Παράκλησις ΠΑΝΑΓΙΑΣ
ΠΑΝΤΑΝΑΣΣΗΣ.
Ποίημα τοῦ ταπεινοῦ Ἐπισκόπου Κυρίλλου, τοὐπίκλην Κογεράκη,
Μητροπολίτου τῆς Ἁγιωτάτης Μητροπόλεως Ρόδου.
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων
τῶν
χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Παντανάσσης ἀδελφοὶ Θεοτόκου, δεῦτε προσπέσωμεν
πιστῶς τῇ Εἰκόνι, καὶ ὡς ἐξ ἑνὸς στόματος, βοήσωμεν Αὐτῇ· Δέσποινα Πανάχραντε,
ἡ Χριστὸν τὸν Σωτῆρα, κτίσεως τὸν Ἄνακτα, ἀποῤῥήτως τεκοῦσα, ὑπὲρ ἡμῶν ἱκέτευε
Αὐτόν, τῶν εὐλαβῶς προστρεχόντων τῇ σκέπῃ Σου.
Δόξα. Τὸ αὐτό.
Τῆς Παντανάσσης ἀδελφοὶ Θεοτόκου, δεῦτε προσπέσωμεν πιστῶς τῇ Εἰκόνι, καὶ ὡς ἐξ ἑνὸς στόματος, βοήσωμεν Αὐτῇ· Δέσποινα Πανάχραντε, ἡ Χριστὸν τὸν Σωτῆρα, κτίσεως τὸν Ἄνακτα, ἀποῤῥήτως τεκοῦσα, ὑπὲρ ἡμῶν ἱκέτευε Αὐτόν, τῶν εὐλαβῶς προστρεχόντων τῇ σκέπῃ Σου.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν
οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων
κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ·
Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχὶς ἐν τῷ δ´ Τροπαρίῳ ἑκάστης Ὠιδῆς· Κυρίλλου.
Ὠδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Παντάνασσα Μῆτερ Θεοῦ Ἁγνή, Δέσποινα Μαρία, τῶν
ἀνθρώπων καταφυγή, πρόσδεξαι ἡμῶν τὴν ἱκεσίαν, καὶ δίδου πᾶσι τὴν ἄφθονον χάριν
Σου.
Παντάνασσα Μῆτερ Θεοῦ Ἁγνή, Ἄχραντε Παρθένε, τῶν
Ἀγγέλων ἡ βασιλίς, δεῦρο πρὸς ἡμᾶς τοὺς ἀναξίους, τὴν προστασίαν Σου πᾶσι
παρέχουσα.
Παντάνασσα Μῆτερ Θεοῦ Ἁγνή, Πανύμνητε Κόρη, ἡ ἀντίληψις
τῶν πιστῶν, ῥῦσαι τοῦ ἐχθροῦ τῆς πονηρίας, τοὺς προσιόντας τῇ θείᾳ Εἰκόνι Σου.
Κινδύνων παντοίων καὶ συμφορῶν, Παντάνασσα Μῆτερ, ταῖς
πρεσβείας Σου πρὸς Θεόν, ἐκλύτρωσαι πάντας τοὺς φωνοῦντας, ἐν κατανύξει τὸ
θεῖόν Σου ὄνομα.
Ὠδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ω῏ Παντάνασσα Κόρη, Μῆτερ Θεοῦ ἄφθορε, ἀπὸ χαλεπῶν
συμπτωμάτων, νόσων καὶ θλίψεων, πάντας διάσωσον, τοὺς τῇ σεπτῇ Σου Εἰκόνι, πόθῳ
καταφεύγοντας, καὶ ἀνυμνοῦντάς Σε.
Ω῏ Παντάνασσα Κόρη, Μῆτερ Θεοῦ ἄφθορε, πρόσχες τῇ θερμῇ
ἱκεσίᾳ, τῶν προστρεχόντων Σοι, αὐτοῖς τὰ κρείττονα, ὡς ἀγαθὴ χορηγοῦσα· εἰς Σὲ
γὰρ ἐλπίζομεν, Θεομακάριστε.
Ω῏ Παντάνασσα Κόρη, Μῆτερ Θεοῦ ἄφθορε, δέξαι τὰς θερμὰς
παρακλήσεις, ἡμῶν τῶν τέκνων Σου· Σὲ γὰρ κεκτήμεθα, καταφυγὴν ἐν ἀνάγκαις, καὶ
θερμὴν ἀντίληψιν, ἐν περιστάσεσιν.
Υ῾περύμνητε Κόρη, Μῆτερ Θεοῦ ἄφθορε, παρὰ τοῦ ἐκ Σοῦ
σαρκωθέντος, δι᾿ ἀγαθότητα, εἰρήνης αἴτησαι, ἀστασίαστου τὴν χάριν, ταῖς ψυχαῖς
Παντάνασσα, τῶν ὑμνολόγων Σου.
Διάσωσον, εὐλογημένη Παντάνασσα Θεομῆτορ, ἀπὸ παντοίας
ἐν βίῳ κακώσεως, τοὺς προσιόντας Εἰκόνι Σου τῇ τιμίᾳ.
Ε᾽πίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ ὧν ἡ
Ἱερά Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Παρθένε Ἁγνή, Θεοῦ Μῆτερ Παντάνασσα, προστάτις θερμή,
γενοῦ καὶ καταφύγιον, κραταιὰ ἀντίληψις, καὶ ταχεῖα ἐν πᾶσι βοήθεια, τοῖς
εὐσεβῶς προσνέμουσι τιμήν, ἀεὶ τῇ Εἰκόνι Σου Θεόνυμφε.
Ὠδὴ δ´. Εἰσακήκοα Κύριε.
Ω῏ Παντάνασσα Δέσποινα, δέξαι τὴν ἐκ πίστεως ταύτην
δέησιν, καὶ ἐλέησον τοὺς δούλους Σου, τοὺς γονυπετοῦντας τῇ Εἰκόνι Σου.
Ω῏ Παντάνασσα Δέσποινα, ἐν ἡμέρᾳ θλίψεως καὶ κακώσεως,
μὴ παρίδῃς τοὺς οἰκέτας Σου, τοὺς τῇ προστασίᾳ Σου ἐλπίζοντας.
Ω῏ Παντάνασσα Δέσποινα, αἴγλῃ τῶν χαρίτων Σου
καταλάμπρυνον, τὰς καρδίας τῶν τιμώντων Σου, τὴν σεπτὴν Εἰκόνα μετὰ πίστεως.
Ρ῾ῶσιν δίδου καὶ δύναμιν, Πάναγνε Παντάνασσα τοῖς
προστρέχουσι, τῇ Μονῇ Σου μετὰ πίστεως, καὶ ἀσπαζομένοις τὴν Εἰκόνα Σου.
Ὠδὴ ε´. Φώτισον ἡμᾶς.
Μῆτερ τοῦ Θεοῦ, Ὑπερύμνητε Παντάνασσα, τοῦ ἁγίου Σου προσώπου τῷ φωτί, τὰς ψυχὰς τῶν οἰκετῶν Σου καταλάμπρυνον.
Μῆτερ τοῦ Θεοῦ, Ὑπερύμνητε Παντάνασσα, πρὸς μετάνοιαν
ὁδήγησον ἡμᾶς, τοὺς τιμῶντας ὀρθοδόξως τὴν Εἰκόνα Σου.
Μῆτερ τοῦ Θεοῦ, Ὑπερύμνητε Παντάνασσα, μὴ ἐλλίπης
ἐφορῶσα ἐφ᾿ ἡμᾶς, τοὺς προστρέχοντας τῇ σκέπῃ τῆς πρεσβείας Σου.
Ι῎ασαι ἡμῶν, τὴν ἀσθένειαν Παντάνασσα, ἐξ Εἰκόνος Σου
ἐκβλύζουσα ἡμῖν, τοῦ ἐλέους Σου τὴν χάριν τὴν σωτήριον.
Ὠδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Παντάνασσα, Παναγία Δέσποινα, ἐκτενῶς τὸν Βασιλέα τοῦ
κόσμου, τὸν σαρκωθέντα ἐκ σΣῦ ἀπειράνδρως, ὑπὲρ ἡμῶν ἐκτενῶς καθικέτευε, ἵνα
ῥυσθῶμεν διὰ Σοῦ, πειρασμῶν ἀδοκήτων καὶ θλίψεων.
Παντάνασσα, Παναγία Δέσποινα, τὰ πολλά Σου μεγαλεῖα
ὑμνοῦμεν, καὶ ἐν Εἰκόνι τὴν θείαν μορφήν Σου, ἐνατενίζοντες πόθῳ βοῶμέν Σοι·
ἀπάλλαξον ὡς ἀγαθή, ὀδυνῶν τῶν κατ᾿ ἄμφω τοὺς δούλους Σου.
Παντάνασσα, Παναγία Δέσποινα, παρεστῶτες τῇ σεπτῇ Σου
Εἰκόνι, καὶ τοῦ Ἀγγέλου τὸ Χαῖρε βοῶντες, παρακαλοῦμέν Σε οὕτω κραυγάζοντες·
ἐλέησον ἡμᾶς Ἁγνή, ἡ ἐλέους τεκοῦσα τὸν Ἄρχοντα.
Λαμπρύνεται ἡ Μονή Σου Ἄχραντε, ὡς ἐχέγγυον τῆς Σῆς
προστασίας, τὴν θαυμαστήν Σου Εἰκόνα πλουτοῦσα, ἐξ ἧς τὸ ὕδωρ ἀφθόνως
ἀνάβλυσον, τῶν μητρικῶν Σου οἰκτιρμῶν, τοῖς τιμῶσί Σε ὕμνοις Παντάνασσα.
Διάσωσον, Εὐλογημένη Παντάνασσα Θεομῆτορ, ἀπὸ παντοίας
ἐν βίῳ κακώσεως, τοὺς προσιόντας Εἰκόνι Σου τῇ τιμίᾳ.
Α῎χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα. Ἦχος β´. Τοῖς τῶν αἱμάτων Σου.
Τῆς Παντανάσσης Παρθένου προσπέσωμεν, τῇ ὑπερτίμῳ
Εἰκόνι κραυγάζοντες· Ἀπείρανδρε Πάναγνε Δέσποινα, τὸν σαρκωθέντα ἐκ σοῦ
καθικέτευε, σωθῆναι ἡμᾶς τοὺς ὑμνοῦντάς σε.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με
πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Ἦχος δ´. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ
σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α´ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς
τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου
καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς
Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ
Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ
εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ
Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου
ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα
ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ·
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ
Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ
νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον
τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς
τὸν οἶκον αὐτῆς.
Δόξα. Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ
πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ
πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Α῎χραντε Παντάνασσα, εὐλογημένη Μαρία, τῇ σεπτῇ Εἰκόνι Σου, πάντες
καταφεύγομεν, οἱ ἀνάξιοι, καὶ χεῖρας αἵροντες, πρὸς Σὲ ἱκεσίας, ἐκ καρδίας
ἀνακράζομεν· Δέσποινα Πάναγνε, ἡ τὸν Βασιλέα τῆς κτίσεως, τεκοῦσα ὑπὲρ ἔννοιαν,
καὶ Παρθένος ἄφθορος μείνασα, ἀεὶ ἐκδυσώπει, Αὐτὸν ἐν παῤῥησίᾳ μητρικῇ, ἵνα
σωθῶμεν Πανύμνητε, οἱ ὑμνολογοῦντές Σε.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ω῏ Παντάνασσα Κόρη, Θεοτόκε Παρθένε, Μῆτερ Χριστοῦ τοῦ
Θεοῦ, ἡμᾶς τῆς μητρικῆς Σου, ἀξίωσον ἀγάπης, τοὺς ἐκ πόθου βοῶντάς Σοι· χαῖρε
πασῶν δωρεῶν, Πάναγνε τὸ ταμεῖον.
Ω῏ Παντάνασσα Κόρη, Θεοτόκε Παρθένε, Μῆτερ Χριστοῦ τοῦ
Θεοῦ, δυσώπει παῤῥησίᾳ, ἵνα τῆς ἀκηράτου, χαρμονῆς ἀπολαύσωμεν, οἱ τῆς σεπτῆς
σου μορφῆς, τὸ ἔκτυπον τιμῶντες.
Ω῏ Παντάνασσα Κόρη, Θεοτόκε Παρθένε, Μῆτερ Χριστοῦ τοῦ
Θεοῦ, μὴ παρασιωπήσῃς, ὑπὲρ ἡμῶν ἀπαύστως, τοῦ βοᾶν πρὸς τὸν Κύριον, τῶν
προσιόντων τῇ Σῇ, ἐκ πίστεως Εἰκόνι.
Λυτρωτὴν ἡ τεκοῦσα, τῶν ἀνθρώπων τῷ γένει, τὸν Βασιλέα
Χριστόν, Παντάνασσα Παρθένε, ἡμᾶς τοὺς ταπεινούς Σου, ὑμνολόγους ὡς
εὔσπλαγχνος, λύτρωσαι πάσης ὀργῆς, τῇ θείᾳ χάριτί Σου.
Ὠδὴ η´. Τὸν Βασιλέα.
Θεοκυῆτορ, Παντοβασίλισσα Κόρη, ἡμῖν ἴαμα ἡ χάρις Σου
γενέσθω, τοῖς ἀσπαζομένοις, τὴν θείαν Σου Εἰκόνα.
Θεοκυῆτορ, Παντοβασίλισσα Κόρη, ἐξ Εἰκόνος Σου τὸ φῶς
τῶν οἰκτιρμῶν Σου, ἀνάτειλον πᾶσι, τοῖς Σὲ ὑμνολογοῦσι.
Θεοκυῆτορ, Παντοβασίλισσα Κόρη, σκέπε φύλαττε τὴν
ποίμνην Σου καί σῷζε, ὡς τῇ προστασίᾳ, τῇ Σῇ ἀνακειμένην.
Ο῎μβρισον Κόρη, τῆς χάριτός Σου τὸ ὕδωρ, ἐκ τῆς θείας
Σου Εἰκόνος τῷ λαῷ Σου, τῷ Σὲ εὐλογοῦντι, Παντάνασσα ἐκ πόθου.
Ὠδὴ θ´. Κυρίως Θεοτόκον.
Παντάνασσα Παρθένε, Δέσποινα Μαρία, τοῦ γλυκασμοῦ τῆς
θερμῆς συμπαθείας Σου, ἡμᾶς ἀξίωσον πάντας, τοὺς προσιόντας Σοι.
Παντάνασσα Παρθένε, Δέσποινα Μαρία, τῇ μητρικῇ Σου
στοργῇ περιποίησαι, τοὺς τῇ σεπτῇ Σου Εἰκόνι, τιμὴν προσνέμοντας.
Παντάνασσα Παρθένε, Δέσποινα Μαρία, τῆς τῶν παθῶν
τυραννίδος ἀπάλλαξον, τοὺς εὐλαβῶς ἀνυμνοῦντας, τὰ μεγαλεῖά Σου.
Υ῾πέραγνε Μαρία, Κεχαριτωμένη, Εὐλογημένη Παρθένε
Παντάνασσα, ὡς ἀγαθὴ τῇ φωνῇ μου, πρόσχες καὶ σῶσόν με.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Δεῦτε Παντανάσσης τὴν ἱεράν, Εἰκόνα ἐν πίστει,
ἀσπασώμεθα ἀδελφοί˙ βρύει γὰρ θαυμάτων, τὰ ῥεῖθρα ἀενάως, παθῶν τὰς
βορβορώδεις, πηγὰς ξηραίνουσα.
Χαίροις Παντευλόγητε Μαριάμ, Παντάνασσα Κόρη, ἡ τῆς
κτίσεως βασιλίς, ἡ τὸν Βασιλέα, Χριστὸν φρικτῶς τεκοῦσα, τὸν σώσαντα κατάρας,
γένος τὸ βρότειον.
Δέσποινα Μαρία Μῆτερ Θεοῦ, Παντάνασσα Κόρη, τὸν Υἱόν
Σου ὑπὲρ ἡμῶν, θερμῶς ἐκδυσώπει, ἵνα τοῦ Παραδείσου, τοῦ γλυκυτάτου κάλλους,
καταπολαύσωμεν.
Γόνατα καρδίας ὦ ἀδελφοί, καὶ σώματος ἅμα, ὑποκλίνωμεν
εὐλαβῶς, τῇ σεπτῇ Εἰκόνι, Μητρὸς τῆς Παντανάσσης, Αὐτῇ ἀναβοῶντες· σῷζε τοὺς
δούλους Σου.
Δέξαι παρακλήσεις ὡς ἀγαθή, Παντάνασσα Κόρη, τῶν ἀθλίων
Σου ἱκετῶν, αὐτοὺς ἐκ κινδύνων, δεινῶν ἐξαιρουμένη, καὶ πειρασμῶν καὶ νόσων, τῇ
προμηθείᾳ Σου.
Χαίροις Παναγία Μῆτερ Θεοῦ, Παντάνασσα Μῆτερ, τῶν
ἀνθρώπων καταφυγή· χαίροις ἡ προστάτις, τῶν ἐπικαλουμένων, τὴν μητρικήν Σου
χάριν, ἐν περιστάσεσι.
Ταύτην Σου τὴν ποίμνην Μῆτερ Θεοῦ, ἴθυνον τῇ ῥάβδῳ, τῆς
θερμῆς Σου ἐπισκοπῆς, πρὸς τὰς σωτηρίους, νομὰς τῆς εὐσεβείας· εἰς Σὲ γὰρ τὴν
ἐλπίδα, ἔχει Παντάνασσα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα...
Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,*
Κύριε, ἐλέησον ἡμᾶς,* πάσης
γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι
τήν ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ
ἁμαρτωλοί προσφέρομεν,*
ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,*
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ ἡ σωτηρία
τοῦ γένους τῶν
Χριστιανῶν.
Ἐκτενής
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε μετὰ πίστεως θερμῆς, τῇ θαυματοβρύτῳ Εἰκόνι, τῆς
Παντανάσσης Μητρός, ἅπαντες προσπέσωμεν, καὶ ἀνακράξωμεν· ὡς οὐράνιος ἄνασσα,
τῆς κτίσεως πάσης, καὶ παντοβασίλισσα, σκέπε καὶ φύλαττε, Δέσποινα Ἁγνὴ τὸν
λαόν Σου, τὸν τῇ φοβερᾷ προστασίᾳ, τῆς σεπτῆς Σου χάριτος καυχώμενον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δίστιχον·
Κύριλλον Κόρη Παντάνασσα τὸν Ῥόδου,
σκέπε ἐν βίῳ πρεσβείαις μητρικαῖς
Σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου