Παράκλησις ΠΑΝΑΓΙΑΣ
ΠΑΜΜΑΚΑΡΙΣΤΟΥ καί Ἱερομ. ΣΕΡΑΦΕΙΜ.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ παναγίᾳ Σου Εἰκόνι Παρθένε, ἐν ᾗ καυχᾶται ἡ Μονὴ τῆς
Κορώνης, προσπίπτοντες βοῶμέν Σοι Πανύμνητε· πλήρου τὰ αἰτήματα, οἷα Μήτηρ
Κυρίου, τῶν τὴν Σὴν ἀντίληψιν, ὁλοψύχως ζητούντων, καὶ τὴν παροῦσαν φύλαττε
Μονήν, πάσης ἀνάγκης, τῇ Σῇ ἀγαθότητι.
Δόξα. Τοῦ ἁγ. Σεραφείμ. Ὅμοιον.
Τοῦ μαρτυρίου διανύσας τὸν δρόμον, παρὰ Κυρίου
θαυμαστῶς ἐδοξάσθης, Ἱερομάρτυς Σεραφεὶμ μακάριε· ὅθεν σοῦ δεόμεθα, μὴ ἐλλίπῃς
πρεσβεύων, ὑπὲρ τῶν αἰτούντων σου, τὴν θερμὴν προστασίαν, καὶ προσκυνούντων
Πάτερ εὐλαβῶς, τὴν ἱερὰν καὶ χαριτόβρυτον Κάραν σου.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε…
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανών, οὗ ἡ ἀκροστιχίς: Βοήθει ἡμῖν Παρθενομῆτορ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Βεβαία προστάτις και ἀσφαλής, ὑπάρχουσα Κόρη τῆς
παρούσης σεπτῆς Μονῆς, δίδου ἀεὶ ταύτῃ Θεοτόκε, τῇ δαψιλῇ Σου ἀντίληψιν
πάντοτε.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, τὴν Εἰκόνα Σου
τὴν σεπτήν, ἥν φλόγες ἠδέσθησαν Παρθένε, ἡμῖν πηγὴν εὐφροσύνης δεδώρησαι.
Ἡλίου τῆς δόξης ταῖς ἀστραπαῖς, λαμπόμενος Πάτερ τῶν
παθῶν μου τὸν σκοτασμόν, ταῖς σαῖς φωτοφόροις ἱκεσίαις, ὦ Σεραφεὶμ δυσωπῶ σε
διάλυσον.
Θεοτοκίον.
Θεὸν τῶν ἁπάντων καὶ Ποιητήν, τεκοῦσα ἀφράστως
διασώζοντα τὸν Ἀδάμ, σῶσόν με Παρθένε δυσωπῶ Σε, τῇ σωστικῇ Σου πρεσβείᾳ πρὸς
Κύριον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ἐν τῇ Σῇ προστασίᾳ ἡ Σὴ Μονὴ γάνυται, Κεχαριτωμένη
Παρθένε καὶ χαριστήριον, ὕμνον Σοι ᾄδουσα, τῇ Σῇ προστρέχει Εἰκόνι, καὶ
λαμβάνει πάντοτε χάριν καὶ ἔλεος.
Ἰωμένη Παρθένε τοὺς εὐλαβῶς σπεύδοντας, τῇ Σῇ παναγίᾳ
Εἰκόνι καρκίνου ἔπαυσας, πάθος δυσίατον, ὅθεν πιστῶς Σοι βοῶμεν· νόσων τε καὶ
θλίψεων ἡμῖν ἀπάλλαττε.
Ἡ δοθεῖσά σοι χάρις τεῖχος ἡμῖν γένοιτο, κατὰ προσβολῶν
ὀλεθρίων Σεραφεὶμ ἔνδοξε, τοῦ πολεμήτορος, ὅτι θερμόν σε προστάτην, ἔχοντες σε
Ἅγιε χαρᾶς πληρούμεθα.
Θεοτοκίον.
Μετὰ τόκον Παρθένος ὡς ἀληθῶς ἔμεινας, ὡς ἧς πρὸ τόκου
τεκοῦσα τὸν πάντων Κύριον, δίχα φθορᾶς καὶ φυρμοῦ, διὸ κἀμὲ Θεοτόκε, τῆς φθορᾶς
ἀπάλλαξον παθῶν θλιβόντων με.
Διάσωσον, πάσης ἀνάγκης καὶ βλάβης ταῖς Σαῖς
πρεσβείαις, Ἱερομάρτυς Σεραφεὶμ τοὺς προστρέχοντας, τῇ σῇ θερμῇ προστασίᾳ καὶ
σὲ τιμῶντας.
Ἐπίβλεψον, ἐν εὐμενίᾳ…
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαις Χριστὲ Παρθένου τῆς τεκούσης Σε, καὶ θείαις
λιταῖς Σεραφεὶμ τοῦ Παμμάκαρος, δίδου ἡμῖν ἑκάστοτε, τὰ ἐλέη Σου ὡς Ὑπεράγαθος,
καὶ τῆς μελλούσης ζωῆς καὶ χαρᾶς, ἀξίωσον πάντας ἡμᾶς Κύριε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰσχὺν δίδου Πανύμνητε, τοῖς ἐκδεχομένοις τὴν προστασίαν
Σου, καὶ ὑμνοῦσί Σου τὰ θαύματα, δι’ ὧν περιέπεις ἡμᾶς ἑκάστοτε.
Νεκρωθέντα με ζώωσον, πάθεσιν αἰσχύνης Παρθένε Ἄχραντε,
τὸν ὑμνοῦντα τῆς Εἰκόνος Σου, εὐλαβῶς τὴν χάριν τὴν σωτήριον.
Παθημάτων καὶ θλίψεων, καὶ πολυειδῶν κινδύνων
ἀπάλλαττε, Σεραφεὶμ τοὺς καταφεύγοντας, τῇ θερμῇ πρεσβείᾳ Σου ἑκάστοτε.
Θεοτοκίον.
Ἀειπάρθενε Δέσποινα, ἡ τὸν Θεὸν Λόγον ἀφράστως τέξασα,
τῆς ῥοπῆς με πρὸς τὰ χείρονα, λύτρωσαι καὶ σῶσόν με πρεσβείαις Σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥείθροις νοητοῖς, τῆς Σῆς χάριτος ἀλώβητος, ἐτηρήθη ἡ
ἁγία Σου Εἰκών, παραδόξως ἐν πυρὶ Θεοχαρίτωτε.
Θαύμασι πολλοῖς, ἐδοξάσθη Παντευλόγητε, ἡ ἁγία Σου
Εἰκὼν ἧν εὐλαβῶς, προσιόντες κομιζόμεθα πᾶν αἴτημα
Ἔχειν πρὸς Χριστόν, παῤῥησίαν πολλὴν Ἅγιε, καθικέτευε
ἀπαύστως Σεραφείμ, δοῦναι ἄφεσιν ἡμῖν τῶν παραπτώσεων.
Θεοτοκίον.
Νέκρωσον Ἁγνή, τῆς σαρκός μου τὰ φρονήματα, ἡ τεκοῦσα
τῶν ἁπάντων τὴν ζωήν, καὶ προσλήψεων δεινῶν με θᾶττον λύτρωσαι.
ᾨδὴ στ’. Τὴν δέησιν.
Οἱ πίστει, τῇ Σῇ πανσέπτῳ Εἰκόνι, προσιόντες τῇ Μονῇ
τῆς Κορώνης, πάσης ἀνάγκης λυτροῦνται Παρθένε, τῇ ἐξ Αὐτῆς προϊούσῃ λαμπρότητι,
καὶ χαριστήριον ᾠδήν, εὐχαρίστῳ καρδίᾳ Σοι ᾄδουσι.
Μονήν Σου, τὴν ἱερὰν τῆς Κορώνης, τὴν τιμῶσάν Σου τὴν
Γέννησιν Κόρη, καὶ ὡς κειμήλιον θεῖον πλουτοῦσα, τὴν θαυμαστὴν καὶ ἁγίαν Εἰκόνα
Σου, περίσωζε διὰ παντός, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἠσχύνθη, τῇ καρτερᾷ Σου ἀθλήσει, Σεραφεὶμ ὁ πολυμήχανος
ὄφις, καὶ ἐδοξάσθη Χριστὸς τοῖς Σοῖς ἄθλοις, ὁ σὲ δοξάσας θαυμάτων δυνάμεσιν, ᾧ
πρέσβευε διηνεκῶς, ἀπὸ πάσης ῥυσθῆναί με θλίψεως.
Θεοτοκίον.
Τὸν πάντων, Θεὸν καὶ Κτίστην τεκοῦσα, ἀνακτώμενον ἡμᾶς
φιλανθρώπως, ἐκ τῆς ἀρχαίας κατάρας Παρθένε, παλαιωθέντα με πάθεσι καίνισον,
καὶ ἴθυνόν με πρὸς ζωήν, καθαρὰν καὶ ἁγίαν καὶ ἄμωμον.
Διάσωσον, πάσης ἀνάγκης καὶ βλάβης ταῖς Σαῖς
πρεσβείαις, Ἱερομάρτυς Σεραφεὶμ τοὺς προστρέχοντας, τῇ σῇ θερμῇ προστασίᾳ καὶ
σὲ τιμῶντας.
Ἄχραντε…
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Τὴν ἱερὰν Σου Εἰκόνα Πανύμνητε, καὶ Σεραφεὶμ τοῦ κλεινοῦ Σου θεράποντος,
τὴν Κάραν τιμῶντες τὴν πάντιμον, ἁγιασμὸν δαψιλῆν κομιζόμεθα, καὶ νόσων καὶ
πόνων ῥυόμεθα.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με
πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Τὸ πρόσωπόν Σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον Θεομητορικόν, ἐκ τοῦ κατὰ Λουκᾶν. Ἐν ταῖς
ἡμέραις ἐκείναις, ἀναστάσα Μαριάμ…
Δόξα. Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν. Ταῖς τῆς Παναχράντου…
Προσόμοιον. Ἦχος πλ. β΄.
Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Στήλην ὡς θεόγραφον, τῆς πρὸς ἡμᾶς Σου εὐνοίας, τὴν
σεπτήν Εἰκόνα Σου, μόνη Ἀειπάρθενε θησαυρίσαντες, ἐξ αὐτῆς πάντοτε, σωτήριον
χάριν, κομιζόμεθα ὑμνοῦντές Σε, καὶ τὴν ὑπέρτιμον, Κάραν Σεραφεὶμ τοῦ
Παμμάκαρος, πλουτήσαντες Θεόνυμφε, πᾶσαν τοῦ ἐχθροῦ ἀποτρέπομεν, ἐπήρειαν
τάχος, καὶ πάσης εὐφροσύνης καὶ χαρᾶς, Θεοκυῆτορ πληρούμεθα, οἱ Σὲ
μεγαλύνοντες.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ προσπίπτοντες Κόρη τῇ σεπτῇ Σου Εἰκόνι πίστει
λαμβάνομεν, τὰς θείας χορηγίας, τῆς Σῆς ἐπιστασίας, καὶ συμφώνως κραυγάζομεν· ὁ
τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ῥῶσιν πάσι παρέχει καὶ δεσμὰ τῆς στειρώσεως λύει
Ἄχραντε, εὐτέκνους τὰς ἀτέκνους, δεικνύουσα γυναῖκας, ἡ Εἰκών Σου ἡ πάνσεπτος,
ὁμολογοῦσα πιστῶς, τὴν χάριν Σου τὴν θείαν.
Γενναιότητι γνώμης τὸν φρικτὸν καθυπέστης ἀγῶνα Ἅγιε,
διὸ ὀδυνηρῶν με, στενώσεων καὶ πόνων, Σεραφεὶμ ἀπολύτρωσαι, Ἱερομάρτυς στεῤῥέ,
ἵνα σε μακαρίζω.
Θεοτοκίον.
Ἐκ χειρῶν τοῦ δολίου τὴν ἀθλίαν ψυχήν μου λύτρωσαι Ἄχραντε, καὶ τούτου τὴν
μανίαν, κατάβαλε εἰς τέλος, καὶ βοῶντά με οἴκτειρον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς
εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν παρέχει, κατὰ ψυχήν τε καὶ σῶμα, τῆς Εἰκόνος Σου
ἡ ζωηφόρος χάρις, ὅθεν Σε ὑμνοῦμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.
Ἅπας προστρέχων, ἐν τῇ Μονῇ τῆς Κορώνης, Κόρη ῥύεται τῇ
Σῇ ἐπιστασίᾳ, πειρασμῶν παντοίων, κηρύττων Σου τὴν χάριν.
Σοῦ τὴν Ἁγίαν, καί πανσεβάσμιον Κάραν, Πάτερ ἔχοντες
κοινὸν ὡς ἰατρεῖον, Σεραφεὶμ ὑμνοῦμεν, τοὺς ἱερούς Σου ἄθλους.
Θεοτοκίον.
Ἱλέωσαί μοι, τῇ μητρικῇ Σου πρεσβείᾳ, Ὅν ἐκύησας
ἀφράστως Θεοτόκε, ἵνα μοι πταισμάτων, τὴν ἄφεσιν παράσχῃ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μυρίπνοον ὡς ῥόδον, ἡ Μονὴ Κορώνης, τὴν Σὴν Εἰκόνα
Παρθένε κατέχουσα, τῆς εὐωδίας πληροῦται τῆς Σῆς χρηστότητος.
Οὐράνωσον τὸν νοῦν μου, ἔρωτι τῷ θείῳ, ἵνα ῥυσθῶ
προσπαθείας τῆς χείρονος, καὶ πρὸς ζωὴν Θεομῆτορ θείαν με ἴθυνον.
Ὑψίστου ὡς θεράπων, Σεραφεὶμ παμμάκαρ, ὑπὲρ τῆς ποίμνης σου ταύτης ἱκέτευε,
Ἱερομάρτυς τῆς πόθῳ ἀνευφημούσης σε.
Θεοτοκίον.
Ὑπέρτερόν με δεῖξον, πάσης συναφείας, καὶ ὑλικῆς
προσπαθείας Πανύμνητε, καὶ μετανοίας τοῖς ἔργοις τὸν νοῦν μου ῥύθμισον.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίρε τῆς Κορώνης θεία Μονή, Κεχαριτωμένη Παντευλόγητε
Μαριάμ, ἔχουσα ἐν κόλποις, τὴν θείαν Σου Εἰκόνα, ἁγιασμὸν καὶ χάριν πᾶσιν
πηγάζουσαν.
Ἄφλεκτος τετήρηται ἐν τῷ πυρί, τῇ Σῇ προμηθείᾳ ἡ Εἰκών
Σου ἡ θαυμαστή, ἥνπερ προσκυνοῦντες, ἐν πίστει Θεοτόκε, λαμβάνομεν ἰάσεις ψυχῆς
καὶ σώματος.
Ὤφθης Φαναρίου θείος ποιμήν, Σεραφεὶμ θεόφρον ἐπιπνοίᾳ
τῇ θεϊκῇ, καὶ στεῤῥῶς ἀθλήσας, ὑπὲρ Χριστοῦ τῆς δόξης, πλουσίως ἐδοξάσθης,
θαυμάτων χάριτι.
Χάριν ἀναβλύζει διηνεκῶς, ἰάσεων Πάτερ, ἡ Σὴ Κάρα ἡ
ἱερά, ᾗπερ προσιόντες, λυτρούμεθα κινδύνων, ὦ Σεραφεὶμ τρισμάκαρ, τῇ προστασίᾳ
σου.
Σύντριψον Παρθένε τὸν δυσμενῆ, καὶ δίδου εἰρήνην καὶ
πταισμάτων ἀπαλλαγήν, ἡμῖν τοῖς ἐν πίστει, καὶ πάσῃ εὐλαβείᾳ, προσπίπτουσι τῇ
θείᾳ ᾀεὶ Εἰκόνι Σου.
Ῥῦσαι πάσης νόσου φθοροποιοῦ, Σεραφεῖμ παμμάκαρ καὶ τὴν
ποίμνην Σου ἀβλαβῆ, ταύτην ἀεὶ τήρει, πιστῶς σοι προσκειμένην, καὶ τὰς αἰτήσεις
πάντων πλήρου ἑκάστοτε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί…
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα...
Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,*
Κύριε, ἐλέησον ἡμᾶς,* πάσης
γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι
τήν ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ
ἁμαρτωλοί προσφέρομεν,*
ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,*
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ ἡ σωτηρία
τοῦ γένους τῶν
Χριστιανῶν.
Ἐκτενής
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας, τοὺς προστρέχοντας πιστῶς, τῇ Μονῇ Κορώνης
Παρθένε, καὶ ἐκζητοῦντας θερμῶς, τὴν ἁγίαν σκέπην Σου, καὶ τὴν βοήθειαν, καὶ
τὴν Κάραν τὴν πάνσεπτον, Σεραφεὶμ τοῦ θείου, προσκυνοῦντας Πάναγνε, θαύματα
βρύουσαν, ῥύου πειρασμῶν πολυτρόπων, καὶ πειρατηρίων παντοίων, καὶ παθῶν καί
θλίψεων δεόμεθα.
Δέσποινα πρόσδεξαι…
Τὴν πᾶσαν ἐλπίδα μου…
Δι’ Εὐχῶν.
Δίστιχον:
Κόρη Ἀειπάρθενε, Σεραφεὶμ Πάτερ,
Γερασίμου δέξασθε τὴν ἱκεσίαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου