Παράκλησις ΠΑΝΑΓΙΑΣ
ΜΥΡΤΙΩΤΙΣΣΗΣ Αἰτ/νίας.
Ποίημα Ἀποστόλου Παπαχρήστου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τῆς Θεοτόκου τῇ εἰκόνι προσπέσωμεν, ἐν κατανύξει
ἐκτενῶς καὶ βοήσωμεν, οἱ ἐν ποικίλαις θλίψεσιν ὑπάρχοντες, Δέσποινα, βοήθησον,
Μυρτιώτισσα πάντας, σπεῦσον ἐξελοῦ ἡμᾶς, τῶν τοῦ βίου σκανδάλων, καὶ ἐκ
δαιμόνων πάσης ἀπειλῆς, Σὺ γὰρ ὑπάρχεις ἐλπὶς τῆς ζωῆς ἡμῶν.
Δόξα. Ὁ αὐτός. Σήμερον τῆς εὐδοκίας.
Σήμερον τῆς Θεοτόκου ἡ μνήμη ἐπέφανε, δεῦτε οὖν
προθύμως Ταύτην πάντες ἀνυμνήσωμεν, ἐν ᾠδαῖς οἱ πιστοὶ τὴν πάνσεπτον
Μυρτιώτισσαν, καὶ τὴν Αὐτῆς εἰκόνα κατασπασώμεθα, βοῶντες Αὐτῇ μεγαλοφώνως καὶ
λέγοντες· χαῖρε Κεχαριτωμένη, τοῦ κόσμου ἡ ἀνάκλησις.
Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανών εἰς ἦχον πλ. δ΄, οὗ ἡ ἀκροστιχίς, Μυρτιώτισσα
σῷζε ἀεὶ πάντας· Ἀποστόλου.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Μαρία Θεόνυμφε ἡ Χριστὸν, ἀσπόρως τεκοῦσα, τὸν τὰ πάντα
τῇ Ἑαυτοῦ, δυνάμει ποιήσαντα δυσώπει, Αὐτὸν ζωῆς θείας μέτοχον δεῖξαί με.
Ὑπάρχουσα ἄβυσσος Ἀγαθὴ, Παρθένε ἐλέους τὸν εἰς βάθος
ἁμαρτιῶν, πεσόντα με σῶσον προσκυνοῦντα, καὶ ἀνυμνοῦντά Σε, ὦ Μυρτιώτισσα.
Ῥωννύμενος σθένει Σου, ὦ Ἁγνὴ, κακίαις δαιμόνων καὶ
παθῶν μου ἐκ ζοφερᾶς, λυτροῦμαι Παρθένε τρικυμίας· διὸ καὶ χαίρων τὸ χαῖρε
κραυγάζω σοι.
Τὸν ὄντα κυήσασα ἀληθῶς, διπλοῦν ταῖς οὐσίαις καὶ ταῖς
φύσεσιν, Ἁγαθὴ, Χριστὸν, Ὅν δυσώπει τὴν μονήν Σου, κινδύνων δεῖξαι ἐκ πάντων
ἀλώβητον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ἰατρεῖον, Παρθένε, τὸν Σὸν ναὸν ἔδειξας, ἄμισθον ψυχῶν
καὶ σωμάτων, ἔνθα προσπίπτοντες, πιστοὶ λαμβάνομεν τὴν θεραπείαν βοῶντες· χαῖρε
τῶν νοσούντων χαρὰ καὶ ἀντίληψις.
Ὦ Πανύμνητε Μῆτερ, Χριστιανῶν καύχημα, καὶ τῶν ἀσωμάτων
Βασίλισσα, θρόνε πύρινε, τοῦ Παντοκράτορος, Σῶν οἰκτιρμῶν καὶ θαυμάτων, δεῖξον
αἴγλην, Πάναγνε, τοῖς Σοὶ προσπίπτουσι.
Τῇ κακίᾳ δαιμόνων τρωθεὶς, Ἁγνὴ, δοῦλός Σου καὶ ἐκ
συμφορῶν τῶν ἐν βίῳ ἅμα καὶ θλίψεων, πεσὼν τῇ σκέπῃ τῇ Σῇ, αὖθις τὴν ἴασιν,
Κόρη, τῆς ψυχῆς λαμβάνει ὑμνῶν Σε γηθόμενος.
Ἵνα τί, ὦ ψυχή μου, τοῖς ζοφεροῖς πάθεσι καὶ τῇ ἁμαρτίᾳ
ἐμμένεις; τὸ τέλος ἤγγικε· δράμε οὖν πρόσπεσον, τῇ Θεοτόκῳ βοῶσα, σῶσόν με
πρεσβείαις Σου, ὦ Μυρτιώτισσα.
Διάσωσον, ὦ Μυρτιώτισσα, πάντας ἐκ τῶν κινδύνων, Σὲ γὰρ
μόνην μετὰ Θεὸν προστάτιν κεκτήμεθα, Πανύμνητε σκέπη καὶ σωτηρία.
Ἐπίβλεψον...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβεία θερμὴ, πιστῶν τὸ καταφύγιον, πεινώντων τροφὴ,
ἐχθρῶν φυγαδευτήριον, Σὺ ὑπάρχεις Ἄχραντε, καὶ μονῆς Σου φύλαξ ἀκοίμητος, ἥ
καυχωμένη πάντοτε ἐν Σοὶ, κηρύττει βροτοῖς τὰ Σὰ θαυμάσια.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σωτηρίας εἶ πρόξενος, πᾶσι τὸν Σωτήρα Χριστὸν ἡ τέξασα,
ὅθεν σῶσόν με προστρέχοντα, τῇ σεπτῇ Σου σκέπη Μυρτιώτισσα.
Σὲ προστάτιν κατέχοντες, οἱ Χριστιανοὶ δεινῶς
τιμωρούμενοι, ἐκ τῆς Ἄγαρ τῶν υἱῶν, Ἁγνὴ, συμφορῶν ἐδείκνυντο ἀμέτοχοι.
Ἀπὸ πάσης κακώσεως, θλίψεων καὶ νόσων καὶ περιστάσεων
ἐκλυτρούμεθα, Πανύμνητε, οἱ Σὲ προστασίαν προβαλλόμενοι.
Σὺ θάνατου με λύτρωσαι, Κόρη, τόν νοσοῦντα ταῖς
ἱκεσίαις Σου· τὸν Χριστὸν γὰρ πᾶσι τέτοκας, τὸν θανάτῳ λύσαντα τὸν θάνατον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὦ φωτὸς αὐγὴ, φώτισόν μου τὴν διάνοιαν, ταῖς ἀστραπαῖς
τῆς Σῆς λαμπρότητος, ἡ φῶς τοῦ κόσμου, Χριστὸν τὸν Θεὸν, κυήσασα.
Ζάλην τῶν παθῶν, συνεχόμενόν με λύτρωσαι, Ἁγνὴ ἐκ
τούτων ἡ κυήσασα, τὸν διὰ πάθους Αὐτοῦ, ἀπάθειάν μοι βλύσαντα.
Ἔχουσα Σεμνὴ, Αἰτωλία τὴν εἰκόνα Σου, φρουρὸν καὶ
τεῖχος ἀπροσμάχητον, ἐχθρῶν τὰ πλήθη ἀπελαύνει Μυρτιώτισσα.
Ἄκουσον Ἁγνὴ, τῆς ἐμῆς φωνῆς καὶ ῥῦσαί με, ἐκ δαιμόνων
τῶν κυκλούντων με καὶ γὰρ ζητοῦσιν, ὥσπερ κύνες ἀφανίσαι με.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Εἰρήνευσον τὴν ψυχήν μου, Παρθένε, καὶ ὑγείαν δὸς Σῷ
δούλῳ ἐν τάχει· Σὺ ἰατρὸς ἀσθενῶν εἶ καὶ ῥύστης, τῶν αἰχμαλώτων, διώκτην
δαιμόνων τε, ὡς Μήτηρ γὰρ τοῦ Ποιητοῦ καὶ ποιεῖς ὅσα θέλεις καὶ δύνασαι.
Ἰάσεων τὴν πηγὴν ἡ τεκοῦσα, τὸν μὴ σχόντα καὶ μηκέτι τοὺς
πόνους, ὑπενεγκεῖν καὶ τὰς νόσους δυνάμενον, ἰάτρευσόν με· Σὺ γὰρ εἶ,
ἀσθενούντων ἐλπὶς, Μυρτιώτισσα.
Προστάτις Σὺ ἐν καιρῷ τῆς δουλείας, πᾶσι γέγονας, ὦ
Μῆτερ τοῦ κόσμου, τὴν Σὴν μονὴν καὶ ναόν τοῖς παιδίοις, γραμμάτων οἶκον καὶ
ἄσυλον ἔδειξας, κηρύττοντας τὰ Σὰ σεπτὰ, μεγαλεῖα Παρθένε, τοῖς πέρασι.
Ἀνύμφευτε Θεοτόκε Ἀγγέλων, ἡ ἀσύγκριτος τῇ δόξῃ καὶ
κάλλει, τὸν τὴν ζωὴν τῶν ἀἈγέλων ἐν κόσμῳ, βιῶσαι θέλοντα δοῦλόν Σου, φθόνῳ τε,
καὶ πάσης μηχανῆς τοῦ ἐχθροῦ, προσφυγόντα Σοι, σώζεις ὑμνοῦντά Σε.
Διάσωσον...
Ἄχραντε...
Κοντάκιον. Ἦχος β΄. Προστασία.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, Αἰτωλίας σκέπη
καὶ ἰσχὺς ἀπροσμάχητε, μὴ παρίδῃς ἀπεγνωσμένων τέκνων Σου φωνὰς, ἀλλὰ σπεῦσον
καὶ νῦν ὥς ποτὲ, ἐκ τῶν τυράννων Σὸν λαὸν, τῶν ἀθέων διέσωσας, πάσης δουλείας,
Κόρη, ῥῦσαι ἡμᾶς βοῶντας· Σὺ εἶ τὸ στήριγμα ἀεὶ, Θεοτόκε τῶν τιμῶντών Σε.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με
πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον:
Μνησθήσομαι τοῦ ὀνόματός Σου...
Στ.: Ἄκουσον, Θύγατερ...
Εὐαγγέλιον, Θεομητορικόν, ἐκ τοῦ κατά Λουκὰν (α΄. 39-49, 56). Ἐν ταῖς
ἡμέραις ἐκείναις...
Δόξα. Πάτερ, Λόγε, Πνεῦμα...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Μὴ παρίδῃς, Δέσποινα, τοῦ Σοῦ ἱκέτου δεήσεις, ὅτι
ὑπερῆράν μου κεφαλὴν, Παρθένε, αἱ ἀνομίαι μου. Μολυσμὸς γέγονα, τοῦ ἀέρος
οἴμοι, θλῖψις γῆς, θαλάσσης μίασμα, ἀνθρώπων ὄνειδος, παίγνιον δαιμόνων ὁ
ἄθλιος, Ἀγγέλων θρῆνος, Ἄχραντε, ξένος τοῦ Θεοῦ καὶ ἀλλότριος. Οἴμοι, τί
ποιήσω, τὸ τέλος νῦν ἐπέστη καὶ κριτὴς, Κόρη, εἰς κρίσιν καθέζεται· σῶσόν με
πρεσβείαις Σου.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νέους, ὦ Θεοτόκε, τοὺς ἀνθρώπους τῷ Σῷ τοκετῷ ἐποίησας,
φθαρέντας παραβάσει, Ἀδὰμ τοῦ πρωτοπλάστου, καὶ κραυγάζειν ἠξίωσας· ὁ τῶν
πατέρων ἡμῶν Θεὸς, εὐλογητὸς εἶ.
Τὸν Δεσπότην τῶν ὅλων, ἐκδυσώπει, Παρθένε, σὺν θεηγόρῳ
Κοσμᾷ, μονῆς Σου τὸν ἱκέτην, Μαρτύρων καὶ Ὁσίων, Αἰτωλίας τε καύχημα, ῥῦσαι
ἡμᾶς τοῦ βοᾶν· Χριστὲ, εὐλογητὸς εἶ.
Ἀπὸ πάσης ἀνάγκης, ἐμφυλίου πολέμου, λιμοῦ, λοιμοῦ καὶ
σεισμοῦ, αἱρέσεων παθῶν τε, ἡμᾶς καὶ πάσης βλάβης, Μυρτιώτισσα, λύτρωσαι,
Χριστῷ ἐν πίστει βοᾶν· ἀεὶ εὐλογητὸς εἶ.
Σοὶ κραυγάζω, Παρθένε, ἔκτεινόν μοι Σὴν σκέπην καὶ σῷον
τήρει ἀεὶ, ἐν ὄρει τε καὶ πόλει, ἀγρῷ ἤ ἐν θαλάσσῃ ἤ ἀέρι ὑπάρχοντα, βοᾶν
Χριστῷ τῷ Θεῷ· ἀεὶ εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀπὸ πνευμάτων, τῶν πονηρῶν ὀχλουμένους, φεῖσαι Δέσποινα
σῶσον τοὺς Σοὺς δούλους, ἵνα Σε ὑμνῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Παρθενομῆτορ, τὸν Λυτρωτὴν ἡ τεκοῦσα, τοὺς δουλείᾳ καὶ
αἰχμαλωσίᾳ, καὶ ἐν φυλακαῖς ῥῦσαι, ὅπως Σε ὑμνῶμεν.
Ὅτε ὡς νέφος, ἐν τῷδε τόπῳ ἀκρίδες, φθεῖραι ἔδραμον
τοὺς ἀγρούς, Παρθένε, ἐδίωξας αὐτὰς, τοῦ λαοῦ Σε προσκυνοῦντος.
Σὲ ἱκετεύω, τοὺς πονηροὺς λογισμούς μου, τοὺς ἀεὶ τὴν ψυχήν μου
τυραννοῦντας, δίωξον Παρθένε, ἀεὶ εὐλογημένη.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τὸν Σὲ παρακαλοῦντα, καὶ πόθῳ ἐκζητοῦντα, τὴν Σὴν
ἀντίληψιν, μὴ ὑπερίδῃς Ἁγνὴ, μηδὲ κενὸν ἀποστρέψῃς, Σόν δοῦλον Ἄχραντε.
Οἱ νόσοις ἀνιάτοις, ὀχλούμενοι σωμάτων, καὶ τῶν ψυχῶν,
Μυρτιωτίσσῃ νῦν δράμετε, καὶ γὰρ παρέχει ἰάσεις πᾶσι τοῖς χρήζουσι.
Λαὸς τῆς Ἀιτωλίας, πρύτανιν Σὲ κτᾶται, καὶ τὰ περίχωρα
τεῖχος ἀκράδαντον, ἡ δὲ μονή Σου Σὲ κόσμον, ὦ Μυρτιώτισσα.
Οἱ Ἄγγελοι τὸ χαῖρε, βοῶσι Σοι Παρθένε, ἡμεῖς δὲ γόνυ
Σοι κλίνομεν κράζοντες· μὴ ὑπερίδῃς λαόν Σου, νῦν ἀπολλύμενον.
Ὑπέραγνε Μαρία, Τριάδος ὑπερθέου, δοχεῖον θεῖον Αὐτὴν
καθικέτευε, σὺν τοῖς Ἁγίοις τε σῴζεσθαι ἅπαντας.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Δεῦτε τὴν εἰκόνα τὴν ἱερὰν, τῆς Μυρτιωτίσσης ἀσπασώμεθα
εὐλαβῶς, βρύει γὰρ ἰάσεις, ψυχῶν τε καὶ σωμάτων, πιστῶν προστάτις πέλει,
ἐλαύνει δαίμονας.
Χαῖρε πλατυτέρα τῶν οὐρανῶν, καὶ μονῆς Μυρτέας, ἡ
προστάτις καὶ βοηθὸς· σκέπη Αἰτωλίας, φρουρὲ Ἀκαρνανίας, ἡμῶν ἡ προστασία,
χαῖρε Μητρόθεε.
Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ, νοσεῖ μου, καὶ
ταράττεται ἡ ψυχὴ, πρὸς Σὲ καταφεύγω, ἐλπὶς ἀπελπισμένων, μὴ μὲ παρίδῃς Μῆτερ,
φεῖσαι τοῦ δούλου Σου.
Παῦσον οἰκουμένης τὴν ταραχὴν, κόπασον πολέμους,
συνοχὴν, στάσεις τε ἐθνῶν, παῦσον Ἐκκλησίας, τὰ σκάνδαλα καὶ θλίψεις, καὶ
δώρησαι εἰρήνην, πᾶσι Παντάνασσα.
Νέον πᾶσι τέτοκας τὸν Χριστὸν, Πάναγνε, παιδίον, ὅθεν
φρούρει διηνεκῶς, ῥῦσαι σοφισμάτων, ποικίλων καὶ ἐκ μύθων, παθῶν καὶ πάσης
πλάνης, τὴν νεολαίαν Σου.
Σὺν τῷ Εὐγενίῳ τῷ Αἰτωλῷ, τῷ τὴν Σὴν Εἰκόνα,
προσκυνήσαντι Μαριὰμ, ἐν τῇ ἱερᾷ Σου, μονῇ τὴν τῆς Μυρτέας, τὸν Σὸν Υἱὸν
δυσώπει, σῶσαι τοὺς δούλους Σου.
Σκέπε, φρούρει, φύλαττε Σὴν Μονὴν, ἐξ ἐχθρῶν Παρθένε,
καὶ τῶν θλίψεων ἀβλαβῆ, τοῖς τε ἀσκουμένοις, ἐν ταύτῃ δὸς εἰρήνην, εὐχαῖς Σου
σωτηρίαν, καὶ μέγα ἔλεος.
Χαῖρε νύμφη Ἄμωμε τοῦ Πατρὸς, τοῦ Υἱοῦ ἡ Μήτηρ, χαῖρε
Πάναγνε ἀληθῶς, Πνεύματος Ἁγίου, σεπτὸν δοχεῖον, χαῖρε, Ἄγγέλων καὶ ἀνθρώπων,
χαῖρε τὸ καύχημα.
(Εἰς καιρὸν ἀνομβρίας).
Ὥς ποτε ἐῤῥύσω τὸν Σὸν λαὸν, δι’ ἀμπλακημάτων
παροργίσαντα Σὸν Υἱὸν, ἐκ τῆς ἀνομβρίας, οὕτω καὶ νῦν Παρθένε, ἡμῖν τὸν ὄμβρον
πᾶσι, δὸς καὶ συγχώρησιν.
Πᾶσαι τῶν Ἀγγέλων...
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα...
Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,*
Κύριε, ἐλέησον ἡμᾶς,* πάσης
γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι
τήν ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ
ἁμαρτωλοί προσφέρομεν,* ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,*
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ ἡ σωτηρία τοῦ
γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Θεοτόκε Παρθένε ἡμῶν ἡ λύτρωσις, ἡ Θεὸν τῶν ἁπάντων
σαρκὶ κυήσασα, ἡ Βασίλισσα ἁπάσης Κόρη κτίσεως, ἀπελπισμένων ἡ ἐλπὶς κατ’ ἄμφω
ἴασιν ἡμῖν, ὦ Μυρτιώτισσα δίδου· οἶδα γὰρ Μῆτερ Ἁγία, ὅτι ἰσχύεις ὅσα καὶ
βούλεσαι.
Ἐκτενής
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων προστατεύεις Ἀγαθὴ, τῶν τῇ Σῇ εἰκόνι ἐν πίστει
καταφευγόντων ἀεὶ, Σὺ γὰρ ἡ ἐλπὶς ἡμῶν, ὦ Μυρτιώτισσα· ψυχικὰς ἀλγηδόνας τε,
σωμάτων κακώσεις, νόσους θεραπεύεις νῦν, τὰς ἀνιάτους ἡμῶν· λύεις, τῆς μαγείας
κακίαν, πνεύματα διώκεις τῆς πλάνης, ἐκ τῶν ἱκετῶν Σου, Παναμώμητε.
Πάντων ἀσθενούντων ἡ ἐλπὶς, καὶ ἁμαρτωλῶν σωτηρία, καὶ
θλιβομένων χαρὰ, σκέπη ὀρφανῶν Ἁγνὴ, καὶ προστασία χηρῶν, ὁδοιπόρων ἀσφάλεια,
καὶ φῶς πλανωμένων, πάντων προστασία τε, τῶν πεποιθότων εἰς Σὲ, Μῆτερ τοῦ Θεοῦ
Σὺ εἶ· ὅθεν, μὴ ἐλλείπῃς εὔχεσθαι δοῦναι, Κύριον τοῖς πᾶσι τὴν συγχώρησιν.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Δι’ Εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου