Δευτέρα 29 Ιουνίου 2015

Παράκλησις Ἀποστόλου ΠΑΥΛΟΥ εἰς Καλούς Λιμένας



Παράκλησις Ἀποστόλου ΠΑΥΛΟΥ εἰς Καλούς Λιμένας

         
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ’(142) Ψαλμός

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ Τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οὐρανοβάμονι προσπέσωμεν Παύλῳ, τῷ θεοκήρυκι καὶ Κρήτης φωστῆρι, ταῖς ἀστραπαῖς φωτίσαντι τῶν λόγων αὐτοῦ, τῶν πανσόφων πέρατα νήσου Κρήτης βοῶντες· πρὸς Λιμένας ἴθυνον τοὺς Καλοὺς καὶ εὐδίους, οἰακοστρόφους ὥσπερ ἀπλανής, τοὺς ἐκζητοῦντας σὴν θείαν ἀντίληψιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ Ψαλμὸς
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.  Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.  Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἴθυνόν με, Παῦλε, πρὸς τὸν Καλὸν τὸν Λιμένα. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. α’. Ὑγρὰν διοδεύσας.
λέωσαι Κύριον καὶ Θεόν, ἡμῖν τοῖς τιμῶσι, τοὺς ἀγῶνάς σου τοὺς στεῤῥούς, οὓς ἔτλης ὑπὲρ Εὐαγγελίου, τῆς ἐξαπλώσεως Παῦλε Ἀπόστολε.
Θεμέλιον πίστεως ἀῤῥαγές, Ἀπόστολε Παῦλε, τοὺς προστρέχοντάς σοι πιστῶς, ἐν πέτρᾳ στερέωσον τῇ θείᾳ, τῆς τοῦ Χριστοῦ ἀληθείας βοῶμέν σοι.
μνοῦντές σε δέσμιον τῆς Χριστοῦ, ἀγάπης ἐν Κρήτῃ, ἀφιχθέντα Παῦλε σοφέ, τὸ πρῶτον δεσμίους εὐσεβείας, ἡμᾶς ἀνάδειξον καὶ ἀγαθότητος.
Θεοτοκίον.
Νοσούντων ἰάτειρα ταχινή, ἁγνὴ Θεοτόκε, τοὺς ἐν κλίνῃ ἀσθενειῶν, κειμένους ἐπίσκεψαι ταχέως, καὶ πᾶσι δώρησαι ἄμφω ὑγείαν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανόφωτε Παῦλε ὁ εἰς Καλοὺς δέσμιος, ἀφιχθεὶς Λιμένας τῆς Κρήτης, καὶ τὴν θεότητα, ἀνακηρύξας τρανῶς, τὴν Τρισυπόστατον πᾶσι, Ταύτης με ἀνάδειξον, δοῦλον πειθήνιον.
Νυσταγμὸν τὸν μὴ δόντα ἐν τοῖς αὐτοῦ ὄμμασι, Παῦλον τὸν φωστῆρα τοῦ κόσμου, ὕμνοις τιμήσωμεν, ἀναβοῶντες· Κρητῶν, ἐν ἐγρηγόρσει συντήρει, δήμους τοὺς γεραίροντας, σὲ ὕμνοις πρέπουσι.
Μιμητὴν τοῦ Κυρίου, τὸν ἀκραιφνῆ πέλοντα, Παῦλον τὸν κηρύξαντα πᾶσι, μέγα μυστήριον, τῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, Χριστοῦ κενώσεως ὕμνοις, μέλψωμεν μιμούμενοι, τούτου τὰ σκάμματα.
Θεοτοκίον.
Εὐσυμπάθητε Μῆτερ Κρητῶν λαμπρὸν κλέϊσμα, Κεχαριτωμένη Μαρία, Παύλου ἐντεύξεσιν, ἐπιεικείας ἡμᾶς, μακροθυμίας ἀγάπης, δεῖξον καὶ χρηστότητος, βάθρα Σοὺς πρόσφυγας.
Διάσωσον, ἐκ τῶν ὀξέων ὀδόντων προβατοσχήμων, λύκων πάντας τοὺς εὐσεβεῖς ποιμὴν ὡς ἀνύστακτος, Ἀπόστολε Παῦλε πνευματοφόρε.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
ς λύραν τερπνὴν καὶ σάλπιγγα μεγάφωνον, Χριστοῦ τοῦ Θεοῦ τῆς πίστεως τιμῶντές σε, εὐλαβῶς κραυγάζομεν· θεοῤῥῆμον Παῦλε Ἀπόστολε, τῆς εὐσεβείας δεῖξον μελουργούς, κιθάρας Κρητῶν χοροὺς ὑμνοῦντάς σε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Παῦλε στόμα τῆς χάριτος, οἱ λελυτρωμένοι πανσόφοις λόγοις σου, ματαιότητος βοῶμέν σοι· ἴθυνον ἡμᾶς πρὸς βίον κρείττονα.
γνωσίας σκοτόμαιναν, σκέδασον κυκλοῦσαν ἡμᾶς Ἀπόστολε, τῆς θεογνωσίας ὄργανον, Παῦλε θεηγόρε παναρμόνιον.
φηγῆτορ θεόπνευστε, Παῦλε ἀληθείας καὶ ἀγαθότητος, χειραγώγησον πρὸς θέωσιν, Κρῆτας μεγαλύνοντας τοὺς πόνους σου.
Θεοτοκίον.
Λυπηρῶν ἀποδίωξον, τὴν ἀχλὺν Παρθένε Θεογεννήτρια, ἡ χαρὰν τὴν ἀδιάπτωτον, Ἰησοῦν Χριστὸν τῷ κόσμῳ τέξασα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
νδυσον ἡμᾶς, ἀφθαρσίας Παῦλε ἔνδυμα, τοὺς στολὴν ἀμπεχομένους ῥυπαράν, καὶ φθαρτὴν τῆς ἁμαρτίας καὶ φαυλότητος.
Παῦλε θησαυρέ, τῆς σοφίας καὶ τῆς γνώσεως, τοὺς ἀσόφως δαπανοῦντας τὸν βραχύ, βίον σόφισον καὶ ἴθυνον πρὸς θέωσιν.
ήτωρ τῆς Χριστοῦ, ἀληθείας διαπρύσιε, Παῦλε Κρῆτας πρὸς σαγήνην θεϊκήν, ταῖς πρὸς Κύριον θερμαῖς πρεσβείαις ζώγρησον.
Θεοτοκίον.
τοῦ Λυτρωτοῦ, θρόνος ἔμψυχος Παντάνασσα, τῆς ἀγάπης Βασιλέα καὶ Θεόν, ἐν καρδίαις ταῖς ἡμῶν σοφῶς ἐνθρόνισον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Συνέτριψας, τῶν εἰδώλων ξόανα, τῇ δυνάμει τῶν ῥημάτων σου Παῦλε, καὶ ἐγκατέστησας Εὐαγγελίου, τοῦ ἱεροῦ βάθρον ἀδιατάρακτον, τῇ οἰκουμένῃ νῦν πιστῶς, αἰτουμένῃ τὰς θείας πρεσβείαις σου.
Τῇ χάριτι, δαψιλῶς δοθείσῃ σοι, οὐρανόθεν Παῦλε ἴθυνον πάντας, πρὸς τοὺς Λιμένας Καλοὺς καὶ εὐδίους, τοὺς ποντουμένους ἐν βίου ταῖς θλίψεσι, καὶ τὴν ὁμήγυριν Κρητῶν, ἐξαιρέτως ἀεὶ τὴν τιμῶσάν σε.
ν πρότερον, Παῦλε ἐν αἰνίγματι, καὶ σκιᾷ ἑώρας νῦν κατοπτεύεις, ἰδίαις κόραις σου καὶ ἱκετεύεις, σῶσαι τοῦ Τίτου ἐκγόνους ἐν πνεύματι, τοῦ εὐπειθοῦς σου συνεργοῦ, πρὸς Χριστοῦ ἀληθείας στερέωσιν.
Θεοτοκίον.
Νῦν δούλου Σου, πάσαις παραβάσεσι, νεκρωθέντα τῇ Σῇ χάριτι Μῆτερ, τοῦ Παντεπόπτου Χριστοῦ γλυκυτάτη, εὐλογημένη Παντάνασσα ζώωσον, καὶ ἴθυνον αὐτὸν καλῶς, πρὸς νομὴν τοῦ Υἱοῦ Σου τὴν ἄφθιτον.
Διάσωσον, ἐκ τῶν ὀξέων ὀδόντων προβατοσχήμων, λύκων πάντας τοὺς εὐσεβεῖς ποιμὴν ὡς ἀνύστακτος, Ἀπόστολε Παῦλε πνευματοφόρε.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Εὐαγγελίου τὸν μύστην τῆς χάριτος, καὶ παιδευτὴν ἀληθείας θεόληπτον, ὑμνήσωμεν Παῦλον Ἀπόστολον, ἀναβοῶντες· ἡμᾶς παιδαγώγησον, ὀρθῶς καὶ ἴθυνον πρὸς τελειότητα.

Προκείμενον. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. Ι’, 16-21): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει...
Δόξα. Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
ῤῥαγὲς θεμέλιον, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, Ἔθνη ἐστερέωσας, ἐν τῇ πίστει φθέγμασι, θεοσόφοις σου, Παῦλε Ἀπόστολε, Παρακλήτου σκεῦος, τιμαλφὲς καὶ ἠλευθέρωσας, ἐκ τῆς δουλώσεως, ἀγνωσίας Κρήτην ἣν δέσμιος, τὸ πρῶτον ἀφικνόμενος, εἰς Καλοὺς Λιμένας ἐγνώρισας, ὅθεν σε τιμῶντες, παθῶν τοὺς αἰχμαλώτους ζοφερῶν, ἀναβοῶμεν Ἀπόστολε· τάχος ἐλευθέρωσον.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κῆρυξ Εὐαγγελίου καὶ διδάσκαλε θεῖε Χριστοῦ τῆς πίστεως, οὐρανοβᾶμον Παῦλε, αἱρετικῶν τῶν πλάνων, τὸν ἐσμὸν ἀπομάκρυνον, ἐκ τῶν Κρητῶν τῶν ὀρθά, τὰ δόγματα φρονούντων.
λατί σου νοστίμῳ τῶν πανσόφων ῥημάτων τὰ Ἔθνη ἤρτυσας, πνευματοφόρε Παῦλε, καὶ ηὔφρανας καρδίας, τῶν Κρητῶν ὧν οἱ ἔκγονοι, νῦν Ἐκκλησίας ἡμῶν, ὡς ἀπαρχὴν τιμῶμεν.
Λῦσον τῆς ἁμαρτίας τοὺς δεσμούς μου κραυγάζω ὁ πολυδύστηνος, ἱκέτης σου τρισμάκαρ, εἰς τοὺς Καλοὺς Λιμένας, Παῦλε θεῖε ὡς δέσμιος, ὁ ἀφιχθεὶς ἐκ φθορᾶς, ἵνα δεσμίους σώσῃς.
Θεοτοκίον.
ρος Θεογεννῆτορ ὡς κατάσκιον πάντες Σὲ μεγαλύνοντες, καὶ Τράπεζαν καὶ Στάμνον, καὶ Πύλην φωτοφόρον, ἐκβοῶμεν· ἱλέωσαι, ἡμῖν τὸν Τόκον τὸν Σόν, Χριστὸν τὸν Ζωοδότην.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νοσούντων πάντων, καὶ θλιβομένων προστάτην, ἐκδεχόμεθά Σε μάκαρ Παῦλε, θλίψεων ἐν βίῳ, γευσάμενον ποικίλων.
Λύτρωσαι Παῦλε, ἀπὸ παντοίας ἀνάγκης, τοὺς χοροὺς τῶν Κρητῶν τῶν ἐν πίστει, σοὶ καταφευγόντων, ἐν βίου τρικυμίαις.

θυνον τάχος, πρὸς σωτηρίας λιμένα, στιβαροῖς σου χερσὶ θεῖε Παῦλε, ἀπλανὲς ἰθῦντορ, τοῦ βίου ποντουμένων.
Θεοτοκίον.
Μὴ μὲ ἐάσῃς, ὡς ἐν θυέλλῃ καλάμην, τοῦ δολίου γενέσθαι Παρθένε, ἔρμαιον ἡ κόσμου, στηρίζουσα εὐχαῖς Σου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
νώπιον τυράννων, Ἐθνῶν καὶ Βασιλέων, τὸν τοῦ Κυρίου βαστάσαντα ὄνομα, τιμῶμεν Παῦλον ὡς πάντων ἡμῶν ὑπέρμαχον.
Ναμάτων θεοβρύτων, ὁ πλησθεὶς ὡς μέγας, χειμάῤῥους πίστεως Παῦλε Ἀπόστολε, ἡμῶν ψυχὰς τῆς ἀγάπης ῥοαῖς κατάρδευσον.
πόστολε Κυρίου, Παῦλε φύλαξ ἴσθι, Κρητῶν ἀεὶ σοῦ τιμώντων τὰ σκάμματα, ὑπὲρ Χριστοῦ ἀληθείας θεοειδέστατε.
Θεοτοκίον.
Χριστοῦ Ἁγία Μῆτερ, Κεχαριτωμένη, τῇ Σῇ λαμπρότητι νοῦν μου καταύγασον, τοῦ μεγαλύνοντος πόθῳ τὰ μεγαλεῖά Σου.

Μεγαλυνάρια.
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Παῦλε Ἀποστόλων ἡ κορωνίς, Τίτον ποιμενάρχην, καταστήσας θεοειδῆ, τῆς Γορτύνης Κρήτης, ἑδραίωσας τὴν πίστιν, Χριστοῦ ἐν νήσῳ ταύτη, τῇ νῦν τιμώσῃ σε.
Χάρις ἐπεφάνη ἡ τοῦ Θεοῦ, ἔφησθα ἀνθρώποις, ἡ σωτήριος θαυμαστέ, εὐλαβῶς δικαίως, παιδεύουσα βιῶσαι, ἡμᾶς τε καὶ σωφρόνως, Παῦλε Ἀπόστολε.
Χαίροις ὁ διδάσκαλος τῶν Ἐθνῶν, χαίροις ὁ ἰθῦντορ, τῶν ἐν σκότει πρὸς φῶς Χριστοῦ, χαίροις ὑποφήτης, ὁ θεῖος εὐσεβείας, καὶ κῆρυξ ἀληθείας, Παῦλε θειότατος.
Χαίροις ὁ τῆς Κρήτης φωταγωγός, Παῦλε φωτοφόρε, τοῦ Ἡλίου τοῦ νοητοῦ, ὁ τὸ φῶς ἁπλώσας, ἁπάσῃ οἰκουμένη, ταῖς ἀστραπαῖς σῶν λόγων, καὶ διδαγμάτων σου.
Χαίροις συζητήσεις ὁ τὰς μωράς, ἔρεις τε καὶ μάχας, φεύγειν πάσας τὰς νομικάς, νουθετῶν χορείαις, τῶν εὐσεβούντων Παῦλε, τῆς ἀληθείας στῦλε, φωτοειδέστατε.
Δέσμιος εἰς Κρήτην ὁ ἀφιχθείς, καὶ Καλοὺς Λιμένας, ἁγιάσας τοῖς σοῖς ποσί, τοῖς τιμίοις Παῦλε, δεσμούς με συγκρατοῦντας, μετὰ τῆς ἁμαρτίας, τάχος διάσπασον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια:
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Παῦλε, Χριστοκῆρυξ τῶν Ἐθνῶν, ὁ ἀρχιερέα Γορτύνης, ἐν Κρήτῃ σὸν συνεργόν, καταστήσας πρέσβευε, τῷ Παντοκράτορι, τῶν Κρητῶν τὴν ὁμήγυριν, ἐκ τοῦ μισοκάλου, τῶν βελῶν ἀείποτε, τηρεῖν ἀλώβητον, καὶ στηρίζειν πάντας ἐν πίστει, τῇ ὑγιαινούσῃ ὡς Τίτῳ, ἐνουθέτεις γράμματι τῷ θείῳ σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου