Τετάρτη 15 Ιουλίου 2015

Παράκλησις Ὁσίου ΝΕΙΛΟΥ τοῦ Μυροβλύτου.



Παράκλησις Ὁσίου ΝΕΙΛΟΥ τοῦ Μυροβλύτου.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.


      Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
ς δοξασθεὶς παρὰ Θεοῦ ἐπαξίως, αὐτὸν δυσώπει ἐκτενῶς Πάτερ Νεῖλε, ἁμαρτιῶν συγχώρησιν δωρήσασθαι, καὶ παθῶν τὴν ἴασιν, καὶ παντοίων κινδύνων, τὴν ταχεῖαν λύτρωσιν, καὶ χαρὰν καὶ εἰρήνην, τοῖς τῷ ναῷ σου σπεύδουσι θερμῶς, καὶ ἐξαιτοῦσι, τὴν θείαν πρεσβείαν σου.
Δόξα, τὸ αὐτό.
ς δοξασθεὶς παρὰ Θεοῦ ἐπαξίως, αὐτὸν δυσώπει ἐκτενῶς Πάτερ Νεῖλε, ἁμαρτιῶν συγχώρησιν δωρήσασθαι, καὶ παθῶν τὴν ἴασιν, καὶ παντοίων κινδύνων, τὴν ταχεῖαν λύτρωσιν, καὶ χαρὰν καὶ εἰρήνην, τοῖς τῷ ναῷ σου σπεύδουσι θερμῶς, καὶ ἐξαιτοῦσι, τὴν θείαν πρεσβείαν σου.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζει ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Κανών, οὗ ἡ ἀκροστιχίς· «Ἔσο ἡμῖν προστάτης ὦ Νεῖλε. Γερασίμου».
ᾨδὴ α ́. Ἦχος πλ. δ ́. Ὑγρὰν διοδεύσας.
πίβλεψον ὄμματι ἱλαρῷ, Νεῖλε θεοφόρε, τοῖς προστρέχουσιν εὐλαβῶς, τῇ σῇ προστασίᾳ Μυροβλύτα, καὶ τὰς αἰτήσεις ἡμῶν Πάτερ πλήρωσον.
Σωμάτων ὀδύνας τὰς χαλεπάς, καὶ ψυχῶν τὰς θλίψεις, τῇ πρεσβείᾳ σου πρὸς Χριστόν, θεράπευσον Νεῖλε Μυροβλύτα, τῶν προσιόντων πιστῶς τῇ σῇ χάριτι.
λόφωτος Πάτερ ὥσπερ ἀστήρ, τῇ σῇ ἐπιλάμψει, τῶν παθῶν μου τὸν σκοτασμόν, διάλυσον Νεῖλε θεοφόρε, καὶ εὐρωστίας μοι φῶς θεῖον αὔγασον.
Θεοτοκίον.
μόνη τεκοῦσα ὑπερφυῶς, τὸν πάντων Δεσπότην, ἀναπλάττοντα τὸν Ἀδάμ, Κεχαριτωμένη Θεοτόκε, τῆς τοῦ ἐχθροῦ με κακίας ἁπάλλαξον.

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Μυριπνόοις ὀδμαῖς σου, ὡς ἀληθῶς Ὅσιε, οἷα θαυμαστὸς Μυροβλύτης, τοῦ Παντοκράτορος, πόῤῥω ἀπέλασον, τὴν τῶν παθῶν δυσωδίαν, Νεῖλε τὴν συνέχουσαν, ἡμᾶς καὶ θλίβουσαν.
δε Πάτερ ὑψόθεν, ἐν πατρικῷ βλέμματι, τοὺς τῷ σῷ ναῷ προσελθόντας, ψυχῆς θερμότητι, καὶ δίδου ἅπασιν, χάριν, ὑγείαν καὶ ῥῶσιν, καὶ πᾶν ἄλλο δώρημα, Νεῖλε οὐράνιον.
Νέος ἥλιος ὤφθης, ταῖς ἀρεταῖς Ὅσιε, κόσμῳ ἐκ τοῦ Ἄθω ἐκλάμψας, καὶ νέμεις πάντοτε, ἐν ταῖς ψυχαῖς ἡμῶν, φῶς ἀληθοῦς μετανοίας, καὶ ἀκτῖνα χάριτος, θείας χρηστότητος.
Θεοτοκίον.
Παραμύθιον κόσμου, καὶ ἀῤῥαγὲς στήριγμα, καὶ ἁμαρτανόντων προστάτις, τῶν πεποιθότων σοι, δὸς τῇ καρδίᾳ μου, τῇ τεθλιμμένῃ Παρθένε, τῇ σῇ ἀγαθότητι, χάριν καὶ ἔλεος.
Διάσωσον Ὅσιε Νεῖλε θεόληπτε Μυροβλύτα, τῶν ἐν βίῳ πολυειδῶν περιστάσεων, τοὺς αἰτουμένους τὴν θείαν σου προστασίαν.
πίβλεψον ἐν εὐμενείᾳ...

 Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κάθισμα. Ἦχος β ́. Πρεσβεία θερμή.
Προστάτης θερμός, γενοῦ καὶ καταφύγιον, τοῖς πίστει θερμῇ, προστρέχουσι τῇ σκέπῃ σου, αὐτοῖς ἀεὶ δωρούμενος, αἰτημάτων τὴν πλήρωσιν ἄνωθεν, ταῖς πρὸς τὸν Κτίστην θείαις σου λιταῖς, ὦ Νεῖλε Μυροβλυτῶν ἀγλάϊσμα.

ᾨδὴ δ ́. Εἰσακήκοα Κύριε.
ῶσιν δίδου καὶ ἴασιν, τὴν κατὰ ψυχὴν καὶ σῶμα ἑκάστοτε, Πάτερ Νεῖλε τοῖς προσπίπτουσι, τῷ σεπτῷ λειψάνῳ σου ἐκ πίστεως.
Οἱ τῷ θείῳ τεμένει σου, Μυροβλύτα Νεῖλε προθύμως σπεύδοντες, πᾶσαν ὄνησιν κομίζονται, ἐκ τῆς σοὶ δοθείσης Πάτερ χάριτος.
Σωτηρίαν ἐξαίτησαι, καὶ ἀπαλλαγὴν κινδύνων καὶ θλίψεων, καὶ εἰρήνην ἀστασίαστον, Πάτερ τοῖς προστρέχουσι τῇ σκέπῃ σου.
Θεοτοκίον.
Τῇ ἀῤῥήτῳ κυήσει σου, τὸν Ἀδὰμ ἐῤῥύσῳ τῆς κατακρίσεως· ὅθεν ῥῦσαίμε Πανάμωμε, πάσης τοῦ Βελίαρ ἐπιθέσεως.

Ὠδή ε ́. Φώτισον ἡμᾶς.
νωθεν ἡμῖν, δίδου Νεῖλε παμμακάριστε, τῆς εὐνοίας σου τὰς θείας δωρεάς, ὡς ἂν βίον διανύωμεν γαλήνιον.

Τὶς τῷ σῷ ναῷ, καταφεύγων οὐ κομίζεται, ἅπερ ηὔξατο καρδίᾳ ἀληθεῖ; σὺ γὰρ πάντων βοηθὸς πέλει θερμότατος.
σχυνας ἔχθρόν, τῇ ἀσκήσει σου τὸν ἄσαρκον, οὗ κακίας καὶ μανίας τῆς πικρᾶς, Πάτερ Νεῖλε τοὺς ἱκέτας σου ἀπάλλαξον.
Θεοτοκίον.
Σύντριψον Ἁγνή, τὸν ἐχθρὸν τὸν δολιότροπον, τὸν ἀεὶ ἐπιτιθέμενον ἡμῖν, καὶ τὸν βίον ἡμῶν ἄλυπον περίεπε.

ᾨδὴ ς ́. Τὴν δέησιν ἐκχεῶ.
ς πλήρης, τῶν ἐκ Θεοῦ χαρισμάτων, ὡς Κυρίου θεοφόρος θεράπων, πολλὴν πλουτεῖς πρὸς αὐτὸν παῤῥησίαν· ὅθενδυσώπει εἰρήνην δωρήσασθαι, καὶ εὐπραγίαν ἀληθῆ, Πάτερ Νεῖλε τοῖσ σὲ μακαρίζουσι.
Ναῷ σου, τῷ ἱερῷ πᾶσα τάξις, τῶν ἀνθρώπων εὐλαβῶς προσιόντες, καθαγιάζονται Πάτερ προσψαύσει, τοῦ παναγίου λειψάνου σου Ὅσιε, καὶ λύσιν τὴν τῶν δυσχερῶν, τῇ πρεσβείᾳ σου Νεῖλε λαμβάνουσι.
ν πίστει, τὴν φωτοφόρον σου μνήμην, ὁ λαὸς ὁ εὐσεβὴς ἑορτάζει, καὶ πανταχόθεν τῷ θείῳ ναῷ σου, Πάτερ συῤῥέων ὀσμῆς τῆς τοῦ μύρου σου, ἐπισκιάσει σου σεπτῇ, τὰς καρδίας πληροῦται ἐν Πνεύματι.
Θεοτοκίον.
λύος, τῆς τῶν παθῶν τὴν ψυχήν μου, ἀποκάθαρον τῇ σῇ μεσιτείᾳ, καὶ καθαρὰν αὐτὴν ἔργασαι Κόρη, καθαρτικοῖς τῆς σῆς χάριτος νάμασι, καὶ σῶσόν με ἐκ τῆς φθορᾶς, Θεοτόκε Παρθένε, ὡς εὔσπλαγχνος.
Διάσωσον Ὅσιε Νεῖλε θεόληπτε Μυροβλύτα, τῶν ἐν βίῳ πολυειδῶν περιστάσεων, τοὺς αἰτουμένους τὴν θείαν σου προστασίαν.
χραντε ἡ διὰ λόγου τὸν Λόγον...

 Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β ́. Ταῖς τῶν αἱμάτων σου.
ς μυροθήκη τῆς θείας χρηστότητος, καὶ εὐωδίας ἀΰλου ἀλάβαστρον, ἡμῶν τὰς ψυχὰς εὐωδίασον, καὶ τῶν σωμάτων τὰς νόσους θεράπευσον, ὦ Νεῖλε Μυροβλῦτα Ὅσιε.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.

Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον...
Εὐαγγέλιον· κατὰ Ματθαῖον (ια ̓ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· Ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Στίχ. Ἐλέησόν με ὁ Θεὸς...
Ἦχος πλ. β ́. Ὅλην ἀποθέμενοι.
Σκεῦος εὐωδέστατον, τῆς θεἱκῆς ἐπιπνίας, Μυροβλύτα Ὅσιε, Ὄρους Ἄθω καύχημα ἱερώτατον, χαλεπῶν θλίψεων, ἀναγκῶν παντοίων, νοσημάτων καὶ κακώσεων, ἀτρώτους φύλαττε, τοὺς εἰλικρινῶς σε γεραίροντας, καὶ δίδου ἡμῖν πάντοτε, ἄλυπον ζωὴν ταῖς πρεσβείαις σου, καὶ πταισμάτων λῦσιν, καὶ πάσης ἁμαρτίας ἀποχήν, τοῖς εὐλαβῶς καταφεύγουσι, Νεῖλε τῇ σῇ χάριτι.
Ὁ Ἱερεύς
Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φμς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλομαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φσον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται3) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                               
Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθ’ ο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.

ᾨδὴ ζ ́. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λῦσιν πάσης ἐν βίῳ χαλεπῆς ἐπηρείας καὶ περιστάσεως, χαρὰν δὲ καὶ ὑγείαν, καὶ πᾶσαν εὐλογίαν, ἡμῖν αἴτει ἑκάστοτε, Νεῖλε θεράπων Χριστοῦ, παμμάκαρ Μυροβλῦτα.
ν τῷ θείῳ ναῷ σου, ἐν καιρῷ τῆς ἀνάγκης Πάτερ προσφεύγοντες, λυτρούμεθα ταχέως, τῇ σῇ ἐπιστασίᾳ, ἐπελθούσης στενώσες· ὅτι προστάτην ἡμῶν, πλουτοῦμέν σε καὶ ῥύστην.
Γαληνῶς διανύειν, τὰς ἡμέρας τοῦ βίου ἡμᾶς ἀξίωσον, ἐν πάσῃ εὐπραγίᾳ, καὶ ἀρετῶν τῇ κτήσει, καὶ ἠθῶν κοσμιότητι, τῇ ἀντιλήψει τῇ σῇ, ὦ Μυροβλῦτα Νεῖλε.
Θεοτοκίον.
ξ ὁδοῦ ἀπωλείας, πρὸς ὁδὸν σωτηρίας Κόρη με ἕλκυσον, καὶ λάμπρυνον τὸν νοῦν μου, φωτὶ τῆς μετανοίας, συμπαθεῖ σου χρηστότητι, ὡς ἂν τοῦ ἄνω φωτός, ἴδω τὰς ἐπιλάμψεις.

ᾨδὴ η ́. Τὸν Βασιλέα.
είθροις ἐνθέοις, τῶν ἡδυπνόων σου μύρων, εὐωδίασον ἡμῶν τὰς διανοίας, Νεῖλε Μυροβλῦτα, Ὁσίων μέγα κλέος.
σθενημάτων, καὶ πάσης ἄλλης ἀνάγκης, ἐλευθέρωσον τοὺς πίστει προσιόντας, Νεῖλε Μυροβλῦτα, τῇ θείᾳ σου πρεσβείᾳ.
Σκανδάλων ἅπαν, καὶ πᾶσαν βλάβην καὶ λύπην, ἀποδίωξον ἐξ οἰκιῶν ταχέως, Νεῖλε Μυροβλῦτα, τῶν σὲ ὑμνολογούντων.
Θεοτοκίον.
ασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ παράσχου μοι δάκρυα μετανοίας, ἵνα ἀποπλύνω, τὸν ῥῦπον τῶν παθῶν μου.

ᾨδὴ θ ́. Κυρίως Θεοτόκον.
Μυρίπνοον ὡς κρίνον, πάντοτε εὐφραίνεις, τοὺς προσιόντας σοι Νεῖλε ἐκ πίστεως, καὶ τὴν ὀσμὴν τῆς κακίας διώκεις Ἅγιε.
δύνης τὴν ψυχήν μου, ῥῦσαι ὀλεθρίου, καὶ ῥῶσιν δὸς μοι τῷ σώματι Ὅσιε, καὶ τῷ νοΐ μου τὸν φόβον Νεῖλε τὸν κρείττονα.
ψόθεν μὴ ἐλλείπεις, Πάτερ προστατεύων, τῶν ἀδιστάκτων ψυχῇ προσιόντων σοι, πᾶσι παρέχων ἐν βίῳ τὴν σὴν ἀντίληψιν.
Θεοτοκίον.
πέρφωτον δοχεῖον, τοῦ Παμβασιλέως, τοῦ προελθόντος ἀφράστως ἐκ μήτρας σου, τὴν σκοτισθεῖσαν ψυχήν μου Παρθένε λάμπρυνον.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μεγαλυνάρια.
Χαίροις Μυροβλύτα Νεῖλε σοφέ, Ἱερέων δόξα, καὶ Ὁσίων ὑπογραμμός· χαίροις Ὄρους Ἄθω, τὸ παντευῶδες ἄνθος, καὶ πρέσβυς ἡμῶν μέγας, πρὸς τὸν Φιλάνθρωπον.
σκησας ἐν Ἄθῳ ὑπερφυῶς, καὶ ἐμεγαλύνθης, τῇ τοῦ Πνεύματος δωρεᾷ· μύρα γὰρ εὐώδη, ἀνέβλυσας ὁσίως, ὦ Νεῖλε θεοφόρε, ἀπὸ τοῦ τάφου σου.
Χαίροις μυροθήκη ἡ νοητή, ἀρετῶν ἁγίων, καὶ ἀσκήσεως ἱερᾶς, χαίροις ἡσυχίας, καὶ ἀπαθείας ῥόδον, εὐφραῖνον Πάτερ Νεῖλε, ἡμᾶς τῷ βίῳ σου.
Τοὺς προσερχομένους πίστει θερμῇ, τῷ σεπτῷ ναῷ σου, καὶ προσπίπτοντας εὐλαβῶς, Νεῖλε Μυροβλῦτα, τῷ θείῳ σου λειψάνῳ, ἐξ ἀναγκῶν τοῦ βίου, ἀτρώτους φύλαττε.
ασιν σωμάτων ῥῶσιν ψυχῶν, ἄφεσιν πταισμάτων, καὶ οὐράνιον χαρμονήν, δίδου Μυροβλῦτα, τοῖς πόθῳ ἐξαιτοῦσι, τὴν θείαν σου πρεσβείαν, πρὸς τὸν Φιλάνθρωπον.
Χαίροις Ἐκκλησίας νέος ἀστήρ, χαίροις Ὄρους Ἄθω, ἐγκαλλώπισμα ἱερόν· χαίροις Ὀρθοδόξων, ὁ ῥύστης καὶ προστάτης, ὦ Νεῖλε Μυροβλῦτα, ἀξιοθαύμαστε.
Πᾶσαι τῶν Ἀγγέλων...

Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.
ερεύς. Ὃτι σου ἐστιν…..

Tά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.
λέησον  ἡμᾶς,* Κύριε,  ἐλέησον  ἡμᾶς,* πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες,* ταύτην  Σοι  τήν  ἱκεσίαν,* ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν,* ἐλέησον  ἡμᾶς.
Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς,* ἐπί  Σοί  γάρ  πεποίθαμεν.* Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα,* μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος*  καί  λύτρωσαι  ἡμᾶς* ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν.* Σύ  γάρ  εἶ  Θεός  ἡμῶν*  καί  ἡμεῖς  λαός  Σου,* πάντες  ἔργα  χειρῶν  Σου*  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν,* εὐλογημένη  Θεοτόκε,* ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν,* ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων·* Σύ  γάρ    σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.

ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
   πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.

ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Πρ δ το δι’ εχν·
Ἦχος β ́. Ὅτε ἐκ τοῦ ξύλου.
Νεῖλε Μυροβλῦτα θαυμαστέ, μύστα καὶ θεράπον Κυρίου, καὶ φίλε γνήσιε, σκέπε καὶ διάσωζε, ἐκ πάσης θλίψεως, τοὺς πιστῶς καταφεύγοντας, τῇ σῇ ἀντιλήψει· ἔχεις παῤῥησίαν γάρ, μεγίστην Ἅγιε, θρόνῳ παρεστὼς τοῦ Δεσπότου, ὃν ἀεὶ δυσώπει διδόναι, ἄφεσιν πταισμάτων τοῖς τιμῶσίσε.
Δέσποινα πρόσδεξαι...

Τὴν πᾶσαν ἐλπίδα μου...

Δίστιχον.
Ὀσμῇ νοητῇ τῶν μύρων σου ᾦ Νεῖλε
Γεράσιμον εὔφρανον τὸν σὲ ὑμνοῦντα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου