Τετάρτη 15 Ιουλίου 2015

Παράκλησις Ὁσιομάρτυρος ΓΕΝΝΑΔΙΟΥ τοῦ Διονυσιάτου.



Παράκλησις Ὁσιομάρτυρος ΓΕΝΝΑΔΙΟΥ τοῦ Διονυσιάτου.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.


Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

ναγνστης. μν.
Ψαλμς ρμβ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
ν τῇ ἀσκήσει νουνεχῶς διαπρέψας, καὶ μαρτυρίου τὴν ὁδὸν διανύσας, Ὁσιομάρτυς Ἅγιε Γεννάδιε, πρέσβευε δεόμεθα, τῷ Δεσπότῃ τῶν ὅλων, δοῦναι τοῖς τιμῶσί σε, τῶν πταισμάτων τὴν λύσιν, καὶ φωτισμὸν καὶ βίου προκοπήν, ὡς ἄν Κυρίῳ ὁσίως δουλεύσωμεν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...

Ὁ Ν´  Ψαλμός.
 λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Κανών οὗ ἡ ἀκροστιχίς: Γεννάδιε σὴν δίδου μοι χάριν. Γερασίμου.

ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γενοῦ μοι Γεννάδιε  Ἀθλητά, προστάτης καὶ ῥύστης καὶ μεσίτης πρὸς τὸν Χριστόν, αἰτούμενος ἄφεσιν πταισμάτων, καὶ πολυτρόπων παθῶν ἀπολύτρωσαι.
νήθλησας γνώμῃ θεοφιλεῖ, καὶ δόξης μετέσχες τῶν Μαρτύρων ἐν οὐρανοῖς, μεθ’ ὧν ὑπὲρ πάντων ἐκδυσώπει, τῶν σὲ τιμώντων παμμάκαρ Γεννάδιε.
Νομίμως ἀθλήσας ὑπὲρ Χριστοῦ, Γεννάδιε Μάρτυς ἀνομίας με χαλεπῆς, καὶ πάσης παθῶν ἀκαθαρσίας, τὸν προσιόντα σοι πίστει ἐκκάθαρον.
Θεοτοκίον.
Ναὸς φωτοστόλιστος τοῦ Θεοῦ, ἐδείχθης Παρθένε σωματώσασα ὑπὲρ νοῦν, αὐτὸν ἐξ ἀχράντων σου αἱμάτων, Ὃν ἐκδυσώπει σωθῆναί με δέομαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
νενδότῳ καρδίᾳ ὑπὲρ Χριστοῦ ἤθλησας, ὅθεν ἐναθλεῖν με νομίμως Μάρτυς ἐνίσχυσον, κατὰ ποικίλων παθῶν, καὶ τοῦ ἐχθροῦ ἀποκρούειν, Ἅγιε Γεννάδιε, ἅπασαν ἔφοδον.
Δόξης ἔτυχες θείας ως Ἀθλητὴς ἔνθεος· ὅθεν ἀδοξίας με πάσης παθῶν ἀπάλλαξον, Μάρτυς Γεννάδιε, καὶ ἐν τῷ φόβῳ Κυρίου, θείως πολιτεύεσθαι, δίδου μοι δύναμιν.
ερῶς σοι φοινίξας τὴν σὴν στολὴν Ἅγιε, ῥείθροις τῶν οἰκείων αἱμάτων φαιδρῶς παρέστησας, τῷ Παντοκράτορι, ὃν ἐκδυσώπει ἀπαύστως, πάσης με Γεννάδιε, ῥύεσθαι θλίψεως.
Θεοτοκίον.
ξ ἁγνῶν σου αἱμάτων ὁ τοῦ παντὸς αἴτιος, σάρκα προσλαβὼν ἀποῤῥήτως Κόρη Πανάμωμε, διπλοῦς γεγέννηται, ἐν ὑποστάσει μιᾷ δέ, καὶ φθορᾶς ἐῤῥύσατο τοὺς σὲ δοξάζοντας. 
Διάσωσον, Ὁσιομάρτυς Γεννάδιε σαῖς πρεσβείαις· ἀπὸ πάσης ἡμᾶς ἀνάγκης καὶ θλίψεως, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.
πίβλεψον ἐν εὐμενείᾳ...

Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Αἱμάτων ῥοαῖς τὸν ὄφιν κατεπόντισας, καὶ δρόσον ἡμῖν οὐράνιον απέσταξας, Γεννάδιε μακάριε· διὸ σβέσον παθῶν μου τοὺς ἄνθρακας, πρεσβευτικαῖς σου ἀρδείαις πρὸς Χριστόν, τὸν σὲ Ὁσιομάρτυς δοξάσαντα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σὺν Ὁσίοις καὶ Μάρτυσιν, ὡς Ὁσιομάρτυς Χριστοῦ Γεννάδιε, καθικέτευε δωρήσασθαι, τῶν ἁμαρτιῶν ἡμῖν τὴν ἄφεσιν.
πρεσβεία σου γένοιτο, τεῖχος ἀσφαλείας ἡμῖν Γεννάδιε, τοῦ Βελίαρ ἀποτρέπουσα, καθ’ ἡμῶν μανίαν τὴν ὀλέθριον.
Νεκρωθεὶς πολλοῖς πάθεσι, σὲ καθικετεύω μάκαρ Γεννάδιε, ἔγειρόν με πρὸς μετάνοιαν, τῇ ζωοποιῷ Μάρτυς πρεσβείᾳ σου.
Θεοτοκίον.
Δόλῳ ὄφις ὁ δόλιος, πρὸς τὴν ἁμαρτίαν συλᾷ με Δέσποινα, ἀλλὰ τούτου κατασύντριψον, κατ’ ἐμοῦ μανίαν τὴν ὀλέθριον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
δε συμπαθῶς, παμμακάριστε Γεννάδιε, τοὺς ἐν ταύτῃ ἐνασκοῦντας τῇ Μονῇ, καὶ ἀεὶ δίδου ἡμῖν τὴν σὴν βοήθειαν.
Δύναμιν ἡμῖν, μὴ ἐλλίπῃς παρεχόμενος, κατὰ πάσης τοῦ ἐχθροῦ ἐπιβουλῆς, ὣς λαβὼν παρὰ Χριστοῦ χάριν Γεννάδιε.
ρμῳ νοητῷ, προσωρμίσθης δι’ ἀθλήσεως διὸ λύτρωσαι ἡμᾶς, τρικυμιῶν τῶν ἐν βίῳ περιστάσεων Γεννάδιε.
Θεοτοκίον.
ψωσον ἡμῶν, τὴν διάνοιαν Πανάμωμε, ἐκ ματαίων λογισμῶν καὶ ἐννοιῶν, πρὸς ὑψώσεις της ἀγάπης τοῦ Παντάνακτος.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Μαρτύρων, τῆς εὐκληρίας τρυφήσας, ως ἀθλήσας δι’ ἀγάπην τὴν θείαν, Ὁσιομάρτυς Γεννάδιε θεῖε, τῆς τῶν παθῶν δυσχερείας ἀπάλλαξον, τοὺς μακαρίζοντας πιστῶς, τὴν σεπτὴν καὶ ἁγίαν σου ἄθλησιν.
σίως, πρώην ἀνύων τὸν βίον, δι’ ἀθλήσεως Χριστῷ προσηνέχθης, καὶ διπλῶν ἀτυχὲς Μάρτυς βραβείων· ὅθεν διπλῶν με παθῶν ἀπολύτρωσαι, κατὰ τὸ σῶμα καὶ ψυχήν, τὸν πρὸς σὲ ἀφορῶντα Γεννάδιε.
άτρευσον, τὴν νοσοῦσαν ψυχήν μου, συνηθείᾳ τῆς πικρᾶς ἁμαρτίας, τῇ δεδομένῃ σοι χάριτι θείᾳ, Ὁσιομάρτυς Κυρίου Γεννάδιε, καὶ ἴθυνόν με ἀσφαλῶς, πρὸς λιμένα τοῦ θείου θελήματος.
Θεοτοκίον.
Χειμάζει με, ἁμαρτίας ὁ σάλος, καὶ καθέλκει πρὸς βυθὸν ἀπωλείας· ἀλλὰ Παρθένε τῇ σῇ κυβερνήσει, πρὸς ἀπαθείας με ὅρμον κυβέρνησον, τὸν πεποιθότα ἐκ ψυχῆς, Θεοτόκε τῇ θείᾳ πρεσβείᾳ σου.
Διάσωσον, Ὁσιομάρτυς Γεννάδιε σαῖς πρεσβείαις· ἀπὸ πάσης ἡμᾶς ἀνάγκης καὶ θλίψεως, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.
χραντε, ἡ διὰ λόγου..

Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
σιομάρτυς Κυρίου Γεννάδιε, τῶν Ἀθλητῶν καὶ Ὁσίων ἰσότιμε, ἀεὶ σὺν αὐτοῖς Χριστῷ πρέσβευε, ἁμαρτημάτων διδόναι συγχώρησιν, ἠμῖν τοῖς ἐν πίστει τιμῶσί σε.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου...
Εὐαγγέλιον κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος· Πάντα ὅσα ἄν θέλητε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ἡμεῖς ποιεῖτε αὐτοῖς, οὗτος γὰρ ἐστὶν ὁ νόμος καὶ οἱ προφῆται. Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδός, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοὶ εἰσὶν οἱ εἰσερχόμενοι δι’ αὐτῆς, ὅτι στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες, ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλήν, ἀπὸ τριβόλων σῦκα; Οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ. Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρόν, καρποὺς καλοὺς ποιεῖν. Πᾶν δένδρον μὴ ποιοῦν καρπὸνκαλόν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται, ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Οὐ πᾶς ὁ λέγων μοι· Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός....
Πίστει ἠνδραγάθησας, κατὰ τῆς πλάνης θεόφρον, καὶ τμηθεὶς τὴν κάραν σου, πρὸς τὴν ὑπερκόσμιον ζωὴν ἔδραμες, Ἀθλητὰ Ὅσιε, Γεννάδιε μάκαρ, διὰ τοῦτο σοῦ δεόμεθα· Ἀπαύστως πρέσβευε, σὺν Ὁσιομάρτυσιν Ἅγιε, Χριστῷ τῷ Ἐλεήμονι, δοῦναι τῶν πταισμάτων συγχώρησιν, καὶ τὴν θεραπείαν, ψυχῶν τε καὶ σωμάτων τῶν πιστῶς, ἐξαιτουμένων ἑκάστοτε, τὴν θερμὴν πρεσβείαν σου.

Ὁ Ἱερεύς
Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φ’ μς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλομαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φ’ σον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται3) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                               
Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθ’ ο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
σθενοῦντί μοι ῥῶσιν, καὶ ψυχῆς εὐεξίαν δίδου Γεννάδιε, σὴ πρὸς τὸν Σωτῆρα, θεόφρον μεσιτείᾳ, ἵνα ψάλλω γηθόμενος· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
υπωθεὶς τῇ κακίᾳ, τῇ θερμῇ σου πρεσβείᾳ σπεύδω Γεννάδιε· σὺ οὖν Ὁσιομάρτυς, ἀπαλλάξόν με θᾶττον, τῆς μανίας τοῦ δράκοντος, οἷα θερμὸς πρὸς Χριστόν, μεσίτης μου καὶ πρέσβυς.
θυνον τοῦ νοός μου, τὰς κινήσεις καὶ πᾶσαν Μάρτυς τὴν ἔφεσιν, πρὸς κτῆσιν τῶν ἀρίστων, ἀμέμπτῳ πολιτείᾳ, ἵνα μέλπω Γεννάδιε· ·Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ
Θεοτοκίον.
Νεκρωθεὶς τὴν ψυχήν μου, πονηρᾷ συμβουλίᾳ τοῦ παναλάστορος, πιστῶς οὶ καταφεύγω, καὶ κράζω Θεοτόκε· ζώωσόν με τὸν δείλαιον, ζωοποιῷ σου Ἁγνή, πρὸς τὸν Χριστὸν πρεσβείᾳ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γενοὺ μοι Μάρτυς, τῷ τὴν σὴν κλῆσιν αὐχοῦντι, καταφύγιον Γεννάδιε ἐν θλίψει, καὶ παραμυθία, ἐν πάσῃ ἀθυμίᾳ.
ν οὐρανίοις, σκηναῖς συνὼν τοῖς Ἀγγέλοις, καθικέτευε Γεννάδιε ἀπαύστως, ὑπὲρ τῶν τιμώντων, τὴν ἄθλησίν σου Μάρτυς.
ώμην μοι δίδου, καὶ φωτισμὸν θεῖον αἴτει, τῷ ἱκέτῃ σου ἐν πάσαις μου ταῖς τρίβοις, ἵνα σὲ γεραίρω, Χριστοῦ Ὁσιομάρτυς.
Θεοτοκίον.
γγέλων δόξα, καὶ τῶν βροτῶν σωτηρία, Ἀε ἰπάρθενε Ἁγνὴ Θεοκυητορ, πάσης ἀδοξίας, τοῦ χείρονός με ῥύου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στεφάνῳ ἀφθαρσίας, κατηγλαϊσμένος, Ὁσιομάρτυς Κυρίου Γεννάδιε, τὰς ἱκεσίας, προσδέχου ἡμῶν ἑκάστοτε.
λύος ἁμαρτίας, κάθαρον τὸν νοῦν μου, πρεσβευτικαῖς σοῦ ἀρδείαις Γεννάδιε, καὶ τῶν πταισμάτων μου αἰτεῖ Μάρτυς τὴν ἄφεσιν.
Μαρτύρων καὶ Ὁσίων, ἰσότιμος πέλων, Ὁσιομάρτυς Κυρίου Γεννάδιε, ἡμῖν θεόθεν ἐξαίτει τὸ θεῖον ἔλεος.
σίως διανύειν, πάντα μου τὸν βίον, ἐνισχυσόν με Γεννάδιε ἔνδοξε, ἵνα ζωῆς τῆς ἀλήκτου γένωμαι μέτοχος.
Θεοτοκίον.
ψίστου χαῖρε Μῆτερ, Κεχαριτωμένη, χαῖρε ψυχης μου χαρὰ καὶ παράκλησις, καὶ εὐφροσύνη Παρθένε καὶ σωτηρία μου.

Κα εθς, τ·
ξιν στιν ς ληθς, μακαρζειν σε τν Θεοτκον, τν ειμακριστον κα παναμμητον κα μητρα το Θεο μν. Τν τιμιωτραν τν Χερουβμ κα νδοξοτραν συγκρτως τν Σεραφμ, τν διαφθρως Θεν Λγον τεκοσαν· τν ντως Θεοτκον σ μεγαλνομεν.
Μεγαλυνάρια.
Χαίρων ἠκολούθησας τῷ Χριστῷ, Γεννάδιε μάκαρ, καταλείψας τὰ γεηρά, καὶ ἐν τῇ ἀσκήσει, καὶ ἱερα ἀθλήσει, ἐδόξασας θεόφρον τὸν σὲ δοξάσαντα.
Βίον διανύων ἀσκητικόν, ἐν τη τοῦ Προδρόμου, θείᾳ Μάνδρᾳ ἐν ἀρετῇ, διὰ μαρτυρίου, προσήχθης τῷ Κυρίῳ, Γεννάδιε παμμάκαρ, δυνάμει πίστεως.
Χαίρων ὡμολόγησας τὸν Χριστόν, καὶ τμηθεὶς τὴν κάραν, τῶν Μαρτύρων συγκοινωνός, Γεννάδιε ὤφθης, καὶ τῶν ὑπερκοσμίων, ἐπάθλων ἠξιώθης ἀγαλλιώμενος.
Αἵμασιν οἰκείοις τὴν σὴν στολήν, Μάρτυς πορφυρώσας, πρὸς νυμφῶνα τὸν νοητόν, ως Ὁσιομάρτυς, ἠγλαϊσμενος ἤρθης, ὑπὲρ ἡμῶν πρεσβεύων Χριστῷ Γεννάδιε.
Γέρας ἀνεδείχθης τῇ σῇ Μονῇ, Γεννάδιε μάκαρ, ἀριστεύσας πνευματικῶς, καὶ τῶν αἱμάτων, ἐκχύσει ὑπεμφαίνεις, τὴν πρὸς Χριστὸν τελείαν, ἀγάπην Ἅγιε.
Πρέσβευε ἀπαύστως πρὸς τὸν Χριστόν, ὑπὲρ τῶν τιμώντων τὴν σὴν ἄθλησιν τὴν σεπτήν, κἀμοὶ δὲ μὴ παύσῃ, παρέχων τὴν σὴν χάριν, πλουτοῦντί σου τὴν κλῆσιν Μάρτυς Γεννάδιε.
Πᾶσαι τῶν Ἀγγέλων...

Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.
ερεύς. Ὃτι σου ἐστιν…..

ερεύς.
λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.

ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Πρ δ το δι’ εχν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Εὗρες, τὴν ἀΐδιον ζωήν, ξίφει ἐκτμηθεὶς τὸν αὐχένα, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Ἅγιε Γεννάδιε, Ὁσιομάρτυς Χριστοῦ, καὶ χοροῖς συνηρίθμησαι, Ἁγίων ἁπάντων, μεθ᾿ ὃν ἀεὶ πρέσβευε, τῷ παντεπόπτῃ Θεῷ, δοῦναι ἡμῖν λύσιν πταισμάτων, καὶ ἐπηρειῶν πολυτρόπων, καὶ παθῶν παντοίων ἀπολύτρωσιν.

Δίστιχον:
Γενναῖον Γεννάδιε δεῖξον τὸν νοῦν μου,
Γερασίμου Ἅγιε κατὰ τῶν χείρων.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου