Παράκλησις μ.
ΝΕΣΤΟΡΟΣ.
Ποίημα Γεροντίσσης Ἰσιδώρας Ἁγιεροθεϊτίσσης
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Χαρμονικῶς δεῦτε πιστοὶ συνελθόντες, ἀνευφημήσωμεν
ᾠδαῖς ἐγκωμίων, τὸν θαυμαστὸν ἀδάμαντα τῆς πίστεως Χριστοῦ. Νέστορα τὸν
καρτερόψυχον, καὶ γενναῖον ὁπλίτην, σθένος ἐνδυθεὶς Σταυροῦ Λυαίου μεγαλαύχου·
τὴν ἐπηρμένην ἔθραυσε ὀφρύν, χαίροις βοῶντες, Μαρτύρων ἀγλάϊσμα.
Δόξα. Τὸ αὐτό.
Χαρμονικῶς δεῦτε πιστοὶ συνελθόντες, ἀνευφημήσωμεν
ᾠδαῖς ἐγκωμίων, τὸν θαυμαστὸν ἀδάμαντα τῆς πίστεως Χριστοῦ. Νέστορα τὸν
καρτερόψυχον, καὶ γενναῖον ὁπλίτην, σθένος ἐνδυθεὶς Σταυροῦ Λυαίου μεγαλαύχου·
τὴν ἐπηρμένην ἔθραυσε ὀφρύν, χαίροις βοῶντες, Μαρτύρων ἀγλάϊσμα.
Καὶ νῦν. Θεοτοκίον.
Οὑ σιωπήσομέν ποτε Θεοτόκε...
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ Κανόνος, οὗ ἡ ἀκροστιχίς: Τῶν Ἀθλητῶν τὸ καύχημα Νέστορα εὐφήμῳ.
Ἦχος πλ. δ´. ᾨδὴ α´. Ὑγρὰν διοδεύσας.
Τὸ ὄμμα ψυχῆς μου ἱκετικῶς, πρὸς σὲ νῦν ἐπαίρω, τὴν
πρεσβείαν σου ἐκζητών, τοῦ μέλπειν ᾠδαῖς χαριστηρίοις, τὴν σὴν ἀνδρείαν ὦ
Νέστορ στεῤῥόψυχε.
Ὡραῖος τὸ σῶμα καὶ τὴν ψυχήν, τῷ κάλλει ὡραίῳ ὑπὲρ
πάντας υἱοὺς βροτῶν, ὦ Νέστορ πιστῶς κατηκολούθεις· καὶ Μαρτυρίου τὴν τρῖβον
διήνυσας.
Νεάζων τῷ σώματι Ἀθλητά, ἐνέδρας ἀρχαίου ἐξενεύρισας
πτερνιστοῦ, καὶ ἄθλοις γενναίοις ὡμολόγεις, τὸν ἡμερῶν τε καὶ χρόνων ἐπεκεῖνα.
Θεοτοκίον.
Ἀγγέλων ἐξέπληξας τοὺς χορούς, Πάναγνε Παρθένε τῷ
ἀσπόρῳ σοῦ τοκετῷ, Αὐτὸν σὺν Ἀγγέλοις ἐκδυσώπει, τοῦ οἰκτειρῆσαι ἡμᾶς τοὺς
ὑμνοῦντάς σε.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Θυρεῷ εὐσεβείας, καθοπλισθεὶς ἔνδοξε, καὶ ἀναλαβὼν
πανοπλίαν, Σταυροῦ ἀήττητον, πρὸς τοὺς ἀγῶνας στεῤῥῶς, ἐν τῷ σταδίῳ εἰσῆλθες,
καὶ Χριστοῦ τὸ ὄνομα, Νέστορ ἐτράνωσας.
Λογικὸν ὡς ἀρνίον, πρὸς τὴν σφαγὴν ἔδραμες, καὶ τῷ
Ἀρχιθύτῃ προσήχθης, Νέστορ ὡς ἄμωμος, καὶ ἱερὰ προσφορά, καὶ ἐθελόθυτον θῦμα,
τῷ Σταυρῷ κενώσαντι, αἷμα τὸ πάντιμον.
Ἡ τοῦ Πνεύματος χάρις, τῇ σῇ ψυχῇ ᾤκησε, καὶ χρυσοῦ
λαμπρότερον Νέστορ, σὲ ἀπειργάσατο, καὶ ἐν σταδίῳ χαλκοῦ, πλέον στεῤῥὸν σὲ
ἐδείκνυ, τῶν τυράννων θραύσαντα, βέλη ἀνίσχυρα.
Θεοτοκίον.
Τὴν πρεσβείαν σου τεῖχος, καὶ ὀχυρὸν ἔχοντες, στίφη
δυσμενῶν ἀοράτων, Κόρη τροπούμεθα, σὺν τῷ Ἀγγέλῳ διό, χαίροις ἀεὶ ἐκβοῶμεν, τῆς
χαρᾶς τῆς κρείττονος, θεῖον κειμήλιον.
Κραταίωσον, τοὺς σὲ ὑμνοῦντας ᾧ Νέστορ ἐν εὐσεβείᾳ, ὁ
νικήσας τοῦ δυσσεβοῦς Λυαίου τὴν ἔπαρσιν, καὶ δώρησαι τοὺς στεφάνους τῆς νίκης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Ὡς ὄρθρος λαμπρὸς ἐκλάμψας ἐν τοῖς πέρασιν,
εἰδώλων νυκτός, τὸ σκότος ἀπεμείωσας,
καὶ Χριστὸν τὸν ἄδυτον καταγγέλλεις ἥλιον ἅπασι, διὸ καρδίαν φώτισον ἡμῶν, ὦ
Νέστορ τῶν πόθῳ ἀνυμνούντων σε.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Ὡς ἀλάβαστρον τίμιον, οὐρανίου μύρου ἡμῖν ἐξέχεας,
εὐωδίαν τὴν ἀείῤῥυτον, καὶ χαρίτων Νέστορ τὰ δωρήματα.
Νάμα δίδως γλυκύτατον, ὡς ἀμπέλου θείας βότρυς
κατάκαρπος, Μαρτυρίου δὲ ἀπέσταξας, τοῖς ληνοῖς ὦ Νέστορ γεῦσιν ἄῤῥητον.
Τῶν αἱμάτων τοῖς ῥεύμασι, τῆς πολυθεΐας Νέστορ ἐξήρανας,
τοὺς χειμάῤῥους καὶ ἐξέβλυσας, ποταμὸν ἀκένωτον τῆς χάριτος.
Θεοτοκίον.
Ὀμβροτόκον νεφέλην σε, τὴν τὸ θεῖον μάννα ἡμῖν
παρέχουσαν, σὲ γινώσκομεν Θεόνυμφε, καὶ Ζωῆς τοῦ Ἄρτου θείαν Τράπεζαν.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Κράτος τοῦ Σταυροῦ, ἐν σταδίῳ Νέστορ ὕψωσας, καὶ
ἐπάρσεις τῶν ἀνόμων δικαστῶν, γενναίοις ἄθλοις ἐθριάμβευσας ἀήττητε.
Ἄνακτα Χριστόν, τὸν ποιήσαντα τὰ σύμπαντα, τοῖς
διώκταις ἀνεβόα εὐθαρσῶς, ὁ θεῖος Νέστωρ εἰς αἰῶνας οὐκ ἀρνήσομαι.
Ὕλην τὴν σαθράν, τῶν εἰδώλων ἀπετέφρωσας, τῆς ἀθλήσεως
πυρὶ θεουργικῷ, πιστοὺς ἀρδεύων δροσοβόλῳ Νέστορ χάριτι.
Θεοτοκίον.
Χεῖρας ἐκτενῶς, Μητρικὰς Ἁγνὴ ἀνάγαγε, ὀφλημάτων
αἰτουμένη ἱλασμόν, τοῖς προσκυνοῦσι, τὸν σὸν τόκον Ἀπειρόγαμε.
ᾨδὴ στ´. Τὴν δέησιν.
Ἡδύλαλος, ἀηδὼν ἀέναον, μελώδεις μαρτυρικὸν Νέστορ
ᾆσμα, καὶ τῶν πιστῶν κατευφραίνεις καρδίας, τῶν ἀνυμνούντων ἐκ πόθου σὴν
ἄθλησιν, καὶ ἐκβοώντων σοι ἀεί· τῶν Μαρτύρων Χριστοῦ χαίροις σέμνωμα.
Μυρίπνοον, Παραδείσου πέφυκας, καὶ ἀείζωον καὶ τίμιον
ἄνθος, ταῖς καλλοναῖς, Μαρτυρίου ἐμπρέπων, καὶ τὰς ψυχὰς κατευφραίνων τῶν
πίστει σοι βοώντων Νέστορ ἐκ ψυχῆς, Ἀθλητῶν χαίροις θεῖον ὡράϊσμα.
Ἀνέτεινας, σῆς ψυχῆς τὰ ὄμματα, πρὸς τὸν μόνον Δυνατὸν
ἐν ἰσχύϊ, καὶ ἐνδυθείς, τὴν Αὐτοῦ πανοπλίαν, πρὸς τοὺς ἀγῶνας ἀτρόμως ἐχώρησας,
καὶ ἔλαβες Νέστορ ζωῆς τῆς ἀγήρω ἀσύλητα ἔπαθλα.
Θεοτοκίον.
Νεώσασα, τῶν βροτῶν τὸ φύραμα, τῷ κοινῷ καὶ ἀποῤῥήτῳ
σοῦ τόκῳ Κόρη σεμνή, καὶ ἡμῶν τὰς καρδίας, ἐκ τῶν παθῶν καινοποίησον κράζειν
σοι· Ἀνύμφευτε χαῖρε Χριστοῦ, τοῦ Θεοῦ φωτοφόρον παλάτιον.
Κραταίωσον, τοὺς σὲ ὑμνοῦντας ὦ Νέστορ ἐν εὐσεβείᾳ, ὁ
νικήσας τοῦ δυσσεβοῦς Λυαίου τὴν ἔπαρσιν, καὶ δώρησαι τοὺς στεφάνους τῆς νίκης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον. Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Δημητρίου τὸν συναθλητὴν καὶ ὁμόσκηνον, τὸν ἀτρόμως
πρὸς τοὺς αἰκισμοὺς εὐδρομήσαντα, καὶ Δεσπότου μαρτυρικῶς τρανώσαντα ἰσχύν·
Σταυροῦ ἔχοντα τὸν ὁπλισμόν, καὶ τοῦ Λυαίου τὴν ἰσχύν, κραταιῶς τὸν
συντρίψαντα· Νέστορα τὸν γενναῖον, ἀδάμαντα καρτερίας, τὸν μεγαλύναντα τρανῶς,
τὴν ἰσχὺν τῆς θείας πίστεως.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με
πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Ἦχος δ´: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις
Αὐτοῦ.
Στίχ.: Τοῖς Ἁγίοις, τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ
Κύριος.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. (κα΄, 12-19).
Τὸ εἰς τὸν Ὄρθρον τοῦ Ἁγίου Δημητρίου.
Δόξα. Ταῖς τοῦ
Ἀθλοφόρου…
Καὶ νῦν. Ταῖς τῆς
Θεοτόκου πρεσβείαις,…
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Χαίρει καὶ ἀγάλλεται, Θεσσαλονίκη πλουτοῦσα, θησαυρὸν
ὡς ἄσυλον, τῶν σεπτῶν Λειψάνων σου θήκην πάνσεπτον, ἐξ αὐτῆς βλύζει γάρ,
ποταμὸς καθάπερ, τῶν χαρίτων θεία νάματα· Χριστὸν ἠγάπησας, τῆς ζωῆς πηγὴν τὴν
ἀκένωτον, Αὐτοῦ τῷ φίλτρῳ ἔνδοξε, σώματος θνητοῦ κατεφρόνησας, Νέστορ διὰ
τοῦτο, ζωῆς ἐπαπολαύεις ἀληθοῦς, ἧς τὸν Χριστὸν καθικέτευε, τυχεῖν τοὺς
ὑμνοῦντάς σε.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν τῷ ἅρματι Νέστορ, μαρτυρίου ἀνῆλθες πτεροῖς
ὠθούμενος, τῆς πίστεως τῆς θείας, ἀγάπης τε τελείας, ἐφετῶν, τῇ ἀκρότητι,
συμμελωδῶν ἐκτενῶς, Ἀγγέλοις εἰς αἰῶνας.
Στηριχθεὶς ἐπὶ πέτραν, ἐντολῶν τοῦ Δεσπότου Νέστορ τὴν
ἄθραυστον, ἀκλόνητος διέβης, τὴν τρῖβον Μαρτυρίου, καὶ χειρὶ ἐστεφάνωσαι·
Ζωαρχικὴ Ἀθλητά, εὐκλείᾳ ἀκηράτῳ.
Τῶν αἱμάτων τοῖς ῥείθροις, ξηρανθεῖσαν τὴν χθόνα Νέστορ
κατήρδευσας, καὶ στάχυν τὸν πολύχουν, ἀπέδωκας πλουσίως, ἀποθήκαις τηρούμενον,
ταῖς αἰωνίαις ὑμνῶν, Χριστὸν τὸν σιτοδότην.
Θεοτοκίον.
Οὐρανῶν πλατυτέρα, ὡς ἀχώρητον Λόγον κυοφορήσασα,
ὑπάρχουσα Παρθένε, καρδίας τῶν σῶν δούλων, ἱκεσίαις σου πλάτυνον σὺν τῷ Ἀγγέλῳ
Ἁγνή, τὸ χαῖρέ σοι κραυγάζειν.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Ῥώμην ἐξ ὕψους, ἀναλαβὼν Νέστορ πᾶσαν, τοῦ ἐχθροῦ τὴν
ἰσχὺν κατεβάλου, τῷ Θεῷ προσάδων, ᾠδὰς ἐπινικίους.
Ἄνακτι πάντων, ὡς στρατευθεὶς ἑκουσίως, Βασιλείας αὐτοῦ
ἀπολαύεις, Νέστορ εἰς αἰῶνας, τῆς μὴ σαλευομένης.
Ἔαρ τὸ θεῖον, ὡς χελιδὼν Νέστορ φέρεις, παγετὸν τῶν
εἰδώλων τε παύεις, θάλπων εἰς αἰῶνας ψυχὰς τῶν σὲ τιμώντων.
Θεοτοκίον.
Ὑψηλοτέρα, τῶν Χερουβὶμ Θεοτόκε, Σεραφείμ τε Ἁγνὴ
ὑπέρτερα, πέλουσα ἐκ βάθους, παθῶν ἀνάγαγέ με.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Φρουρὸν καὶ τεῖχος μέγα, Νέστορ σὲ πλουτοῦσα, Θεσσαλονίκη καυχᾶται, βοῶσα
πιστῶς, σὺν Μυροβλύτη πρεσβείαν, ποιοῦ πρὸς Κύριον.
Ἡλίου Ἀρχιφώτου, Θρόνῳ προσεδρεύων, τῆς μετανοίας τὸ
φέγγος, παράσχου ἡμῖν, τοῖς μετὰ πίστεως Νέστορ, ἀεὶ τιμῶσί σε.
Μονὰς εἰς οὐρανίους, σὺν χοροῖς Μαρτύρων, κατασκηνώσας
ἐν δόξῃ, λιταῖς σοῦ σεπταῖς, δόξης ἱμάτιον Νέστορ, ἡμᾶς ἐπένδυσον.
Θεοτοκίον.
Ὡς πύλη κεκλεισμένη, οὖσα ὦ Παρθένε, δι᾿ ἧς διῆλθεν
ἀφράστως, Χριστὸς ὁ Θεός, τοῦ παραδείσου τὰς πύλας, ἡμῖν διάνοιξον.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως
Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια· ὧν ἡ ἀκροστιχίς: Ἰσιδώρας.
Ἱστίῳ Σταυροῦ τοῦ ζωοποιοῦ, εἰς ὅρμον περάσας τὸν
γαλήνιον ἀληθῶς, δώρησαι εὐχαῖς σου γαλήνην τοῖς ἐν βίῳ, ἀεὶ χειμαζομένοις
Νέστορ μακάριε.
Στολὴν τὴν θεόσδοτον ἐνδυθείς, αἵμασι τιμίοις
ὑφανθεῖσαν Μάρτυς Χριστοῦ, ψυχῆς τῆς ἀκαλλοῦς μου, στολὴν λιταῖς σου θείαις, ἐν
τρόποις μετανοίας Νέστορ ὠράϊσον.
Ἰάσεων ῥεῖθρα τὰ σὰ Ὀστᾶ, χαρίτων τε πλοῦτον
ἀναβλύζουσι δαψιλῶς, ἃ καὶ προσκυνοῦντες, δοξάζομεν τὸν δόντα, σὲ κρήνην
εὐλογίας Νέστορ ἀείρυτον.
Δεήθητι Νέστορ τοῦ Λυτρωτοῦ, ἅμα Δημητρίῳ τῷ στεῤῥῷ σου
χειραγωγῷ, ἐκ χειρὸς τοῦ πλάνου ἡμᾶς ἐκλυτρωθῆναι, στεῤῥῶς τε βηματίζειν ὁδὸν
σωτήριον.
Ὥριμος ὡς βότρυς Νέστορ ληνοῖς, σεπτοῦ Μαρτυρίου
ἀποστάζεις νᾶμα γλυκύ, καὶ ψυχὰς εὐφραίνεις, ἀῤῥήτῳ εὐφροσύνῃ, τῶν πόθων σου
τιμώντων τὴν θείαν Ἄθλησιν.
Ῥώμην ἐζωσμένος ἐξ οὐρανοῦ, καὶ εὐχὴν πλουτήσας
Δημητρίου τὴν πανσθενῆ, ᾔσχυνας ὦ Νέστορ Λυαῖον ἐν σταδίῳ, Χριστοῦ τὸ θεῖον
κράτος τρανώσας ἔνδοξε.
Ἄστρον ἑξανέτειλας φαεινόν, διαλύων Νέστορ τῶν εἰδώλων
τὴν ζοφεράν, νύκτα καὶ αὐγάζων πιστῶν καρδίας σέβειν, Θεότητος ἀκτίστου φῶς τὸ
τρισήλιον.
Σκίρτα καὶ ἀγάλλου πόλις λαμπρά, Θεσσαλονικέων ἡ
ἀκοίμητον ὡς φρουρόν, ἅμα Μυροβλύτη τὸν Νέστορα πλουτοῦσα, οὓς ὕμνοις ἐγκωμίων
ἀεὶ μεγάλυνε.
Μεγαλυνάρια ἕτερα.
Χαίροις τῶν Μαρτύρων θεία κρηπίς, Ἀθλοφόρων Νέστορ
ἐγκαλλώπισμα τὸ σεπτόν, χαίροις ὁ διδάσκων ἡμᾶς ἀεὶ συντρίβειν, ἐχθροῦ τὰς
πανουργίας Σταυροῦ τῷ δόρατι.
Χαίροις ἀδαμάντινε τὴν ψυχήν, καλλονῆς ἐνθέου τὸ
δοχεῖον τὸ εὐκλεές, χαίροις ὁ ἀῤῥήτου χαρᾶς ἐπαπολαύων, σὺν τάξεσι Μαρτύρων
Νέστορ πανάριστε.
Χαίροις παρθενίας ἄνθος σεπτόν, παραδείσου Νέστορ
ἐπιῤῥέον τὴν χαρμονήν, χαίροις τῶν Χαρίτων τοῦ Πνεύματος ταμεῖον, ψυχὰς πιστῶν
ἡδῦνον τῶν ἀνυμνούντων σε.
Χαίροις ὁ προσάξας Νέστορ Θεῷ, τίμιον ὡς δῶρον κεφαλήν
σου τὴν ἱεράν, χαίροις ὁ τὸ στέφος ἀντειληφὼς τῆς δόξης, ζωῆς τε τῆς ἀλήκτου
πηγὴν ἀκένωτον.
Χαίροις ὁλοκάρπωσις ἱερά, τῷ ἐπουρανίῳ Ἀθανάτῳ τε
Γεωργῷ, χαίροις τὸ εὐῶδες, θυμίαμα Κυρίου, ἀεὶ Αὐτοῦ τῷ θρόνῳ τὸ προσφερόμενον.
Χαρᾶς ἀϊδίου κατατρυφῶν, κάλλους τε ἀῤῥήτου ἀπολαύων
τὴν χαρμονήν, δώρησαι τοῖς πόθῳ ἀεὶ σὲ εὐφημοῦσιν, ἀῤῥήτου εὐφροσύνης Νέστορ τὰ
νάματα.
Ἄληκτον τὸν ὕμνον ἐν οὐρανοῖς, Νέστορ ἀναμέλπων
Ἀσωμάτων σὺν στρατιαῖς, πρόσδεξαι τὸν ὕμνον, ὃν πόθῳ σοι προσάγω, καὶ χάριν μοι
ἀντῖδος πταισμάτων λύσιν τε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς
τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα...
Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,*
Κύριε, ἐλέησον ἡμᾶς,* πάσης
γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι
τήν ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ
ἁμαρτωλοί προσφέρομεν,*
ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,*
ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ
ἡ σωτηρία τοῦ
γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Δημήτριου τοῖς λόγοις θαῤῥυνθεὶς Νέστορ ἔνδοξε, ᾔσχυνας
Λυαίου τὸ θράσος ἐν σταδίῳ ἀήττητε· καὶ ἔλαβες τὸ στέφος ἐκ χειρός, Χριστοῦ τοῦ
Ζωοδότου Ἀθλητά, διὸ πάντες τὴν ἀνδρείαν τὴν σήν, ἀεί, γεραίροντες ἐκβοῶμεν·
Χαίροις Μάρτυς στεῤῥόψυχε Χριστοῦ, χαίροις ἀξιοθαύμαστε· χαίροις Θεσσαλονίκης ὁ
φρουρός, πιστῶν τε πάντων στήριγμα.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις τῆς ἀνδρείας ὁ Κανών, χαίροις καρτερίας ἡ
στήλη, καὶ εὐτολμίας εἰκών, ἄκμων ὁ ἀλύγιστος, Χριστοῦ τῆς πίστεως· Δημητρίου ὁ
σύναθλος, Δαυΐδ ὥσπερ ἄλλος, τύραννον ἀπέκτεινας σφενδόνη πίστεως λίθον ὡς
πανίσχυρον ἔχων, τίμιον Σταυρόν, χαίροις Νέστορ, τῶν πιστῶς τιμώντων σὲ τὸ
στήριγμα.
Δίστιχα.
Ταπεινόν μου δώρημα τῶν ὕμνων μὴ
παρίδῃς
ὁ δωρησάμενος Χριστῷ Νέστορ αἱμάτων
ῥεῖθρα.
Βασιλεῖ οἰκείωσον ἐπουρανίῳ
τὴν πιστῶς σὲ μέλψασαν Νέστορ στεῤῥὲ
ὁπλῖτα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου