Τετάρτη 15 Ιουλίου 2015

Παράκλησις ἀπ. ΠΑΥΛΟΥ.



Παράκλησις ἀπ. ΠΑΥΛΟΥ.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου


Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
ς τῶν ἁγίων Ἀποστόλων ἀκρότης* καὶ τοῦ Σωτῆρος ἐνθεώτατος μύστης,* ὑπὲρ ἡμῶν ἱκέτευε δεόμεθα,* Παῦλε παμμακάριστε,* ἐκλογῆς θείας σκεῦος,* ὅπως λυτρωθείημεν* πειρασμῶν καὶ κινδύνων* καὶ τῆς μελλούσης τύχοιμεν ζωῆς,* οἱ προσιόντες* τῇ θείᾳ πρεσβείᾳ σου.
Δόξα. Τὸ αὐτό.
ς τῶν ἁγίων Ἀποστόλων ἀκρότης* καὶ τοῦ Σωτῆρος ἐνθεώτατος μύστης,* ὑπὲρ ἡμῶν ἱκέτευε δεόμεθα,* Παῦλε παμμακάριστε,* ἐκλογῆς θείας σκεῦος,* ὅπως λυτρωθείημεν* πειρασμῶν καὶ κινδύνων* καὶ τῆς μελλούσης τύχοιμεν ζωῆς,* οἱ προσιόντες* τῇ θείᾳ πρεσβείᾳ σου.
Καὶ νῦν.Θεοτοκίον.
Οὐ σιωπήσωμεν πότε, Θεοτόκε.

Ὁ Ν´  Ψαλμός.
 λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Κανὼν οὗ ἡ ἀκροστιχίς: Αἴτει μοι Παῦλε,θείαν ἀκτῖνα. Γερασίμου. 
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
κτῖσι λαμπόμενος θεϊκαῖς* ἀπόστολε Παῦλε* τοῦ νοός μου τὸν σκοτασμόν* ταῖς σαῖς φωτοφόροις ἱκεσίαις* καὶ τῶν παθῶν τὴν ὁμίχλην διάλυσον.
λύος με καθαρὸν μοχθηράς* παθῶν ἀκαθάρτων* καὶ ποικίλων ἁμαρτιῶν* τοῖς ῥείθροις τῶν θείων πρεσβειῶν σου* οὐρανοφοῖτα ἀπόστολε ἔνδοξε.
Τὸν πάντων δεσπότην καὶ λυτρωτήν* ὡς ἔχων μεγίστην* παῤῥησίαν ὑπὲρ ἡμῶν* ἱκέτευε Παῦλε θεηγόρε* πάσης ῥυσθῆναι ἡμᾶς περιστάσεως.
Θεοτοκίον.
τέχθη αἱμάτων σου ἐξ ἁγνῶν* ὁ πᾶσι τὸ εἶναι* παρεχόμενος ὡς Θεός* ὦ πρέσβευε πάναγνε παρθένε* ἁμαρτιῶν μου καθάραι τὸν βόρβορον.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
δὼν φῶς μέγα Παῦλε* φωνῆς Χριστοῦ ἤκουσας* καὶ κλητὸς ἀπόστολος ὤφθης* θείῳ βουλήματι*ὅθεν ἐνίσχυσον* ἡμᾶς φωνῆς εἰσακούειν* θείων διατάξεων* ψυχῆς θερμότητι.
Μυστηρίων ἁγίων* μύστης σοφὸς γέγονας·* ὅθεν μετανοίας πρὸς τρίβον* ὁδήγει πάντοτε* Παῦλε πανεύφημε* διὰ ζωῆς ἐναρέτου* τοὺς πιστῶς προστρέχοντας* τῇ ἀντιλήψει σου.
λοτρόπως τῷ πλάνῳ* ὑποταχθεὶς γέγονα* σκεῦος ἁμαρτίας ἁπάσης* νοΐ ἀγνώμονι·* σὺ οὖν με λύτρωσαι* ὡς ἐκλογῆς Χριστοῦ σκεῦος* Παῦλε παμμακάριστε* χειρῶν τοῦ δράκοντος.
Θεοτοκίον.
ησοῦν τὸν Σωτῆρα* καὶ τοῦ παντὸς αἴτιον* τέτοκας ἀφράστως παρθένε* κόσμον καινίζοντα·* διὸ ἐγκαίνισον* ἐν τῇ ἀθλίᾳ ψυχῇ μου* πνεῦμα καθαρότητος* καθικετεύω σε. 
Διάσωσον*οὐρανοβάμον ἀπόστολε θεῖε Παῦλε* χαμαιζήλων ἐπιφορῶν καὶ κακώσεων* τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
πίβλεψον*ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε* ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν* ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κάθισμα. Ἦχος β´. Τὰ ἄνω ζητῶν.
ξ ὕψους λαβών* τὴν κλῆσιν Παῦλε ἔνδοξε* ἐδείχθης Χριστοῦ* ἀπόστολος θεόληπτος·* διὸ κἀμὲ ἀνύψωσον* γεηρῶν φρονημάτων πρεσβείᾳ σου * καὶ θεϊκόν μοι αἰτεῖ φωτισμόν* ὡς πλήρης φωτὸς τοῦ θείου πνεύματος.

ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Παθημάτων καὶ θλίψεων* καὶ ἐπηρειῶν πικρῶν τοῦ ἀλάστορος* ἀνωτέρους Παῦλε φύλαττε * τοὺς εἰλικρινῶς σὲ μακαρίζοντας.
σθενείαις τρυχόμενος* ταῖς κατὰ ψυχὴν καὶ σῶμα προστρέχω σοι* ἵνα εὔρῳ Παῦλε ἱᾶσιν* ἥν μοι δίδου θᾶττον τῇ πρεσβείᾳ σου.
ψιβάμων γενόμενος* καὶ οὐρανοφοίτης Παῦλε ἀπόστολε* χαμαιζήλων με ἀπάλλαξον* ἐννοιῶν καὶ λόγων τε καὶ πράξεων.
Θεοτοκίον.
Λύτρωσαί με πανάμωμε, * ἐκ τῆς μοχθηρίας τοῦ παναλάστορος* τῇ ἀμάχῳ προστασία σου* καὶ εἰρήνην δίδου τῇ καρδίᾳ μου.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
πιδε ἡμῖν* οὐρανόθεν Παῦλε ἔνδοξε* καὶ παράσχου ὡς θεράπων τοῦ Χριστοῦ* τὰ αἰτήματα ἡμῶν τῶν δεομένων σου.
Θραῦσον τοῦ ἐχθροῦ* καθ’ ἡμῶν τὰ μηχανήματα* ἐν ἀγάπῃ καὶ εἰρήνῃ ἀληθεῖ* κατευθύνων τὴν ζωὴν ἡμῶν ἀπόστολε.
χων πρὸς Χριστόν* παῤῥησίαν πολλὴν ἅγιε* ὡς ἀπόστολος αὐτοῦ θεοειδής* ἠμῖν ἵλεων αὐτὸν Παῦλε ἀπέργασαι.
Θεοτοκίον.
ασαι ἁγνή* τῆς ψυχῆς μου τὴν ἀσθένειαν* καὶ ἁπάσης ἐργασίας πονηράς* καὶ κακίστης συνηθείας με ἀπάλλαξον.

ᾨδὴ στ’. Τὴν δέησιν.
κτῖσι*λελαμπρυσμένος ταῖς θείαις* σκότασμου ἁμαρτιῶν πολυτρόπων* καὶ συμφορῶν καὶ κινδύνων καὶ πόνων* ἀπάλλαξόν με ταῖς σαῖς ἀντιλήψεσιν* ὦ Παῦλε σκεῦος ἐκλογῆς*ὡς προστάτης μου θεῖος καὶ ἔφορος.
Ναμάτων*πνευματικῶν πεπλησμένος* θεῖε Παῦλε ἐκ πηγῶν σωτηρίου* τὸ τῆς ἀφέσεως βλῦσόν με ὕδωρ* καὶ γλυκασμὸν θεϊκῆς ἀγαθότητος* ταῖς εὐπροσδέκτοις σου λιταῖς* πρὸς Χριστὸν τὸν φιλάνθρωπον Κύριον.
παύστως*ἐν τῷ πελάγει τοῦ βίου* χειμαζόμενος ματαίαις φροντίσι* πρὸς τὴν γαλήνην τὴν σὴν καταφεύγω* καὶ ἐκβοῶ σοι ὦ Παῦλε ἀπόστολε* κυβέρνησόν με ἀσφαλῶς* πρὸς λιμένα τοῦ θείου θελήματος.
Θεοτοκίον.
Κινδύνοις*κλυδωνιζόμενος πλείστοις* ἐκ πολλῶν ἁμαρτιῶν μου ὁ τάλας* ἐπικαλοῦμαι τὴν σὴν προστασίαν* καὶ ἀνακράζω σοι κόρη πανύμνητε·* τὰ κύματα τὰ χαλεπά* τῶν πολλῶν πειρασμῶν μου κατεύνασαν.
 Διάσωσον* οὐρανοβάμον ἀπόστολε θεῖε Παῦλε* χαμαιζήλων ἐπιφορῶν καὶ κακώσεων* τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
χραντε*ἡ διὰ λόγου τὸν λόγον ἀνερμηνεύτως* ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
ς εὐσεβείας φωστὴρ καὶ διδάσκαλος* καὶ ἀποστόλων λαμπρὸν ἀκροθίνιον* ἡμῖν εὐμενίζου ἑκάστοτε*τὸν πάντων κτίστην Χριστὸν Παῦλε ἔνδοξε,* ὡς ἂν θεῖον ἔλεος εὕρωμεν.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον κατὰ Λουκᾶν.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Προσόμοιον.Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Στίχος: Ἐλέησόν με, ὁ Θεός..
Παῦλε παμμακάριστε* τῶν Ἀποστόλων ἡ δόξα* ὄργανον θεόπνευστον* τοῦ ἁγίου Πνεύματος καὶ πολύφωνον* τῶν πολλῶν θλίψεων* κόπασον τὸν σάλον* τὸν συνέχοντά με Ἅγιε* καὶ παύλαν δίδου μοι* τῶν ὀδυνηρῶν περιστάσεων* εἰρήνην μοι αἰτούμενος* καὶ παραπτωμάτων συγχώρησιν* ὡς πλούτων μεγίστην* θεόφρον παῤῥησίαν πρὸς Χριστόν* ὃν ἐκτενῶς καθικέτευε* ὑπὲρ τῶν τιμώντων σε.

 Ὁ Ἱερεύς
Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φ’ μς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλομαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φ’ σον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται3) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                               
Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθ’ ο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν μεγίστην σου χάριν* ἐφαπλῶν μὴ ἐλλίπῃς ἡμῖν ἀπόστολε* ὡς ἂν τῶν βουλευμάτων* ῥυώμεθα τοῦ πλάνου* οἱ ἐν πίστει κραυγάζοντες·* ὁ τῶν πατέρων ἡμῶν* Θεὸς εὐλογητὸς εἶ.
ατὴρ νοσημάτων* ψυχικῶν ἀνεδείχθης Παῦλε, τῷ λόγῳ σου·* διὸ κἀμὲ νοσοῦντα* κατὰ ψυχὴν καὶ σῶμα* ἴασαί με κραυγάζοντα·* ὁ τῶν πατέρων ἡμῶν* Θεὸς εὐλογητὸς εἶ.
Νομοθέτης ἐδείχθης* τῆς ζωῆς τῆς ἁγίας ἐν θείῳ πνεύματι·* διὸ τροπούμενόν με* τῆς ἁμαρτίας νόμῳ με ἕλκυσον* πρὸς βιοτὴν καθαράν* Παῦλε Κυρίου στόμα.
Θεοτοκίον.
ειπάρθενε κόρη* ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα* σαρκός μου τὰς ὀδύνας* καὶ τῆς ψυχῆς τὰ πάθη* θεραπεύσασα σῶσόν με* εὐλογημένη ἁγνή* ἵνα σὲ μακαρίζω.

ᾨδὴ η´. Τὸν βασιλέα.
Γνῶσιν μοὶ δίδου* τῆς ἀληθοῦς μετανοίας* Παῦλε ἔνδοξε ὡς τῆς ἀγάπης μύστης* ἵνα ἐναρέτως*Χριστῷ εὐαρεστήσω.
κ τῆς σῆς γλώττης* τῆς σωτηρίας τὸ νέκταρ* Παῦλε ἔνδοξε πνεύματι θείῳ βλύζει* ὅθεν γλύκανόν μου* τὴν τῆς ψυχῆς πικρίαν.
ώμην μοι δίδου* καταπατεῖν τοῦ Βελίαρ* Παῦλε ἔνδοξε ἰσχὺν τὴν ὀλεθρίαν* καὶ ἐν μετανοίᾳ* ἀνύειν τὴν ζωήν μου.
Θεοτοκίον.
γγέλων δόξα* θεοκυῆτορ παρθένε* ἀδοξίας με παθῶν τῶν ἀκαθάρτων* λύτρωσαι καὶ σῶσον* τὸν σὸν ἀχρεῖον δοῦλον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σοφίᾳ τῶν σῶν λόγων* σόφισον τὸν νοῦν μου* καταπατεῖν τοῦ ἐχθροῦ τὰ σοφίσματα* καὶ ἐν σοφίᾳ ἀνύειν Παῦλε τὸν βίον μου.
λύος ἁμαρτίας* κάθαρον τὸν νοῦν μου* πρεσβευτικαῖς σου ἀρδείαις ἀπόστολε* ὡς ἂν ἐκφύγω τοῦ πλάνου πᾶν ἐπινόημα.
μέγας τοῦ σωτῆρος* μύστης θεῖε Παῦλε* μυσταγωγεῖσθαι τῷ λόγῳ σου σθένωσον* πρὸς σωτηρίαν τοὺς πόθῳ σὲ μακαρίζοντας.
Θεοτοκίον.
δάτων ἀπωλείας* ῥῦσαί με Παρθένε* ἡ τὴν πηγὴν τῆς ζωῆς ἡμῖν τέξασα* καὶ ἀπαθείας πρὸς ὕδωρ τὸν νοῦν μου ἴθυνον.

Κα εθς, τ·
ξιν στιν ς ληθς, μακαρζειν σε τν Θεοτκον, τν ειμακριστον κα παναμμητον κα μητρα το Θεο μν. Τν τιμιωτραν τν Χερουβμ κα νδοξοτραν συγκρτως τν Σεραφμ, τν διαφθρως Θεν Λγον τεκοσαν· τν ντως Θεοτκον σ μεγαλνομεν.

Μεγαλυνάρια.
Χαίροις Ἀποστόλων ἡ καλλονή* Παῦλε θεηγόρε* τοῦ Σωτῆρος μυσταγωγέ* ἐκλογῆς Κυρίου* σκεῦος δεδοξασμένον* καὶ πάσης Ἐκκλησίας* θεῖε διδάσκαλε.
κουσας ἐξ ὕψους θείας φωνῆς* Παῦλε σὲ καλούσης* μαθητείαν πρὸς ἱεράν* μαθητὴς πυρίνους* ἐντεῦθεν ἀνεδείχθης* Χριστοῦ τοῦ ζωοδότου* λόγοις καὶ πράξεσιν.
λιος ὡς μέγας καὶ φαεινός* ἔλαμψας τῷ κόσμῳ* διατρέχων πᾶσαν τὴν γῆν* καὶ τοὺς ἐν τῷ σκότει* λαοὺς καταφωτίζεις* κηρύγματος τῇ αἴγλῃ* Παῦλε Ἀπόστολε.
Βρύει σου ἡ γλῶσσα ῥεῖθρα ζωῆς* τοῦ Εὐαγγελίου* τὰ διδάγματα τὰ σεπτά* καὶ καταποτίζει* τὰς λογικὰς ἀρούρας* πρὸς θείαν εὐκαρπίαν* Παῦλε Ἀπόστολε.
νυσας ἀγῶνας ὑπερφυεῖς* ὑπὲρ τῆς ἀγάπης* τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ* καὶ ἐν Ῥώμῃ Παῦλε*ἐτέλεσας τὸν δρόμον* τμηθείς σου τὸν αὐχένα* τὸν ἱερώτατον.
Παῦλε τῶν ἀῤῥήτων μυσταγωγέ* Ἀποστόλων δόξα* καθικέτευε ἐκτενῶς* ἄφεσιν πταισμάτων*καὶ φῶς θεῖον διδόναι* παρὰ Χριστοῦ τοῖς πόθῳ* σὲ μακαρίζουσι.
Πᾶσαι τῶν Ἀγγέλων...

Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.
ερεύς. Ὃτι σου ἐστιν…..

Tά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.
λέησον  ἡμᾶς,* Κύριε,  ἐλέησον  ἡμᾶς,* πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες,* ταύτην  Σοι  τήν  ἱκεσίαν,* ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν,* ἐλέησον  ἡμᾶς.
Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς,* ἐπί  Σοί  γάρ  πεποίθαμεν.* Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα,* μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος*  καί  λύτρωσαι  ἡμᾶς* ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν.* Σύ  γάρ  εἶ  Θεός  ἡμῶν*  καί  ἡμεῖς  λαός  Σου,* πάντες  ἔργα  χειρῶν  Σου*  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν,* εὐλογημένη  Θεοτόκε,* ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν,* ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων·* Σύ  γάρ    σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.

Ἐκτενής.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.

ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Πρ δ το δι’ εχν·

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Παῦλε Ἀποστόλων καλλονή* τοῦ Εὐαγγελίου ὁ κῆρυξ* ὁ ἐνθεώτατος* στόμα τὸ πολύσοφον*Χριστοῦ τοῦ πάντων Θεοῦ* μὴ ἐλλείπης δεόμενος* ὑπὲρ τῶν ἐν πίστει* προσιόντων Ἅγιε*τῇ προστασίᾳ σου* ὅπως συμφορῶν καὶ κινδύνων* καὶ πολυειδῶν συμπτωμάτων* ἄτρωτοι ἐν βίῳ διαμένωμεν.

Δι’ εὐχῶν…

Δίστιχον.
Πρόσχες, Παῦλε ἔνδοξε, τῇ νῦν δεήσει
Τοῦ Γερασίμου καὶ δίδου τὴν σὴν χάριν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου