Παράκλησις Ὁσίας
ΜΑΡΙΝΗΣ τῆς Ραϊθώ.
Ποίημα Φωτίου τινός
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ὁ Ἀναγνώστης. Ἀμήν.
Ψαλμὸς ρμβ´ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Κάθισμα. Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Προσκαταφεύγομεν τῇ σῇ προστασίᾳ, καὶ σὴν ἀντίληψιν
αἰτούμεθα πόθῳ, δαυϊτικῶς ἑκάστοτε κραυγάζοντες· Πάριδε τὰ πταίσματα, ταῖς
λιταῖς σου Μαρίνα, τῶν μνημονευόντων σου, καὶ τὴν χάριν παράσχου, ὅτι
παρίστασαι τῷ θρόνῳ τοῦ Θεοῦ, ἀκαταπαύστως Αὐτὸν ἱκετεύουσα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα
ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Θερμῶς ἱκετεύω σὲ Μῆτερ Μαρίνα. Φωτίου.
ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θαμβούμενος Μῆτερ τῷ σῷ φωτί, προσέρχομαι πίστει καὶ
αἰτοῦμαι καταλλαγήν, παθῶν πειρασμῶν καὶ ἀλγηδόνων, τῶν κατ’ ἐμοῦ κινουμένων
πρεσβείαις σου.
Ἐκ πάσης κακίας τοῦ δυσμενοῦς, βουλῆς ἀλλοτρίου καὶ
φλογώσεως τοῦ πυρός, διάσωζε πάντοτε Μαρίνα, τῶν Ὀρθοδόξων πιστῶν συστήματα.
Ῥεόντων τὸ χαῦνον καὶ εὐπειθές, ἀπὸ τῆς ψυχῆς μου
διασκέδασον σαῖς εὐχαῖς, καὶ μέτοχον ποίησόν με δόξης, τῶν ἐν Χριστῷ σεσωσμένων
πανένδοξε.
Θεοτοκίον.
Μωσῆς κατενόησεν ἐν Σινᾷ, καὶ βάτῳ πυρίνῳ Θεοτόκε τὰ
θαυμαστά, δι’ ὧνπερ βραβεύεις ἀριδήλως, τοὺς προσκυνοῦντας ἐν πόθῳ τὸν Τόκον
Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
ᾨκοδόμησον Μῆτερ τῷ θεμελίῳ τῆς πίστεως, Ἅγιον Ναὸν τοῦ
Κυρίου τὴν παναθλίαν μου, καὶ ῥυπωθεῖσαν ψυχήν, ὑπὸ παντοίας κακίας, καὶ ἐχθροῦ
κακώσεως τοῦ παναλάστορος.
Σωτηρίας κατ’ ἄμφω τὸ γλυκερὸν δώρησαι, νᾶμα τοῦ Κυρίου
Μαρίνα καὶ ποθεινότατον, οὐ γὰρ τὸ ἄντλημα, ἐγὼ ὁ τάλας κατέχω, ἀλλὰ τὴν ἐλπίδα
μου σοὶ ἀνατίθημι.
Ἱμερτῶν χαρισμάτων ἡ παροχὴ γέγονας, καὶ ἁγιασμὸν
μεταδίδεις τοῖς σὲ γεραίρουσιν, ἔχεις τὸ δύνασθαι, πάντας πλουτίζειν Μαρίνα,
τοὺς γὰρ σοὶ προστρέχοντας πόθῳ ἑκάστοτε.
Θεοτοκίον.
Κολακείας Βελίαρ τῆς πονηρᾶς Δέσποινα, καὶ τῶν
ψυχοφθόρων παγίδων ἀλεξιτήριον, καὶ ἀμυντήριον, τὸ ἀῤῥαγὲς πέλεις πάντων, τῶν παρακαλούντων
Σε ἐν περιστάσεσι.
Διάσωσον, ἀπὸ παγίδων καὶ θλίψεων καὶ κινδύνων, τοὺς
αἰτοῦντας πανευλαβῶς Μαρίνα πρεσβείαις σου, τὴν χάριν τὴν ἄνωθεν καθ’ ἑκάστην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ποικίλων παθῶν τὴν ῥῶσιν ἐν τῷ Πνεύματι, καὶ λύσιν
κακῶν Μαρίνα ταῖς πρεσβείαις σου, ἀριδήλως πάνσεπτε, ἀναβλύζεις ἑκάστῳ τῷ
πάσχοντι, καὶ προσδραμόντι σοὶ εὐλαβικῶς, καὶ σὴν ἐξαιτοῦντι τὴν ἀντίληψιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Εὐφροσύνως βοῶμέν σοι, εὐχαριστηρίους ὕμνους οἱ δοῦλοί
σου, λυτρωθέντες ἐκ τοῦ δράκοντος, τῇ ἐπιστασίᾳ σου πανθαύμαστε.
Τῆς φθορᾶς με ἀπάλλαξον, τῆς κατερχομένης καὶ
ἀπροσμάχητον, προσβολῆς ἀπὸ τοῦ ὄφεως, Μῆτερ διατήρησον τὸν δοῦλόν σου.
Ἐν θαλάσσῃ μὲ πλέοντα, καὶ ἐν δυσχερείαις πολλαῖς
διάγοντα, ταῖς πρεσβείαις σου μοὶ πάρεσον, καὶ ἐκ τοῦ βορβόρου ἐξανάστησον.
Θεοτοκίον.
Ὑπερτέρα τῆς κτίσεως, οὖσα Θεοτόκε ἅπαν ἀνθρώπινον,
πρὸς τὴν ἄνωθεν λαμπρότητα, μητρικαῖς λιταῖς Σου ὑπερύψωσον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὥσπερ τοῦ σατάν, τὰ πειράγματα νικήσασα, οὕτω κἀμοὶ
Μαρίνα τῷ ταπεινῷ, τοῦ πολεμίου τὰ πειράγματα κατάστειλον.
Σώματος Χριστοῦ, μέλος ἔνδοξον κατάστησον, τὸν
ῥυπωθέντα ὅλον με ἵνα γνῶ, τῶν λυτρωθέντων ποθεινὴν μακαριότητα.
Εὔφορον ἀγρόν, χερσωθέντες σὲ ἀνεύρομεν, διὸ προθύμως
καταφεύγομεν, ἐν σοὶ ἐπιζητοῦντες, εὐφορίας τὰ πλουτίσματα.
Θεοτοκίον.
Μήτηρ τῆς ζωῆς, καὶ βροτῶν ἡ ἐπανόρθωσις, τῶν δεομένων
Σου ὑπάρχεις καὶ τρυφή, τῶν προσιόντων Σοι Παρθένε Παναμώμητε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἡ ἔρημος, Ῥαϊθοῦ σεμνύνεται, καὶ ἐν σοὶ ἀγαλλομένη
καυχᾶται, ὅτι τὴν σήν, κεκτημένην πρεσβείαν, τὰ πονηρὰ ἀπελαύνει στρατεύματα,
καὶ χάριτας πανσωστικάς, ἐκ λειψάνων σου Μῆτερ ἀρύεται.
Ταλαίπωρος, ἁμαρτίας μέτοχος, καὶ τὸ ὄνειδος Κυρίου
ὑπάρχω, ἀλλὰ θαῤῥῶ, ὡς στρουθίον Μαρίνα, καὶ τὰς ἐλπίδας εἰς σὲ ἀνατίθημι,
κραυγάζων σοι πανευλαβῶς, ἐν τῇ πέτρᾳ τῆς πίστεως στήριξον.
Ἐτύφλωσα, τῆς ψυχῆς τὰ ὄμματα, ἐν τοῖς ἔργοις τῶν
ποικίλων παθῶν μου, ὅθεν θερμῶς, τὰς εὐχάς σου αἰτοῦμαι, ὡς ῥιζοτόμος παθῶν
ἀκριβέστατος, Μαρίνα πέλεις καὶ χαρᾶς, φυτουργὸς τῆς ἀλήκτου τοῖς δούλοις σου.
Θεοτοκίον.
Ῥυσθῆναί με, ἐκ παντοίας θλίψεως, καὶ τοὺς αὔλακας
ψυχῆς μου πληρῶσαι, θεοτικοῦ, ταῖς πρεσβείαις Σου μύρου, Παρθενομῆτωρ Θεόνυμφε
δέομαι, πολὺ γὰρ δέησις Μητρός ἐξισχύει ἑκάστοτε Δέσποινα.
Διάσωσον, ἀπὸ παγίδων καὶ θλίψεων καὶ κινδύνων, τοὺς
αἰτοῦντας πανευλαβῶς Μαρίνα πρεσβείαις σου, τὴν χάριν τὴν ἄνωθεν καθ’ ἑκάστην.
Ἄχραντε...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Δεδιωγμένων θερμὸν καταφύγιον, καὶ θλιβομένων σεπτὸν
παραμύθιον, Μαρίνα ἐσχάτοις ἀναδέδειξαι, διὸ πρὸς σὲ καταφεύγομεν, πάντοτε πλουσίως
λαμβάνοντες δωρήματα.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με
πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ
προσέσχε μοι καὶ εἰσήκουσε τὴν φωνὴ τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου
καὶ κατηύθηνε τὰ διαβήματά μου.
Εὐαγγέλιον κατὰ Ματθαῖον· τῶν 10 Παρθένων.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις, Ἐλεήμων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμων...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλέησόν με ὁ Θεός...
Βίον διανύσαντες, ἁμαρτιῶν πεπλησμένον, καὶ ὐπὸ τοῦ
δράκοντος, πειρασμῶν κινδύνων τε πάντων ἔμπλεων, εὐλαβῶς κράζομεν, πανοσία
Μῆτερ, μὴ παρίδης τοὺς προστρέχοντας, ἐπὶ τῇ σκέπῃ σου, καὶ τοὺς ἐξαιτοῦντας
τὴν χάριν σου, ἀλλὰ ταχὺ ἐπάκουσον, καὶ τὸ τοῦ συμφέροντος ποίησον, ἵνα σοῦ τὴν
δόξαν, τοῖς ἅπασιν κηρύξωμεν ἡμεῖς, οἱ σεσωσμένοι πρεσβείαις σου, πρὸς τὸν
Ὑπεράγαθον.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου
τοῦ Τροπαιοφόρου,
Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας,
Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε,
ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μακαρίας τυχεῖν με τῆς ζωῆς ἱκετεύω καὶ ἐκλυτρώσεως, ἐκ
πάσης ἐπηρείας, πρεσβείαις σου Μαρίνα, ἵνα κράζω λυτρούμενος· Ὁ τῶν Πατέρων
ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀκολάστως τὸν βίον ὁ ταλαίπωρος δοῦλος κατεδαπάνησα,
διὸ παρακαλῶ σε, Μαρίνα σοῦ τὴν χεῖραν, τῷ σῷ δούλῳ ἐξέτεινον, καὶ ἐκ βυθοῦ με
κακῶν, ἀνάγαγε Ὁσία.
Ῥαθυμίας τὴν ζάλην, καὶ ἀχλὺν ἁμαρτίας ἀποδιάλυσον, τῶν
πόθῳ προσκυνούντων, λειψάνων σου τὴν θήκην καὶ βοώντων τοῖς ἄσμασιν· Ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἰατρεύεις τὰς νόσους καὶ βραβεύεις τοῖς πᾶσι
Θεοχαρίτωτε, τὴν ἴασιν πλουσίως, παντοίων νοσημάτων καὶ εἰρήνην τὴν ἄνωθεν, διὸ
τὸ χαῖρε πιστῶς, βοῶμέν Σοι Παρθένε.
ᾨδή η΄. Τὸν Βασιλέα.
Νίκας παράσχου, τοῖς τὸν ἐχθρὸν πολεμοῦσι, καὶ βοήθησον
αὐτοῖς ἐν τοῖς κινδύνοις, καὶ τροπαιοφόρους, ἀνάδειξον Μαρίνα.
Ἀπὸ καρδίας, εὐλαβικῶς σοὶ βοῶμεν, λυτρωθέντες σοι
Μαρίνα πανοσία· χαῖρε προστασία, ἡ ἄμαχος καὶ θεία.
Φωτὶ ἀΰλῳ, ἀμαυρωθεῖσα καρδίας, καταφώτισον καὶ σκότος
τῆς πλάνης, ἀπὸ τοὺς σοὺς δούλους, ἐκδίωξον ταχέως.
Θεοτοκίον.
Ὤ Θεοτόκε, τὴν ἰατρείαν παράσχου, τοῖς κακῶς ὐπὸ
δαιμόνων ἀσθενοῦσι, ἵνα τῷ Υἱῷ Σου, δοξάζωμεν ἀπαύστως.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τυφλῶν ἡ δαδουχία, καὶ φωτοχυσία, Μαρίνα πάνσεμνε
πέλεις σῇ χάριτι, καὶ ἡ ἀνάβλεψις τῶν προσιόντων σοι.
Ἰθύνουσα τὴν τρίβον, πρὸς τὴν σωτηρίαν, καταδιώκεις
ἠμῶν ὀλισθήματα, καὶ κατευθύνεις πρὸς χώραν τὴν ἄληκτον.
Ὁμόνοιαν εἰρήνην, καὶ ἀγαθωσύνην, παντὶ τῷ κόσμῳ Μαρίνα
κατάπεμψον, καὶ σωτηρίας τυχεῖν καταξίωσον.
Θεοτοκίον.
Ὑψίστου ὤφθης Μήτηρ, Πάναγνε Παρθένε, καὶ μεσιτεία ὑπὲρ
τῶν τιμώντων Σε, τῇ φιλοστόργῳ Ἁγνὴ ἀντιλήψει Σου.
Καὶ εὐθύς, τό·
Ἄ
|
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαῖρε τῆς Τριάδος θεραπαινίς, καὶ τῆς σωτηρίας χαῖρε
σκεῦος τῆς ἐκλογῆς, πάνσεπτε Μαρίνα, καὶ πάντων Μοναζόντων, ὀξεία προστασία καὶ
ἡ βοήθεια.
Χαῖρε τῆς ἀσκήσεως ὁ κανών, ὁ δεδοξασμένος καὶ χαρίτων
τῶν μυστικῶν, θήκη πεπλησμένων, Χριστοῦ τῇ εὐδοκίᾳ, ὡράϊσμα Παρθένων τὸ
πολυτίμητον.
Χαῖρε τῇ ἀθλήσει σου Ῥαϊθῷ, καὶ πανηγυρίζει, κεκτημένη
σε βοηθόν, καὶ συναντιλήπτωρ, σὺν πᾶσι τοῖς Ἁγίοις, ἐν θλίψεσι ποικίλαις καὶ
περιστάσεσι.
Καύχημα ἐρήμου τῆς Ῥαϊθοῦ, θεία ἐπομβρία πεπλησμένον
τοῦ νοητοῦ, μύρου ἐν ἐσχάτοις, ἐπέφανες Μαρίνα, καὶ χάριτος δοχεῖον τὸ
ἐπουράνιον.
Νύμφη πανοσία τοῦ Ἰησοῦ, δέξαι τὰς αἰτήσεις τῶν βοώντων
μετὰ κλαυθμοῦ, ἄκουσον δεήσεις, τῶν δούλων σου Μαρίνα, καὶ ταύτας τῷ Κυρίῳ ταχὺ
προσάγαγε.
Πάντοθεν κυκλούμενος πειρασμοῖς, πάντοτε προσφεύγω καὶ
αἰτοῦμαι τὴν σωστικήν, Μῆτερ τὴν πρεσβείαν, καὶ τὴν ευεργεσίαν, γινώσκω γὰρ σὲ
μέγα τὸ καταφύγιον.
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα...
Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,*
Κύριε, ἐλέησον ἡμᾶς,* πάσης
γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι
τήν ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ
ἁμαρτωλοί προσφέρομεν,*
ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί τό ὄνομά
Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,*
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ
ἡ σωτηρία τοῦ
γένους τῶν Χριστιανῶν.
Ἐκτενής.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πᾶσαι, αἰ χορείαι τῶν πιστῶν, σοὶ προσκαταφεύγουσι Μῆτερ, καὶ εὐλαβείᾳ
πολλῇ, δάκρυα προχέουσι ἐπιζητοῦσαι θερμῶς, τὴν καλὴν μεσιτείαν σου, καὶ τὴν
ἱκεσίαν, πρὸς τὸν Ἀρχιποίμενα καὶ Ζωοδότην Χριστόν, ὅτι, ἡ ἐπίκουρος πάντων,
τῶν ἐν ἀσθενείαις κειμένων, καὶ τῶν ἐν κινδύνοις πέλεις πάνσεμνε.
Δι’ εὐχῶν…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου