεῖθρον παράσχου μοι.
σχὺν ἡμῖν δίδου παρὰ Χριστοῦ, κατὰ τῶν ποικίλων, τοῦ βελίαρ μεθοδειῶν, καὶ σύντριψον τούτου τὴν μανίαν, τὴν καθ’ ἡμῶν Πάτερ Μᾶρκε δεόμεθα.
Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι ἐκ τῶν Σῶν, ἀχράντων αἱμάτων, πεφανέρωται τοῖς ἐν γῇ, ὁ πάντων Δεσπότης Θεοτόκε, καὶ τῆς κατάρας ἡμᾶς ἐλυτρώσατο.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τὸν ἰσάγγελον βίον μετὰ σαρκὸς ἔζησας, καὶ ἀγγελικῶν χαρισμάτων Μᾶρκε τετύχηκας, ἐξ ὧν μετάδος ἡμῖν, τῇ σῇ πρεσβείᾳ σταγόνας, τοῖς πιστῶς προστρέχουσι, τῇ ἀντιλήψει σου.
ς φωτὸς θείου πλήρης σκότους παθῶν λύτρωσαι, ταῖς σαῖς φωτοφόροις πρεσβείαις, Μᾶρκε μακάριε, τοὺς προσιόντας σοι, καθικετεύων δοθῆναι, τῶν πταισμάτων ἄφεσιν, τοῖς σὲ γεραίρουσιν.
ς πολλὴν παῤῥησίαν πρὸς τὸν Χριστὸν Ὅσιε, ἔχων ὡς αὐτὸν θεραπεύσας, βίου λαμπρότητι, ἀπαύστως πρέσβευε, διδόναι λύσιν πταισμάτων, Μᾶρκε παμμακάριστε, τοῖς εὐφημοῦσί σε.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη ἡ τὸν Θεὸν τέξασα, καὶ τὴν τῆς Προμήτορος λύπην ἐξαφανίσασα, πάσης ἀνάγκης με, καὶ ἀθυμίας καὶ λύπης, θᾶττον ἀπολύτρωσαι, τῇ Σῇ χρηστότητι.

Διάσωσον, πάσης ἀνάγκης καὶ θλίψεως Ὅσιε Μᾶρκε, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ταῖς πρὸς Χριστὸν εὐπροσδέκτοις σου μεσιτείαις.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
σκήσας στεῤῥῶς, πολλῶν ἐπάθλων ἔτυχες, ὦ Μᾶρκε σοφέ, παρὰ τοῦ Παντοκράτορος· διὸ ἐκδυσωποῦμέν σε, πολλαπλῶν πειρασμῶν καὶ κακώσεων, ἀνωτέρους συντήρει ἡμᾶς, ὑμνοῦντας τοῦ βίου σου τὰ σκάμματα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
πὸ πάσης στενώσεως, Μᾶρκε θεοφόρε ἡμᾶς ἀπάλλαττε, καὶ ποικίλων περιστάσεων, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.
ῶσιν σώματος αἴτησαι, καὶ τῶν ψυχικῶν τραυμάτων τὴν ἴασιν, ταῖς πρὸς Κύριον πρεσβείαις σου, Μᾶρκε θεοφόρε ἡμῖν πάντοτε.
Καταλύσας τοῦ δράκοντος, πᾶσαν μηχανὴν συντόνῳ ἀσκήσει σου, τῆς αὐτοῦ ἀπάτης λύτρωσαι, Μᾶρκε θεοφόρε τοὺς ὑμνοῦντάς σε.
Θεοτοκίον.
ξ ἀχράντων αἱμάτων Σου, σάρκα προσλαβὼν ἁγνὴ ὁ Ὑπέρθεος, διασώζει τοὺς δοξάζοντας, Κόρη τὸ τοῦ τόκου Σου μυστήριον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πόνων χαλεπῶν, ἀνωτέρους διατήρησον, καὶ πικρῶν δυσχερειῶν καὶ συμφορῶν, Πάτερ Μᾶρκε τοὺς πιστῶς σὲ μακαρίζοντας.
ώμην καὶ ἰσχύν, ἡμῖν αἴτει Μᾶρκε Ὅσιε, τοῦ πατεῖν καὶ καταβάλλειν ἐσαεί, καθ’ ἡμῶν τὰς μεθοδείας τοῦ ἀλάστορος.
ρμῳ γαληνῷ, καθοδήγει ἡμᾶς πάντοτε, τῶν ἐν βίῳ χαλεπῶν τρικυμιῶν, ἐκλυτρούμενος ἡμᾶς Πάτερ δεόμεθα.
Θεοτοκίον.
Σύντριψον Ἁγνή, τὴν ἰσχὺν τοῦ παναλάστορος, τοῦ ὁρμῶντος καθ’ ἡμῶν μανιωδῶς, καὶ εἰρήνην ἡμῖν δίδου ἀστασίαστον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
γγέλων, τὴν πολιτείαν μετῆλθες, μετὰ σώματος ὡς ἄσαρκος Πάτερ· ὅθεν Ἀγγέλων ἰσότιμος ὤφθης, μεθ’ ὧν δυσώπει ἀπαύστως τὸν Κύριον, δαιμονικῆς ἐπαγωγῆς, ἐκλυτροῦσθαι τοὺς πόθῳ τιμῶντάς σε.
Γαλήνην, αἴτει ἡμῖν οὐρανόθεν, καὶ εἰρήνην Πάτερ Μᾶρκε ἐν βίῳ, καὶ λύσιν πάσης ἀνάγκης καὶ πόνων, ἀπαλλαγὴν καὶ πταισμάτων συγχώρησιν, τοῖς μακαρίζουσι θερμῶς, τοῦ σοῦ βίου τὰ ξένα παλαίσματα.
γῶνας, ὑπερφυεῖς ἐν ἐρήμῳ, διανύσας στεῤῥοτάτῃ καρδίᾳ, ὑπερφυοῦς, κατηξίωσαι δόξης, παρὰ Χριστοῦ μετὰ τέλος τὸ ἅγιον· ὅθεν ἀπάλλαττε ἡμᾶς, ἀδοξίας παθῶν Μᾶρκε Ὅσιε.
Θεοτοκίον.
Γενοῦ μοι, καταφυγὴ ἐν ἀνάγκαις, ὡς πηγὴ τῆς εὐσπλαγχνίας Παρθένε· πρὸς Σὲ γὰρ Κόρη θερμῶς καταφεύγω, καὶ ἀπαλλάττομαι πάσης στενώσεως· διὸ κηρύττω τὴν θερμήν, πρὸς ἡμᾶς προστασίαν Σου Δέσποινα.

Διάσωσον, πάσης ἀνάγκης καὶ θλίψεως Ὅσιε Μᾶρκε, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ταῖς πρὸς Χριστὸν εὐπροσδέκτοις σου μεσιτείαις.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. 
Κοντάκιον. Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
ν τῇ ἐρήμῳ βιώσας ὡς ἄσαρκος, τῆς συναυλίας Ἀγγέλων ἠξίωσαι· μεθ’ ὧν Πάτερ Μᾶρκε ἱκέτευε, τὸν ἐν ἐλέει ἀνείκαστον Κύριον, διδόναι ἡμῖν θεῖον ἔλεος.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον Ὁσιακόν.

Εἶτα ὁ Ν’ Ψαλμὸς
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.  Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.  Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
γγελος ἐν σώματι, ὡς ἀληθῶς ἀνεδείχθης, ἀσκήσας ὡς ἄσαρκος, ἐν ἐρήμῳ Ὅσιε θείῳ ἔρωτι, καὶ πολλῶν μέτοχος, ἀμοιβῶν ἐγένου· διὰ τοῦτό σου δεόμεθα, Μᾶρκε Πατὴρ ἡμῶν, πάντων ἀσκητῶν ἐγκαλλώπισμα, ἀπαύστως καθικέτευε, πάσης συμφορᾶς καὶ κακώσεως, ἀτρῶτους τηρεῖσθαι, καὶ πάσης τοῦ ἐχθροῦ ἐπιβουλῆς, τοὺς καταφεύγοντας Ὅσιε, τῇ σεπτῇ πρεσβείᾳ σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
ν ἐρήμῳ εὑρών σε Σεραπίων ὁ θεῖος Θεὸν ἐδόξασε, μεθ’ οὗ Μᾶρκε δυσώπει, ῥύεσθαι πάσης βλάβης, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Μέγας ὤφθης ἐν ἄθλοις, ἐν ἐρήμῳ βιώσας οἷάπερ ἄσαρκος· διὸ μεγάλων πόνων, ἀτρώτους Μᾶρκε τήρει, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Εὐλαβῶς προσιόντες τῇ σεπτῇ σου εἰκόνι Μᾶρκε βοῶμέν σοι· χαρᾶς καὶ εὐφροσύνης, μετόχους ἡμᾶς δεῖξον, αἰωνίου τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Γεωργὸν τῶν ἁπάντων ἀνηρότως Παρθένε κυοφορήσασα, γεώργιόν με δεῖξον, γνησίας μετανοίας, τὸν πιστῶς ἐκβοῶντά Σοι· χαῖρε ἡμῶν προσφυγή, ὦ Κεχαριτωμένη.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
ν τῇ ἐρήμῳ, ὁ Σεραπίων εὑρών σε, Μᾶρκε Ὅσιε ἠγάσθη σου τὸν βίον· μεθ’ οὗ ἐκδυσώπει, ὑπὲρ τῶν σὲ τιμώντων.
ύου κινδύνων, καὶ πειρασμῶν πολυτρόπων, Μᾶρκε Ὅσιε τοὺς σὲ ὑμνολογοῦντας, καὶ ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.
νωθεν πρόσχες, Μᾶρκε ἡμῶν τῇ δεήσει, καὶ ἐκπλήρωσιν ἡμῶν τὰς ἱκεσίας, τῶν σὲ κεκτημένων, μεσίτην πρὸς τὸν Κτίστην.
Θεοτοκίον.
Σωματωθέντα, ἐκ τῶν ἁγνῶν Σου αἰμάτων, τὸν ὑπέρθεον καὶ πάντων Βασιλέα, ἐκτενῶς δυσώπει, ὑπὲρ ἡμῶν Παρθένε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
λύος ἁμαρτίας, κάθαρον τὸν νοῦν μου, καθαρτικῇ σου πρεσβείᾳ πρὸς Κύριον, καὶ τῶν πταισμάτων αἴτει Μᾶρκε συγχώρησιν.
Μονὰς τὰς οὐρανίους, Μᾶρκε κατοικήσας, διὰ παντὸς ἐκδυσώπει τὸν Κύριον, πάσης ἀνάγκης λυτροῦσθαι τοὺς σὲ γεραίροντας.
σίων ταῖς χορείαις, συνὼν Πάτερ Μᾶρκε, καὶ φωτισμοῦ τοῦ ἀδύτου πληρούμενος, ἐκ σκοτασμοῦ ἁμαρτίας ἡμᾶς ἀπάλλαττε.
Θεοτοκίον.
μνοῦμέν Σου τὴν δόξαν, Κεχαριτωμένη, σὺν Γαβριὴλ τῷ Ἀγγέλῳ βοῶντές σοι· χαῖρε ἡ Μήτηρ Κυρίου ἡμῶν ἡ ἔφορος.

Μεγαλυνάρια.
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
νθησας ἐκ πόλεως Ἀθηνῶν, καὶ ἔπνευσας κόσμῳ, εὐωδίαν τὴν μυστικήν, ὡς εὔοσμον ἄνθος, ὦ Μᾶρκε θεοφόρε, ἀσκήσας ὑπὲρ φύσιν, καθάπερ ἄσαρκος.
Πάντα τὰ ἡδέα καταλιπών, Μᾶρκε θεοφόρε, ἠκολούθησας τῷ Χριστῷ, ἀσκήσεως πόνοις, νεκρώσας τὸ σαρκίον, καὶ τὴν ψυχὴν λαμπρύνας, Ἁγίῳ Πνεύματι.
Εἰς ἔρημον ὄρος πόθῳ Χριστοῦ, Μᾶρκε κατοικήσας, ἐβιώσω ὑπερφυῶς, καὶ ἄρτῳ Ἀγγέλων, τραφεὶς παρὰ Κυρίου, ὑπερκοσμίου δόξης, Πάτερ ἠξίωσαι.
ξέστη εὑρών σε ὁ θαυμαστός, Μᾶρκε Σεραπίων, καὶ τὸ σῶμά σου τὸ σεπτόν, κηδεύσας ὁσίως, εἰς ἅπαντα τὸν κόσμον, ἐκήρυξε τοῦ βίου σου, τὰ παλαίσματα.
Χαίροις τῶν Ὁσίων ἡ καλλονή, χαίροις Ἀθηναίων ἐγκαλλώπισμα θαυμαστόν, Μᾶρκε θεοφόρε, Ἀγγέλων συμπολῖτα, καὶ πρεσβευτὰ ἁπάντων, ἡμῶν πρὸς Κύριον.
Πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, Μᾶρκε θεοφόρε, τῇ Τριάδι τῇ παντουργῷ, ἱλασμὸν διδόναι, ἡμῖν τοῖς σὲ τιμῶσι, ὁμοῦ σὺν Σεραπίωνι, τῷ  θεόφρονι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια.
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
χων, παῤῥησίαν πρὸς Χριστόν, δι’ ὃν ἐν ἐρήμῳ ἀβάτῳ, χαίρων ἐσκήνωσας, Μᾶρκε παμμακάριστε, Ἀθηνῶν βλάστημα, ἐκτενῶς καθικέτευε, ἐκ πάσης ἀνάγκης, καὶ παντοίων θλίψεων, λυτροῦσθαι ἅπαντας, Πάτερ, τοὺς πιστῶς σε τιμῶντας, καὶ τοὺς θαυμαστούς σου ἀγῶνας, μέλποντας καὶ πόθῳ μακαρίζοντας.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου