Παράκλησις ἁγ.
ΒΗΣΣΑΡΙΩΝΟΣ Ἀρχιεπισκόπου Λαρίσης
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.
Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ
Τροπάριον.
Ἦχος δ΄. Ὁ
ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ τοῦ Χριστοῦ ἱερομύστῃ προσδράμωμεν, οἱ ἐν νόσοις χαλεπαῖς κατακείμενοι,
ἐν κατανύξει κράζοντες ἐκ βρέφου ς ψυχῆς· Ἅγιε βήθησον, Βησσαρίων θεόφρον,
σπεῦσον ἐξελοῦ ἡμᾶς, τῆς δεινῆς ἀσθενείας, μὴ άποστρέψῃ ὑγείας κενούς, τοὺς
προσκυνοῦντας τὴν πάνσεπτον κάραν σου.
Δόξα. Καὶ
νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ
Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ
διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους
σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος
πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Νόσος συνεχόμενος χαλεπῇ, πρὸς καταφεύγω, τὴν ὑγείαν ἐπιζητῶν, ὦ πάτερ
θεόφρον Βησσαρίων, ὀξύς μοι νῦν ἰατρὸς ἐπιφάνηθι.
Πειρασμῶν κλοιοῦσί με προσβολαί, δεινῆς ἀθυμίας ἐμπιπλῶσαί μου τὴν ψυχήν,
γαλήνην παράχου Βησσαρίων, τῷ τῇ θείᾳ κάρᾳ σου πίστει προστρέχοντι.
Χριστὸν τὸν Σωτῆρα Πάτερ σοφέ, δυσώπει ἀπαύστως, λυτρωθῆναί με τῶν κακῶν,
σοὶ γὰρ νῦν προσφεύγω Βησσαρίων, πνεῦμ’ ἀνατείνων καὶ διάνοιαν.
Θεοτοκίον.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχὴν, ἐπισκοπης θείας καὶ προνοίας τῆς παρὰ Σοῦ,
ἀξίωσον μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
ᾨδὴ γ΄. Σὺ εἶ
τὸ στερέωμα.
Σὺ ἡμῶν βοήθεια, ὦ Βησσαρίων μακάριε, σὺ ἰατρὸς παθῶν ἀνιάτων, καὶ δεινῶν
ἀπολύτρωσις.
Κάρα σου ἡ πάνσεπτος, πηγάζει χύδην τὰ θαύματα, πᾶσι πιστοῖς, τοῖς
προσκαλουμένοις, εἰς παθῶν ἀπολύτρωσιν.
Ξένα καὶ παράδοξα, βλύζουσι θαύματα ἔνδοξε, κάρας ἐκ σῆς, τοῖς πιστῶς
αἰτοῦσι τὴν θερμήν σου ἀντίληψιν.
Θεοτοκίον.
Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις σου πάναγνε, τὰς προσβολὰς ἀποκρουομένη,
τῶν δεινῶν περιστάσεων.
Διάσωσον, ἐκ νοσημάτων τοὺς δούλους σου Βησσαρίων, ὅτι πίστει μετὰ Θεὸν εἰς
σὲ καταφεύγομεν, τὴν κάραν σου προσκυνοῦντες ἐκ πόθου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος
κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα. Ἦχος
β΄. Πρεσβεία θερμή.
Νοσοῦντας ἡμᾶς καὶ πίστει καταφεύγοντας, πρὸς σκέπην τὴν σὴν Βησσαρίων
μακάριε, ἴασαι τάχος δεόμεθα, ὡς ἰατρὸςπανάριστος, καὶ ἐκ κινδύνων λύτρωσαι
ἡμᾶς, ἐκ πόθου τὴν κάραν σου γεραίροντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πρεσβεία θερμή καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγὴ τοῦ κόσμου καταφύγιον,
ἐκτενῶς βοῶμέν Σοι· Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,
ἡ μόνη ταχέως προστατεύουσα.
ᾨδὴ δ΄.
Εἰσακήκοα Κύριε.
Τοὺς θορύβους τοῦ βίου μου, ἱεράρχα κόπασον ταῖς πρεσβείαις σου, καὶ τὸν
κλύδωνα κατεύνασον, τῶν παθῶν ψυχῆς, καὶ τοῦ σαρκίου μου.
Ὁ Χριστὸς Ὃν ἐπόθησας, καὶ δι’ Ὃν ἡγήσω πάντα ὡς σκύβαλα, ξεφαλὴν σὴν
ἐδωρήσατο, τοῖς νοσοῦσι μέγα παραμύθιον.
Ἀπολαύοντες πάντοτε, Βησσαρίων Πάτερ τῶν δωρημάτων σου, ἀναμέλπομεν
ἐφύμνιον, οἱ γινώσκοντές σε εὐεπήκοον.
Θεοτοκίον.
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι Σε
πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα.
ᾨδὴ ε΄.
Φώτισον ἡμᾶς.
Ἔμπλησον χαρᾶς, Βησσαρίων τὴν ἐμὴν ψυχήν, βεβυθισμένην ἐν περιστάσεσι, καὶ
ἐπιφοραῖς ἀνιαραῖς κινδυνεύουσαν.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων Βησσαρίων σοφέ, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον,
καὶ δυσώπει ἐκτενῶς, ὑπὲρ ἡμῶν τὸν Θεόν
Παῦσον τὴν δεινήν, τῆς ἐμῆς ψυχῆς ἀσθένειαν, ἐν κατανύξει θερμῇ δέομαι, ὦ
Βησσαρίων, Ἱεράρχα παμμακάριστε.
Θεοτοκίον.
Ἴασαι ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς Σου ἀξιώσασα, καὶ τὴν
ὑγείαν, τῇ πρεσβείᾳ Σου παράσχου μοι.
ᾨδὴ στ΄.
Ἱλάσθητί μοι Σωτήρ.
Ἡ σὴ σεπτὴ κεφαλή, θεόθεν χάριν ἐδέξατο, ἰᾶσθαι πάθη βροτῶν, ἐλαύνειν τε
δαίμονας, λοιμῷ συσχεθέντας τε, τῷ πανώλει τάχος, ἐξαιρεῖσθαι παμμακάριστε.
Ἐβίωσας ἐπὶ γῆς, ὡς ἄσαρκος παναοίδιμε, ἰσάγγελον δὲ τιμήν, Χριστός σοι
δεδώρηται· διὸ καὶ ἡ κάρα σου, πηγάζει ὡς κρήνη, τοῖς νοσοῦσι τὰ ἰάματα.
Ἡ Λάρισσα ἐπὶ σοί, ἐν δίκῃ μάκαρ ἀβρύνεται· Δουσίκου δὲ σὴ Μονή, δικαίως
ἀγάλλεται, τὴν πάντιμον ἔχουσα, κεφαλήν σου Πάτερ, θησαυρὸν ὥσπερ πολύτιμον.
Θεοτοκίον.
Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις Σου, Θεογεννήτορ ἁγνή· καὶ
τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ Σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ
τοῦ Θεοῦ.
Διάσωσον, ἐκ νοσημάτων τοὺς δούλους σου Βησσαρίων, ὅτι πίστει μετὰ Θεὸν εἰς
σὲ καταφεύγομεν, τὴν κάραν σου προσκυνοῦντες ἐκ πόθου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων
τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον.
Ἦχος β΄. Ἐπεφάνης σήμερον.
Κατανύξει κράζομεν, καὶ θερμῇ πίστει· Βησσαρίων Ἅγιε, ἐκ τοῦ δεινοῦ λοιμοῦ ἡμᾶς,
καὶ πάσης νόσου ἐκλύτρωσαι, τοὺς προσκυνοῦντας, τὴν ἐνδοξον κάραν σου.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με
πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ
μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ
Ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον Ἱεραρχικόν: Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας...
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην
ἀποθέμενοι.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ψυχῇ τε καὶ σώματι, νοσοῦντες δεῦτε ἐν πίστει, νῦν κατασπαζόμενοι ἁγιάσθητε·
νόσους γὰρ παύεται, δαίμονας ἐλαύνει, καὶ ψυχῆς ἰᾶται πταίσματα· καὶ γὰρ
ἐδέξατο, χύδην ἐκ Κυρίου τὰς χάριτας, Βησσαρίων ὁ μέγιστος, ζήσας ἐπὶ γῆς ὥσπερ
ἄσαρκος· σημεῖα δὲ ταῦτα τὰ θαύματα, καὶ κάρα ἡ σεπτή· ἣν προσκυνοῦντες
δεόμεθα· σῶσον ἡμᾶς Κύριε.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ
τῆς Ἰουδαίας.
Τῷ ἁγίῳ τεμένει ἐν ᾧ σῶμα τὸ θεῖόν σου κστατέθειται, προστρέχωνς πᾶς τις
πίστει, εὐμοιρεῖ ἰαμάτων καὶ κραυγάζει γηθόμενος· ὁ τῶν Πατέρων ἡμῶν ἡμῶν, Θεὸς
εὐλογητὸς εἶ.
Ὢ θαῦμα πῶς τῷ τάφῳ ἀπεκρύβη ἡ κάρα σου Βησσαρίων σοφέ, ἡνίκα τὴν σωρόν σου,
τῆς πίστεως ὁ ξένος, ατεσύλει ὁ ἄθλιος· εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Ὡς καλὴ ὡς εὐώδης Βησσαρίων παμμάκαρ ὡς χαριτόβρυτος, ἡ κάρα σου τυγχάνει·
διὸ καὶ εὐχαρίστως γεγηθότες κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν ἡμῶν, Θεὸς
εὐλογητὸς εἶ.
Ὄλβον σε ἰαμάτων καὶ πηγὴν εὐσπλαγχνίας καὶ ἁγιότητος, καὶ τεῖχος σωτηρίας,
νοσούντων τε ὑγείαν, ἐπιστάμενοι κράζομεν· ὁ τῶν Πατέρων ἡμῶν ἡμῶν, Θεὸς
εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σωμάτων μαλακίας καὶ ψυχῶν ἀῤῥωστίας Θεογεννήτρια, τῶν πόθῳ προσίοντων, τῇ
σκέπῃ Σου τῇ θείᾳ θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
ᾨδὴ η΄. Τὸν
Βασιλέα.
Τοὺς ἐκ λοιμοῦ τε, καὶ πάσης ἄλλης ἀνάγκης, συσχεθέντας πάτερ Βησσαρίων,
φύλαττε καὶ σῶζε, θερμῇ σου προστασίᾳ.
Τοὺς ἐν πίστει, καὶ εὐλαβείᾳ ζητοῦντας, εἰς ἴασιν τὴν σὴν κάραν θεόφρον,
φύλαττε καὶ σκέπε, εἰς πάντας τοὺς αἰῶνας.
Τὰς ἀμπελώνων τε, καὶ ἀγρῶν ἀφορίας, νόσους τε βοσκημάτων ἀλόγων, ἄλθανον
θεόφρον, εὐχαῖς σου εὐπροσδέκτοις.
Θεοτοκίον.
Τῶν πειρασμῶν Σύ, τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε·
ὅθεν Σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄.
Κυρίως Θεοτόκον.
Ἐλλὰς σὺν Θετταλίᾳ, πέδον τε Βλαχίας, Ἠπείρου τόπος τὴν κάραν ὑμνήσατε, τοῦ
Βησσαρίωνος θείαν καὶ χαριτόβρυτον.
Πηγάζει γὰρ ὡς κρήνη, θαύματα τοῖς πόθῳ, προσκαλουμένοις αὐτὴν καὶ ἐκ
πίστεως, καὶ διασώζει ἐκ πάσης βλάβης καὶ θλίψεως.
Τοὺς πόθῳ προσκουνοῦντας, τὴν σεπτήν σου κάραν, καὶ τὴν σὴν μνήμην φαίδρῶς
ἑορτάζοντας, πατὴρ ἡμῶν Βησσαρίων, πάντας εὐλόγησον.
Θεοτοκίον.
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα Παρθένε θεράπευσον, ἐξ
ἀῤῥωστίας εἰς ῥῶσιν μετασκευάζουσα.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Ὁ τῶν Λαρισσαίων μέγας ποιμήν, καὶ τῶν μοναζόντων ὁ προστάτης καὶ ὁδηγός, Βησσαρίων πάτερ, παμμάκαρ ἱεράρχα, ἡμῶν τῶν σὲ τιμώντων ᾀεὶ μνημόνευε.
Κάραν σου τὴν θείαν ὡς θησαυρόν, ἄσυλον πλουτοῦσα, Βησσαρίων ἡ σὴ Μονή,
χαίρει καυχωμένη, καὶ σὲ ᾀεὶ δοξάζει, τὸν ῥεῖθρα ἰαμάτων ἀναπηγάζοντα.
Δέησιν προσάγαγε τῷ Θεῷ, Βησσαρίων Πάτερ, ὑπὲρ τέκνων τῶν σῶν σοφέ, τῶν τὴν
θείαν κάραν, τὴν σὴν ἐπιζητούντων, καὶ εὐλογίαν δίδου τούτοις καὶ ἔλεος.
Πᾶς ὁ τῶν Ὁσίων θεῖος χορός, καὶ ἀρχιερέων Βησσαρίων στίφος σεπτόν, θεῖόν
σου τὸ πνεῦμα, ἐδέξαντο σὺν πάσῃ, χαρᾷ ἐν τοῖς ὑψίστοις, ὡς τούτων σύσκηνον.
Τάγμασι τοῖς ἄνω συμπαρεστώς, θρόνῳ τῆς Τριάδος, καὶ σὺν στίφει ἱεραρχῶν,
καὶ χοροῖς ὁσίων, θεόφρον Βησσαρίων, μνημόνευε τελούντων ἡμῶν τὴν μνήμην σου.
Βησσαρίων πάτερ θαυματουργέ, ῥύου σοὺς ἱκέτας, ἐκ λιμοῦ τε καὶ τοῦ λοιμοῦ,
πληγῆς τε ἀκρίδος, καὶ τελευτῆς τῶν ζώων, καὶ πάσης ἄλλης βλάβης, ταῖς ἱκεσίαις
σου.
Αἴγλης ἐμφορούμενοι τριλαμποῦς, ἐν μεθέξει θείᾳ, Βησσαρίων σὺν τῷ σοφῷ,
Ἀχιλλείῳ ἅμα, καὶ τῷ Οἰκουμενίῳ, ἀκτῖνα φωτοφόρον, ἡμῖν ἐκπέμψατε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ
Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα...
Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,*
Κύριε, ἐλέησον ἡμᾶς,* πάσης
γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι
τήν ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ
ἁμαρτωλοί προσφέρομεν,*
ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,* ἐλπίζοντες εἰς
Σέ μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ ἡ σωτηρία
τοῦ γένους τῶν
Χριστιανῶν.
Ἐκτενής
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β’. Ὅτε
ἐκ τοῦ ξύλου.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, πάτερ θεόφρον Βησσαρίων, ἵνα
προσκυνῶμέν σου κεφαλὴν τὴν χαριτόβρυτον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης
ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν
σκέπην Σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου