Τετάρτη 15 Ιουλίου 2015

Παράκλησις ΟΣΙΟΜΑΡΤΥΡΩΝ ΑΒΒΑΔΩΝ μ. ἁγ. Θεοδοσίου.



Παράκλησις ΟΣΙΟΜΑΡΤΥΡΩΝ ΑΒΒΑΔΩΝ μ. ἁγ. Θεοδοσίου.
(Ὧν ἡ ἱερὰ μνήμη ἐπιτελεῖται τὴν 13ην Ιανουαρίου)
Ποίημα Δρς Χαραλάμπους Μπούσια.


      Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ᾿. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Κοινοβιάρχου ἡ Μονὴ ἐγκαυχᾶται ὑμῶν ἀσκήσεως συντόνοις καμάτοις καὶ πόνοις τῆς ἀθλήσεως, Ἀββᾶδες σεπτοὶ καὶ Πατέρες ἔνθεοι, Ὁσιόαθλοι θεῖοι, πᾶσα δὲ σεμνύνεται τοῦ Χριστοῦ Ἐκκλησία ὑμῶν λιταῖς ἐνθέρμοις πρὸς Αὐτόν, ἔλεος πᾶσιν ἀφθόνως δωρούμενον.
Δόξα. Τὸ αὐτό.
Κοινοβιάρχου ἡ Μονὴ ἐγκαυχᾶται ὑμῶν ἀσκήσεως συντόνοις καμάτοις καὶ πόνοις τῆς ἀθλήσεως, Ἀββᾶδες σεπτοὶ καὶ Πατέρες ἔνθεοι, Ὁσιόαθλοι θεῖοι, πᾶσα δὲ σεμνύνεται τοῦ Χριστοῦ Ἐκκλησία ὑμῶν λιταῖς ἐνθέρμοις πρὸς Αὐτόν, ἔλεος πᾶσιν ἀφθόνως δωρούμενον.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζει ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· «Θεοδοσιᾶται Ὁσιομάρτυρες, χαίρετε. Χ. Μ.»
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Θεοῦ ἱερεῖα ὡς ἐκλεκτὰ ἐτύθητε, θεῖοι Ὁσιόαθλοι τῆς Μονῆς Ὁσίου Θεοδοσίου, πάντας ὑμᾶς τιμῶντας κινδύνων λυτρώσασθε.
ξ ὕψους εὐκλείας ὑμῶν πιστοὺς ἀπαύστως φρουρεῖτε, Ὁσιόαθλοι ἐκλεκτοὶ Σεμνείου Θεοδοσίου θείου, ἀνευφημοῦντας ὑμῶν κατορθώματα.
σίαν, πανύμνητοι, ἀγωγήν, Θεοδοσιᾶται, διελθόντες μαρτυρικὴν εἰλήφατε χάριν ἱκετεύειν ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον Κύριον.
Θεοτοκίον.
Δυνάμωσον πάντας τοὺς ἀσθενεῖς οἰκέτας σου, Μῆτερ, ἀντιστῆναι τοῦ πονηροῦ ἰσχύϊ, Κυρία Θεοτόκε, τοὺς μεγαλύνοντας πλῆθος χαρίτων σου.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Οὐρανῶν κληρονόμοι διηνεκοῦς μέτοχοι εὐφροσύνης, Θεοδοσίου Μάνδρας οἱ ἔνοικοι, οἱ μιαιφόνοις χερσὶν ἀποκτανθέντες, θεόθεν πάντα περισκέπετε δῆμον Χριστώνυμον.
Σελασφόροι Πατέρες, ἀθλητικοῖς σκάμμασιν οἱ τελειωθέντες, φρουρεῖτε, Ὁσιομάρτυρες Θεοδοσίου Μονῆς, Κοινοβιάρχου, τοὺς πίστει ταῖς ὑμῶν δεήσεσι πάντοτε σπεύδοντας.
αμάτων χειμάῤῥους ὑμῶν σορὸς πέφηνε τῶν χαριτοβρύτων λειψάνων, Ὁσιομάρτυρες, τοῖς προσκυνοῦσιν αὐτά, σεμνοὶ Θεοδοσιᾶται, εὐλαβῶς ἑκάστοτε, θεομακάριστοι.
Θεοτοκίον.
ειπάρθενε Μῆτερ, Χριστιανῶν καύχημα, Κεχαριτωμένη Παρθένε, Θεογεννήτρια, ῥῦσαι ἡμᾶς πειρασμῶν καὶ λυπηρῶν καὶ κινδύνων τοὺς ψαλμοῖς καὶ ᾄσμασι σὲ μεγαλύνοντας.
Στηρίζετε ὑμῶν δεήσεσι πάντας τοὺς κλονουμένους, Ὁσιόαθλοι θαυμαστοί, ὑμᾶς μεγαλύνοντας ἐκθύμως, σεπτοὶ Θεοδοσιᾶται.
πίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Μονῆς ἀσκηταὶ Θεοδοσίου ἔμφρονος, ἀνόμων ἐχθρῶν οἱ μιαιφόνοις ξίφεσι κτανθέντες, πρεσβεύσατε τῷ Χριστῷ ἐκτενῶς, Ὁσιόαθλοι, ὑπὲρ πιστῶν λειψάνων εὐλαβῶς ὑμῶν προσκυνούντων θήκην πάνσεπτον.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Τῆς ἐρήμου οἰκήτορες, Θεοδοσιᾶται Ὁσιομάρτυρες, ἁγιάζετε καὶ ῥύεσθε πειρασμῶν ὑμῖν τοὺς καταφεύγοντας.
σκητῶν ἀκροθίνια καὶ Μαρτύρων κύμινα εὐωδέστατα, Θεοδοσιᾶται πάνσεπτοι, ἔστε ταχινοὶ ἡμῶν ἀκέστορες.
θυντῆρες πρὸς δώματα ἔστε τὰ οὐράνια ἀπλανέστατοι, Θεοδοσιᾶται Ἅγιοι, στεφηφόροι Μάρτυρες πανόσιοι.
Θεοτοκίον.
Οὐ παυόμεθα, Δέσποινα, πλῆθος θαυμασίων σου μεγαλύνοντες καὶ δοξάζοντες τὸν Τόκον σου, Λόγον τοῦ Θεοῦ τὸν ὑπεράγαθον.

Ὠδή ε´. Φώτισον ἡμᾶς.
Σκέπετε ἀεὶ καὶ περιφρουρεπιτε ἅπαντας εὐσεβεῖς, Ὁσιομάρτυρες σεπτοί, τοῦ Θεοδοσίου Μάνδρας κρίνα εὔοσμα.
ασμοι τερπνοί Θεοδοσιᾶται Ἅγιοι, κατευφράνατε δεήσεων ὑμῶν ταῖς ὀδμαῖς πιστῶν χορούς, Ὁσιομάρτυρες.
λβοι τιμαλφεῖς γενναιότητος, βραβεύσατε τὴν ὑγίειαν ἡμῖν τοῖς εὐλαβῶς μακαρίζουσιν ὑμᾶς, Ὁσιομάρτυρες.
Θεοτοκίον.
Μέμνησο ἡμῶν σὲ τιμώντων, Μητροπάρθενε, ὡς πιστῶν Χριστιανῶν καταφυγὴν καὶ τῶν ὄντων ἐν ταῖς λύπαις παραμύθιον.

ᾨδὴ ς´. Τὴν δέησιν ἐκχεῶ.
γάλματα θεῖα ὁσιότητος, τὴν Μονὴν Θεοδοσίου τοῦ θείου πανευκλεῆ μαρτυρίου κονίστραν οἱ ἀναδείξαντες, Ὁσιομάρτυρες, ὑμῶν λειψάνων τὴν σορὸν προσκυνοῦντας πιστῶς ἁγιάζετε.
ωννύμενοι πάντες, Ὁσιόαθοι, ταῖς ὑμῶν λιταῖς, Θεοδοσιᾶται, πρὸς τὸν Θεὸν εὐλαβῶς προσκυνοῦμεν ὑμῶν λειψάνων σορὸν τὴν προχέουσαν πιστοῖς ἰάσεις, ὡς κρουνὸν ἰαμάτων ἀστείρευτον, Ἅγιοι.
Τοὺς Μάρτυρας Ἀσκητὰς γεραίροντες τῆς Μονῆς Θεοδοσίου Ὁσίου ἐν εὐλαβείᾳ αὐτοῖς ἐκβοῶμεν· Χριστὸν ἡμῖν ἀκλινῶς, Ὁσιόαθλοι, καιθλεοῦσθε τοῖς πιστῶς ἀνυμνοῦσιν ὑμῶν κατορθώματα.
Θεοτοκίον.
μνοῦντές σε ὡς προστάτιν ἄγρυπνον καὶ ταχεῖαν βοηθὸν ἐν κινδύνοις, Θεογεννῆτορ, προσφεύγομεν πίστει ταπις πρὸς Υἱόν σου θερμαῖς παρακλήσεσι, τὸν πᾶσαν δόσιν ἀγαθὴν οὐρανόθεν πιστοῖς ἀπονέμοντα.
Στηρίζετε ὑμῶν δεήσεσι πάντας τοὺς κλονουμένους, Ὁσιόαθλοι θαυμαστοί, ὑμᾶς μεγαλύνοντας ἐκθύμως, σεπτοὶ Θεοδοσιᾶται.
χραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον.Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
σιομάρτυρες Μάνδρας θειότατοι Θεοδοσίου σεπτοῦ, ἐποπτεύετε ἐξ ὕψους δόξης ἡμᾶς τοὺς ἐν ᾄσμασιν ἀνευφημοῦντας ὑμῶν τὴν ἐνάσκησιν καὶ τὴν σφαγὴν ἐν ἐρήμῳ τὴν ἄδικον.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν κτίσιν πρὸς ζωογονίαν.

Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ΄.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ.
Στίχ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον. Κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-33).
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ…
(ζήτει τῇ ιζ΄ Ἰανουαρίου)
Δόξα. Ἦχος β´. Ταῖς τῶν Σῶν Ἁγίων,
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου….
Στίχ.: Ἐλέησόν με ὁ Θεὸς…..
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
ύσασθε στενώσεων καὶ ἐπηρείας τοῦ πλάνου τοὺς ὑμῖν προσπίπτοντας πίστει, Ὁσιόαθλοι καλλιμάρτυρες, τῆς Μονῆς λείρια τοῦ Θεοδοσίου τοῦ Κοινοβιάρχου πάντερπνα, οἱ καταστέφοντες Ἐκκλησίαν πᾶσαν ἀσκήσεσιν ὑμῶν καὶ ἐναθλήσεως πόνοις ἐν ἐρήμῳ, μακάριοι, τριβώνιον οἱ χρώσαντες τῆς ὑμῶν ἀσκήσεως αἵμασι καὶ Χριστῷ δραμόντες ἀπαύστως συνευφραίνεσθαι, σεπτοί, τῷ δαψιλῶς πᾶσι νέμοντι στέφη ἀφθαρτότητος.

Ὁ Ἱερεύς
Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φμς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλομαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φσον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται3) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                                
Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθ’ ο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
αντισμῷ, Ἀθλοφόροι, ἁγιάζετε πάντας ὑμῶν δεήσεων πρὸς Κύριον, τοὺς πίστει λειψάνων προσκυνοῦντας τὴν ὑμῶν χαριτόβρυτον σορὸν ἐν Μάνδρᾳ σεπτῇ κλεινοῦ Θεοδοσίου.
κ δομάτων τοῦ πόλου παμφαῶν εὐλογεῖτε καὶ ἐποπτεύετε πιστοὺς ἀνευφημοῦντας ὑμῶν στεῤῥοὺς καμάτους ἰσαγγέλου βιώσεως καὶ πόνους ἀθλητικούς, ὦ Θεοδοσιᾶται.
Συνῳδὰ εὐφημοῦντες τοὺς ὑμῶν θεαρέστους, Ὁσιομάρτυρες, καμάτους καὶ τοὺς πόνους ἐνδόξου μαρτυρίου, ταῖς ὑμῶν καταφεύγομεν λιταῖς, ἀμνοὶ τῆς Μονῆς σεπτοῦ Θεοδοσίου.
Θεοτοκίον.
Χαῖρε, Θεογεννῆτορ, Παναγία Παρθένε, πιστῶς κραυγάζοντες αἰτούμεθα εὐχάς σου πρὸς τὸν μονογενῆ σου Ἰησοῦν, τὸν φιλάνθρωπον Λόγον Ὑψίστου Θεοῦ, ὑπερευλογημένη.

ᾨδὴ η´. Τὸν Βασιλέα.
μώμους ἄρνας Θεοδοσίου Ὁσίου τῆς Μονῆς εὐφημοῦντες πρεσβείας τὰς αὐτῶν πρὸς Κτίστην αἰτούμεθα τὰς θείας.
σχὺν θεόθεν ἡμῖν ὀμβρίσατε, θεῖοι Ὁσιόαθλοι Θεοδοσίου Μάνδρας, τοῖς τιμῶσιν ὑμῶν στεῤῥοὺς καμάτους.
αίνοντες ὕμνων τοῖς μύροις μνήμην τὴν θείαν τὴν ὑμῶν, ὦ Θεοδοσιᾶται, χάριν ἐκζητοῦμεν ὑμῶν καὶ προστασίαν.
Θεοτοκίον.
Εὐλόγει, Μῆτερ, τοὺς μεγαλύνοντας πόθῳ θαυμασίων σου ἄμερον πλῆθος, Κεχαριτωμένη Κυρία Θεοτόκε.

ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Τοὺς κατασπαζομένους ὑμῶν λειψάνων θήκας ἐπευλογεῖτε ἀεί, Ὁσιόαθλοι, Θεοδοσίου Ὁσίου Μονῆς σεβάσματα.
Εὑρεῖν τὸν μαργαρίτην τοὺς ὑμᾶς τιμῶντας τὸν πολυτίμητον καταξιώσατε, Χριστόν, Ὃν εὕρατε ἄθλοις, Ὁσιομάρτυρες.
Χαρᾶς ἡμῶν καρδίας, Θεοδοσιᾶται Ὁσιομάρτυρες, τάχος ἐμπλήσατε τοὺς εὐφημοῦντας ἐκθύμως ὑμῶν τὰ σκάμματα.
Θεοτοκίον.
Μὴ παύσῃ δυσωποῦσα σὸν Υἱόν, Παρθένε, ὑπὲρ ἡμῶν τῶν τιμώντων ἐν ᾄσμασι τὴν προστασίαν σου, Μῆτερ, πρὸς πάντα στένοντα.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μεγαλυνάρια.
σιομαρτύρων σεπτοὺς χοροὺς τοῦ Θεοδοσίου τοῦ Ὁσίου λαμπρᾶς Μονῆς μέλψωμεν ἐκθύμως στυγνῶς σφαγιασθέντας ὡς ἄρνας ἐν ἐρήμου βάθει γηθόμενοι.
Τοὺς ἐν τῇ ἐρήμῳ ἀσκητικοῖς λάμψαντας καμάτοις καὶ ἀθλήσεως εὐσθενοῦς πόνοις εὐσχημόνως Μονῆς Ὁσιοάθλους Θεοδοσίου θείου πάντες ὑμνήσωμεν.
Χαίρετε, Ἀββᾶδες θεοειδεῖς καὶ σεπτοὶ Πατέρες τοῦ Σεμνείου τοῦ εὐκλεοῦς τοῦ Κοινοβιάρχου Θεοδοσίου πάντες δεινῶς σφαγιασθέντες ἄρνες ὡς ἄμωμοι.
Θεοδοσιᾶται, πιστῶν χορούς, Μάρτυρες, φρουρεῖτε καὶ ἀπήμονας τοῦ ἐχθροῦ τῶν βελῶν τηρεῖτε ἐν πίστει προσκυνοῦντας ὑμῶν λειψάνων θήκην τὴν χαριτόβρυτον.
Εὔχεσθε, Ἀββᾶδες ὑπὲρ ἡμῶν, καὶ σεπτοὶ Πατέρες, προσκυνούντων πανευλαβῶς τοὺς σοροὺς λειψάνων ὑμῶν σημειοφόροι Θεοδοσίου Μάνδρας Ὁσιομάρτυρες.
Τοῦ Κοινοβιάρχου σεπτῆς Μονῆς τοὺς Ὁσιοάθλους εὐφημήσωμεν ἐν χορῷ τοὺς ἀποκτανθέντας ὡς ἄρνας μιαιφόνοις παλάμαις τῶν ἀπίστων πάντες Χριστώνυμοι.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.
ερεύς. Ὃτι σου ἐστιν…..

Tά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.
λέησον  ἡμᾶς,* Κύριε,  ἐλέησον  ἡμᾶς,* πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες,* ταύτην  Σοι  τήν  ἱκεσίαν,* ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν,* ἐλέησον  ἡμᾶς.
Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς,* ἐπί  Σοί  γάρ  πεποίθαμεν.* Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα,* μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος*  καί  λύτρωσαι  ἡμᾶς* ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν.* Σύ  γάρ  εἶ  Θεός  ἡμῶν*  καί  ἡμεῖς  λαός  Σου,* πάντες  ἔργα  χειρῶν  Σου*  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν,* εὐλογημένη  Θεοτόκε,* ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν,* ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων·* Σύ  γάρ    σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.

ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Πρ δ το δι’ εχν·
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε ἀσπασώμεθα πιστῶς θήκην τῶν τιμίων λειψάνων Θεοδοσίου Μονῆς ἀθλοφόρων κράζοντες· Ὁσιομάρτυρες, οἱ φοινίξαντες τρίβωνα αἱμάτων ῥανίσι τῆς ὑμῶν ἀσκήσεως καὶ πορφυρώσαντες χθόνα τῆς ἐρήμου, θεόθεν τοὺς ὑμᾶς τιμῶντας φρουρεῖτε καὶ ἐν τοῖς κινδύνοις περισκέπετε.
Ἦχος πλ. δ´.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β´.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δίστιχον.
Θεοδοσιᾶται Μάρτυρες, σκέπετε
Ἱερόθεον, Χαραλάμπης κραυγάζει.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου