Τετάρτη 15 Ιουλίου 2015

Παράκλησις Παν. ΠΑΡΑΒΟΥΝΙΩΤΙΣΣΗΣ Ἐρετρίας.



Παράκλησις Παν. ΠΑΡΑΒΟΥΝΙΩΤΙΣΣΗΣ Ἐρετρίας.
Τιμωμένης τῇ Δευτέρᾳ τοῦ Θωμᾶ
Ποίημα Γεροντίσσης Ἰσιδώρας Ἁγιεροθεϊτίσσης


Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ Τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς προσιόντας τῇ θερμῇ Σου πρεσβείᾳ, καὶ προσκυνοῦντας τὴν σεπτήν Σου Εἰκόνα, πανευλαβῶς ἁγνὴ Παραβουνιώτισσα, πάσης ἐλευθέρωσον, ἀπειλῆς καὶ ἀνάγκης, καὶ παθῶν καὶ θλίψεων, καὶ δεινῶν νοσημάτων, καὶ εἰρηναίαν δώρησαι ζωήν, ὡς τῆς εἰρήνης, τεκοῦσα τὸν Ἄρχοντα.
Δόξα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τὴν Ἁγίαν Εἰκόνα τῆς Θεομήτορος, εἰς Γαλλιμὴν εὑρεθεῖσα, ἐν τοῖς ἀρχαίοις καιροῖς, Παραβουνιώτισσα τὴν θείαν προσκυνήσωμεν, ὅτι Εὐβοίας ἡ χαρά, Ἐρετρίας τε φρουρός, ἐδείχθη ἡμῖν καὶ δόξα, καὶ εἰσακούει ταχέως, δεήσεις πάντων τῶν τιμώντων Αὐτήν.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Παράσχου μοι χάριν καὶ φωτισμόν, Εὐβοίας Κυρία Ἐρετρίας τε χαρμονή, ἀντάξιον ὕμνον ὅπως ψάλλω, τῆς ἱερᾶς Σου Εἰκόνος ἐνώπιον.
λεύθερον βίον πάσης ὀργῆς, καὶ πάσης ἀνάγκης καὶ ἀμέτοχον συμφορῶν, ἡμᾶς καταξίωσον ἀνύειν, Παραβουνιώτισσα Κόρη Πανάχραντε.
Λαμπάδα ἀνέδειξας μυστικήν, τῆς Σῆς προμηθείας τὴν Εἰκόνα Σου τὴν σεπτήν, τοῖς ἐκδεχομένοις τὴν Σὴν χάριν, Παραβουνιώτισσα Κόρη Πανάχραντε.
λέους τεκοῦσα τὸν χορηγόν, ἐλέησον Κόρην τοῖς πλουσίοις Σου οἰκτιρμοῖς, τοὺς τὴν Σὴν ἀντίληψιν αἰτοῦντας, Παραβουνιώτισσα Κόρη Πανύμνητε.
μνοῦσι τὴν θείαν Σου ἀρωγήν, τῆς Σῆς προμηθείας ἡμῖν δίδου τὰς δωρεάς, καὶ σῶζε ἡμᾶς ἐκ πάσης βλάβης, Παραβουνιώτισσα Κόρη Πανάχραντε.

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Γυναικῶν τῶν ἀτέκνων λῦσον δεσμὰ Δέσποινα, καὶ δίδου καρπὸν τῆς κοιλίας πρὸς τεκνοποίησιν, καὶ τὰς κυήσεις αὐτῶν, διὰ τῆς Σῆς προστασίας, στερεὰς συντήρησον, ὦ  Μητροπάρθενε.
πιτόκοις γυναίοις ὡς συμπαθὴς βράβευε, τὴν ἐλευθερίαν Παρθένε ἡνίκα τίκτουσι, πρός Σέ γὰρ σπεύδουσιν, Παραβουνιώτισσα Κόρη, τὸ σεπτόν Σου ὄνομα ἐπικαλούμεναι.
Τὰ τεκνία Παρθένε Χριστιανῶν φύλαξον, πάντα ἀσινῆ ἐκ κινδύνων καὶ περιστάσεων, καὶ σὺν αὐτοῖς τοὺς γονεῖς, Ὀρθοδοξίᾳ ἐμμένειν, καὶ τηρεῖν τὰ πάτρια, πάντας ἀξίωσον.
ρυόμενον σφόδρα νῦν καθ’ ἡμῶν σύντριψον, τῇ Σῇ κραταιᾷ προστασίᾳ ἐχθρὸν τὸν δόλιον, Παραβουνιώτισσα, καὶ ἐν εἰρήνῃ τελείᾳ, τὴν ζωὴν κυβέρνησον ἡμῶν δεόμεθα.
Διάσωσον, Παραβουνιώτισσα Κόρη Θεογεννῆτορ, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ χάριτί Σου.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν Σὴν ὡς ὀχυρὸν προπύργιον, πλουτοῦντες ἁγνὴ παντοίων ἐπιθέσεων, ἀεὶ ἐλευθερούμεθα, τοῦ δολίου ἐχθροῦ καὶ ἀλάστορος, καὶ εὐφροσύνης καὶ θείας χαρᾶς, πληρούμεθα μόνη παντευλόγητε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν Σὴν χάριν ἀγγέλουσι, οἱ τῆς δαιμονίων οἰκτρᾶς πιέσεως, λυτρωθέντες Παραβουνιώτισσα, τῇ δυνάμει Μῆτερ τῆς Εἰκόνος Σου.
Πᾶσιν δίδου τὴν ἴασιν, τοῖς προσβεβλημένοις ποικίλαις θλίψεσι, Παραβουνιώτισσα πανάμωμε, παῤῥησία ἔχουσα πρὸς Κύριον.
Συνεχόμενοι θλίψεσι, πρὸς τὴν Σὴν ἀντίληψιν καταφεύγομεν, καὶ λυτρούμεθα Πανάχραντε, τῶν κατὰ τὸν βίον περιστάσεων.
δυνῶν ἐλευθέρωσον, τῶν κατὰ ψυχὴν καὶ σῶμα Πανάμωμε, ὡς ἡμῶν Παραβουνιώτισσα, τοὺς τὰ μεγαλεῖά Σου δοξάζοντας.
Πάσης βλάβης ἐκλύτρωσαι, πάσης μαγγανείας πάσης φαυλότητος, Θεοτόκε Ἀειπάρθενε, τοὺς Παραβουνιώτισσα πλουτοῦντάς Σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
κουσον φωνῆς, δεομένων Σου Πανύμνητε, καὶ τὰ σκιρτήματα παθῶν σαρκικῶν, τῇ ὑπερλόγῳ Σου ἁγνείᾳ διασκέδασον.
Σκέπασον καλῶς, τὰς οἰκίας Παραβουνιώτισσα, τῶν προστρεχόντων τῷ Ναῷ Σου Ἁγνή, καὶ μετὰ πόθου ἐκζητούντων τὸ Σὸν ἔλεος.
Θεῖον θησαυρόν, τὴν Εἰκόνα Σου κατέχοντες, ἐξ αὐτῆς ἁγιασμοῦ τὰς δωρεάς, δαψιλῶς Παραβουνιώτισσα λαμβάνομεν.
πας εὐσεβής, τῷ Ναῷ Σου σπεύδει Πάναγνε, καὶ λαμβάνει τὰς αἰτήσεις συμπαθῶς, Σὺ γὰρ πάντας ἐλεεῖς Παραβουνιώτισσα.
Νᾶμα γλυκερόν, οὐρανίου παρακλήσεως, τοῖς ἐν θλίψεσι στενάζουσι πικρῶς, συμπαθῶς Παραβουνιώτισσα ἐπόμβρησον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Προσέλθετε, τῶν Εὐβοέων θρέμματα, τῷ Ναῷ Παραβουνιωτίσσης ἐν ζήλῳ, καὶ τῆς Πανάγνου Εἰκόνος τὴν θείαν, ἀπὸ καρδίας πιστοὶ προσκυνήσωμεν, λυτρούμενοι τῶν δυσχερῶν, τῶν κλυδώνων τοῦ βίου ἑκάστοτε.
Κυκλοῦντές Σου, τὴν Εἰκόνα Ἄνασσα, ἐν τῷ  μέσῳ τοῦ Ναοῦ Σου ὡραίου, εὐεργεσίας ποικίλας δεχθέντες, εὐγνωμονοῦμεν καὶ ὕμνον Σοι ᾄδομεν, καὶ τῇ Εἰκόνι τῇ σεπτῇ, θυμιάματα εὔοσμα καίομεν.
Τοῖς πᾶσι, ἡ τῶν θαυμάτων φήμη Σου, Παραβουνιώτισσα ἠκούσθη ταχέως, τοῦ γὰρ καρκίνου τὴν νόσον διώκεις, καὶ γυναικῶν διαλύεις τὴν στείρωσιν, ἀλάλοις δίδεις λαλιάν, καὶ ὑγείαν χαρίζει τοῖς βρέφεσι.
Συντήρησον, Ἐκκλησίαν Δέσποιναν, καὶ ἐκδίωξον αἱρέσεων νέφη, ὅτι ὡς λύκοι κατέπεσαν πάντες, Ὀρθοδοξίας ζητοῦντες ἀλλοίωσιν, ἵνα ἐχόμενοι αὐτῆς, τῶν Πατέρων τηρῶμεν παράδοσιν.
δύνης, τῆς χαλεπῶς πιεζούσης, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ δαπανώσης οἰκτρῶς μου τὸ σῶμα, τῇ σωστικῇ Σου θεράπευσον χάριτι, Θεοχαρίτωτε ἁγνή, καὶ δεινῆς ἀθυμίας με λύτρωσαι.
Διάσωσον, Παραβουνιώτισσα Κόρη Θεογεννῆτορ, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ χάριτί Σου.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ἱερεὺς
Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων Σοι· τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ τῶν Ἐρετριαίων κραταιά, προστασία Παραβουνιώτισσα.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον: Τὸ πρόσωπον Σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Στ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου…
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν: Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ...
Δόξα: Ταῖς τῆς Θεοτόκου...
Καὶ νῦν: Ταῖς τῆς Παραβουνιωτίσσης...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Λάμψιν ἐξαστράπτουσα, ἡ πανωραία μορφή Σου, ἐν Γαλλιμῇ εὕρηται, θείαν καθ’ ὑπόδειξιν, Παμμακάριστε· πρὸ αὐτῆς καίομεν, ἄσβεστον λυχνίαν, Παραδείσου φῶς ἐκπέμπουσα, ἔκτοτε ἵσταται, πρέσβυς τῶν Ἑλλήνων ἀκοίμητος, τυφλοῖς τὸ φῶς παρέχουσα, καὶ τοῖς ἀσθενοῦσι τὴν ἴασιν, λύουσα στειρώσεις, καρκίνου θεραπεύουσα θυμόν· διὸ τὴν δέησιν πρόσδεξαι, τῶν προσερχομένων Σοι.

Ἱερεύς
  Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φμς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλομαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φσον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται3) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                                
Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθ’ ο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
ν ἐσχάτοις τοῖς χρόνοις τοὺς πιστοὺς Ὀρθοδόξους Παρθένε στήριξον, καὶ πλήρωσον τὸν πόθον, ἐλθεῖν ἐν Ἐρετρίᾳ, εἰς Εἰκόνος προσκύνησιν, Παραβουνιωτίσσης σεπτῆς, θαυματοβρυτούσης.
Στεναγμοὺς καὶ δεήσεις ἱκετῶν Σου ἐν θλίψει Κυρία Δέσποινα, ἐν τάχει εἰσακούεις, πρεσβεύουσα Κυρίῳ πληρωθῆναι αἰτήματα, Σοῦ προσκυνοῦντας πιστῶς, Εἰκόνα ἐν Ναῷ Σου.
Τῆς ἀγχώδους μερίμνης καὶ πιέσεων βίου ἡμᾶς ἀπάλλαξον, καὶ δίδου ταῖς καρδίαις, κατάνυξιν καὶ ζῆλον, προσευχῆς καὶ ἀσκήσεως, ὅπως Κυρίῳ Ἁγνή, εὐάρεστοι φανῶμεν.
Προφητῶν τὰς προῤῥήσεις προτυπώσας Μορφήν Σου καλῶς ἐπλήρωσας, ὡς ῥάβδος γὰρ ἐδείχθης, καὶ κιβωτὸς καὶ στάμνος, καὶ ὡς πόκος ὁ ἔνδροσος, ἔτι λυχνία χρυσή, καὶ βάτος φλεγομένη.
ῶσιν σώματος δίδου καὶ ψυχῆς θεραπείαν Παραβουνιώτισσα, τοῖς πίστει ἀδιστάκτῳ, τῷ θείῳ Σου τεμένει, προσιοῦσι καὶ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Λελυτρωμένη, ἀπὸ παντοίων κινδύνων, Ἐρετρίᾳ ἐν Σοὶ ἐγκαυχᾶται, καὶ τῇ Σῇ Εἰκόνι, προστρέχει ἐν Ναῷ Σου.
Αἰτούμεθα Παρθένε, πρέσβευε Υἱῷ Σου, τῆς σωτηρίας Ἁγνὴ ὅπως τύχωμεν, οἱ μετὰ φόβου καὶ δέους, Αὐτῷ πιστεύοντες.
Φωνὴν δὸς τοῖς ἀλάλοις, κωφοῖς εὐηκοΐαν, τοῖς δὲ τυφλοῖς τὸ ὁρᾶν Παραβουνιώτισσα, τοῖς προσδραμοῦσιν ἐν πίστει, τῇ σκέπῃ Σου.
Τὸν ὕμνον περατοῦντες, κράζομέν Σοι Χαῖρε, καὶ τῇ ἁγίᾳ Εἰκόνι προσπίπτομεν, ἐν κατανύξει δὲ βαθείᾳ, τὸ γόνυ κλίνοντες.
ψίστου Θεοῦ Μῆτερ, πάσης ἐπηρείας, τῆς τοῦ ἐχθροῦ μου ἐλεύθερον φύλαττε, Παραβουνιώτισσα Κόρη τὸν Σὲ δοξάζοντα.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
πάντων τῶν κινδύνων, ἐχθρῶν τε ἀοράτων, καὶ τῶν ἐν σώματι παντοίων κακώσεων, ἐκλύτρωσαι πάντας Κόρη Παραβουνιώτισσα.
Δεσπότου χαῖρε Μῆτερ, Παραβουνιώτισσα χαῖρε, ἡμῶν ἀσφαλὲς καταφύγιον, καὶ σωτηρία καὶ σκέπη καὶ ἀγαλλίαμα.
Πολύφωτε λυχνία, τῆς ἀΰλου δόξης, Παραβουνιώτισσα Δέσποινα λάμπρυνον, τὰς σκοτισθείσας ψυχὰς ἡμῶν τῶν ὑμνούντων Σε.
Παρθένε Θεοτόκε, σῶσον τοὺς Σοὺς δούλους, καὶ ἐκ δεινῶν νοσημάτων ἀπάλλαξον, ταῖς μητρικαῖς Σου πρεσβείαις Παραβουνιώτισσα.
μνοῦμέν Σε Παρθένε, ὡς Θεοῦ Μητέρα, καὶ ἀσιγήτως τὸ χαῖρε βοῶμέν Σοι, Σὺ γὰρ Παραβουνιώτισσα πάντας περίσωζε. 

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μεγαλυνάρια.
Χαῖρε τῶν θαυμάτων θησαυρός, καὶ τῆς Ἐρετρίας προστάτις καὶ φρουρός· χαῖρε τῆς Εὐβοίας, καὶ πάσης τε Ἑλλάδος, ἀντίληψις ταχεῖα ἐν περιστάσεσι.
Χαίρει Ἐρετρίας λαμπρὸς Ναός, ἔχουσα ὡς πλοῦτον τὴν Εἰκόνα Σου τὴν σεπτήν· χαίρει καὶ θεία, Μητρόπολις Χαλκίδος, τὴν χάριν δεχομένη Σῆς παρακλήσεως.
Δεῦτε προσκυνήσωμεν ἀδελφοί, τῆς Παραβουνιωτίσσης τὴν Εἰκόνα τὴν σεβαστήν, τὴν πεφημισμένην, περίδοξον ἐν πᾶσι, τῷ πλήθει τῶν θαυμάτων ὕμνοις δοξάζοντες.
Τὴν Παντοβασίλισσαν Μαριάμ, τὴν ἐλευθεροῦσαν ἀπὸ πάσης ἡμᾶς ὀργῆς, καὶ πρὸς βασιλείαν, εἰσάγουσαν τὴν ἄνω, τὴν μόνην Θεοτόκον ὕμνοις τιμήσωμεν.
Τοὺς μαστιζομένους ὑπὸ παθῶν, καὶ συνεχομένους ἀσθενείαις ὀδυνηραῖς, Κόρη Παναγία, τῇ Σῇ ἐπιστασίᾳ, ὡς Μήτηρ εὐσπλαγχνίας ἀπελευθέρωσον.
παντας τοὺς πίστει εἰλικρινεῖ, προστρέχοντας Κόρη τῇ θερμῇ Σου ἐπισκοπῇ, ἀβλαβεῖς συντήρει, ἐκ πάσης ἐπηρείας, ὡς εὐσεβῶν Παρθένε Παραβουνιώτισσα.
Τῇ ἐπισκιάσει Σου τῇ σεπτῇ, ὄντως ὡραιώθη ἡ Εἰκών Σου ἡ θαυμαστή, καὶ ἐλευθερίαν, δεινῶν ἀεὶ παρέχει, τοῖς ταύτῃ προσιοῦσιν Παραβουνιώτισσα.
Χαῖρε τῶν Ἀγγέλων ἡ χαρμονή, χαῖρε τεθλιμμένων ἡ γλυκεῖα ἀναψυχή, χαῖρε αἰχμαλώτων, ἡ λύτρωσις Παρθένε, καὶ τῶν πασχόντων χαῖρε Παραβουνιώτισσα.
Δεῦτε Ὀρθοδόξων αἱ στρατιαί, ἄχραντον Παρθένον καὶ ὑπέρμαχον Στρατηγόν, ὑμνήσωμεν Μαρίαν, τὴν Κεχαριτωμένην, καὶ πάντων ἐν κινδύνοις Παραβουνιώτισσαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.
ερεύς. Ὃτι σου ἐστιν…..
Tά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.
λέησον  ἡμᾶς,* Κύριε,  ἐλέησον  ἡμᾶς,* πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες,* ταύτην  Σοι  τήν  ἱκεσίαν,* ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν,* ἐλέησον  ἡμᾶς.
Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς,* ἐπί  Σοί  γάρ  πεποίθαμεν.* Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα,* μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος*  καί  λύτρωσαι  ἡμᾶς* ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν.* Σύ  γάρ  εἶ  Θεός  ἡμῶν*  καί  ἡμεῖς  λαός  Σου,* πάντες  ἔργα  χειρῶν  Σου*  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν,* εὐλογημένη  Θεοτόκε,* ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν,* ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων·* Σύ  γάρ    σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.

Ἐκτενής.

ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.

ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.
Πρ δ το διεχν·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς τὴν θείαν καὶ σεπτήν, κατασπαζομένους Εἰκόνα τὴν Σὴν Πανύμνητε, ἥνπερ ὀνομάζομεν Παραβουνιώτισσα, πειρασμῶν ἐλευθέρωσον, καὶ νόσων παντοίων, καὶ πταισμάτων αἴτησαι, ἡμῖν τὴν ἄφεσιν, ἵνα, μεγαλύνωμεν πάντες, τὰ Σὰ μεγαλεῖα Παρθένε, καὶ τὴν πρὸς ἡμᾶς κηδεμονίαν Σου.

Δεῦτε, προσκυνήσωμεν πιστοί, καὶ κατασπασώμεθα πάντες, ἐν κατανύξει ψυχῇ, τὸ σεπτὸν Εἰκόνισμα, τῆς Παναγίας Μητρός, ὃ ἐκ Γαλλίμης προῆλθεν, ἐν Ἐρετρίᾳ λάμπει, καὶ τελεῖ ἑκάστοτε, ἡμῖν θαυμάτων πληθύν, δίδωσι καρπὸν γὰρ ἀτέκνοις, τὴν ἀπαλλαγὴν ἐκ καρκίνου, καὶ τῶν δαιμονίων τὴν ἀπέλασιν.

Δέσποινα πρόσδεξαι...

Τὴν πᾶσαν ἐλπίδα μου...


Δι’ Εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου