Παράκλησις ἁγ.
ΑΜΒΡΟΣΙΟΥ ἐπ. Μεδιολάνων.
Ποίημα Ἀρχιμ. Νικοδήμου Ἀεράκη
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καί εὐθύς ψάλλεται
τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά
τῶν οἰκείων στίχων:
Θεός Κύριος καί
ἐπέφανεν ἡμῖν,* εὐλογημένος ὁ
ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.
Στίχ. α’. Ἐξολολογεῖσθε
τῷ Κυρίῳ καί
ἐπικαλεῖσθε τό ὄνομα
τό Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καί
ἐπέφανεν ἡμῖν,* εὐλογημένος ὁ
ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.
Στίχ. β’. Πάντα τά ἔθνη
ἐκύκλωσάν με καί τῷ
ὀνόματι Κυρίου ἠμυνάμην
αὐτούς.
Θεός Κύριος καί
ἐπέφανεν ἡμῖν,* εὐλογημένος ὁ
ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο
αὕτη καί ἔστι
θαυμαστή ἐν ὀφθαλμοῖς
ἡμῶν.
Θεός Κύριος καί
ἐπέφανεν ἡμῖν,* εὐλογημένος ὁ
ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.
Εἶτα τά παρόντα
Τροπάρια.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Μεδιολάνων Ἱεράρχην τὸν θεῖον, ἐν ἐγκωμίοις καὶ ᾠδαῖς
εὐφημοῦμεν, τῆς παρρησίας ἄριστον ὑπόδειγμα πιστῶν, ἄγαλμα δικαιοσύνης τε, καὶ
ποιμένων τὸ κλέισμα, τὸ ἀπροσωπόληπτον ἀφομοίωμα Λόγου, Ὀρθοδοξίας πρόμαχον
σεπτόν, κόσμον τοῦ κόσμου, Ἀμβρόσιον ἔνθεον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν.
Τὴν Θεοτόκον ἐν ᾠδαῖς εὐφημοῦμεν, καὶ μεγαλύνομεν αὐτὴν
ἐκβοῶντες· τὴν Ἐκκλησίαν στήριξον Παρθένε Σεμνή· φρούρησον ἐν τῇ δυνάμει σου,
ὀρθοδόξων συστήματα· σῶσον τοὺς τιμῶντάς σε ἐξ ἐχθρῶν ἀοράτων, καὶ ἐκ κινδύνων
πλείστων χαλεπῶν· σὺ γὰρ ὑπάρχεις, βροτῶν ἡ ἀντίληψις.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανόνας, οὗ
ἡ ἀκροστιχίς: ΑΜΒΡΟΣΙΟΝ ΜΕΔΙΟΛΑΝΩΝ ΕΥΦΗΜΩ. ΝΙΚΟΔΗΜ(ΟΥ).
ᾨδὴ α. Ἦχος πλ. δ. Ὁ Εἱρμός. Ὑγρὰν διοδεύσας.
Ἀμβρόσιον ὕμνοις ἐπιποθῶν, λιτάζειν ἐνθέως, θεῖον
Πνεῦμα ἀντιβολῶ, κατάπεμψον Λόγε τῇ καρδίᾳ, καὶ τῷ νοΐ μου πλουσίως Θεάνθρωπε.
Μετάρσιον ἆσαι σὴν βιοτήν, οὐ σθένει μου γλῶσσα,
ἱεράρχα μυσταγωγέ· διὸ ἐξαιτοῦμαι τὰς εὐχάς σου, τοῦ φωτισθῆναι με θεῖε
Ἀμβρόσιε.
Δόξα.
Βαβαὶ οἷα χάρις παρὰ Χριστοῦ, αὐγάζουσα Πάτερ, σὴν
καρδίαν ὑπερφυῶς, διδοῦσά σοι γνῶσιν μυστηρίων, ἃ τοῖς πιστοῖς ὡς ποιμὴν
ἀπεκάλυψας.
Καὶ νῦν.
Ῥημάτων ὁρώντων τὸ ἀληθές, ἐδείχθη Παρθένε, ἐν νηδύι
σου θαυμαστῇ, Λόγου τοῦ Θεοῦ κυοφορίᾳ, εἰς σωτηρίαν βροτῶν ἐκ τοῦ πτώματος.
ᾨδὴ γ’. Ὁ Εἱρμός. Οὐρανίας ἁψῖδος.
Ὁμοφρόνως ὑμνοῦμεν, ἱερουργὸν ἔνθεον, τῆς Ὀρθοδοξίας
φωστῆρα, κλεινὸν Ἀμβρόσιον, ἐπιζητοῦντες αὐτοῦ, τὰς πρὸς Χριστὸν ἱκεσίας, τοῦ
δοθῆναι ἅπασι, πλούσιον ἔλεος.
Σωτηρίας τὸν πόθον, ἀντιβολῶ δώρησαι, καὶ Ὀρθοδοξίας
τὴν πίστιν, καὶ θείαν ἄσκησιν, πρὸς βιοτὴν ἐν Χριστῷ καὶ φωτισμὸν τῆς ψυχῆς
μου, θαυμαστὲ Ἀμβρόσιε, πίστεως πρόμαχε.
Δόξα.
Ἰσχυρὸς ἀνεδείχθης, στῦλος πιστῶν ἔνδοξε, καταπολεμῶν
τάς αἱρέσεις, πάτερ Ἀμβρόσιε, καὶ διὰ βίου σεπτοῦ, καὶ βιασμοῦ Βασιλείας, τοῦ
Χριστοῦ ἐκήρυξας, πίστιν σωτήριον.
Καὶ νῦν.
Οὐρανίων Πνευμάτων, καὶ μοναχῶν καύχημα, καὶ μητέρων
πέλεις ὁ κόσμος, σωφρόνων ἕδρασμα· ἐν τῇ ἁγνείᾳ Ἁγνή, τοὺς εὐσεβεῖς περικράτει,
σαῖς λιταῖς πρὸς Κύριον, Θεομακάριστε.
Διάσωσον, Μεδιολάνων Ἀμβρόσιε θεοφόρε, τοὺς σὲ ὕμνοις
ἐπευφημοῦντας ἐκ παραπτώσεων, ὡς ἔχων πρὸς Κύριον παρρησίαν.
Στερέωσον, τοὺς ὀρθοδόξως τιμῶντάς σε Θεοτόκε, ἐν τῇ
πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς,
ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί
ἐλέησον.
Ἔτι δεόμεθα,
ὑπέρ τοῦ
Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καί
πάσης τῆς ἐν
Χριστῶ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα,
ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καί ἀφέσεως τῶν
ἁμαρτιῶν, πάντων τῶν εὐσεβῶν καί
Ὀρθοδόξων Χριστιανῶν.
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καί
φιλάνθρωπος Θεός ὑπάρχεις
καί Σοί τήν
δόξαν ἀναπέμπομεν, τῷ Πατρί
καί τῷ Υἱῷ
καί τῷ Ἁγίῳ Πνεύματι, νῦν
καί ἀεί καί
εἰς τούς αἰῶνας
τῶν αἰώνων.
Ὁ χορός. Ἀμήν.
Κάθισμα. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τὰ θεῖα ποθῶν, ἐπίκηρα κατέλιπες, καὶ ζήλῳ Χριστόν,
ἐδέχθης ἐν καρδίᾳ σου, θαυμαστὲ Ἀμβρόσιε, τῶν Μεδιολάνων ἐπίσκοπε· διὸ ἠξιώθης
ἰδεῖν, Τριάδος τὴν δόξαν, ἐν τῇ ἄνω Σιών.
Δόξα καὶ νῦν.
Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή,
τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν Σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ
κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
ᾨδή δ’. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.
Νεκρωθεὶς ὦ Ἀμβρόσιε, κατὰ κόσμον χάριτι τῇ τοῦ
Πνεύματος, ἐν Χριστῷ σοφῶς ἐβίωσας, ἐν Μεδιολάνοις ὡς Ἐπίσκοπος.
Μετ’ ὀδύνης ἐκήρυξας, τῷ Θεοδοσίῳ μάκαρ μετάνοιαν
καταξίωσον τὸν δοῦλόν σου, ἐκζητεῖν Κυρίου μέγα ἔλεος.
Δόξα.
Ἐν δυνάμει ἠφάνισας, τοῦ Βελίαρ ἔνεδρᾳ ὦ Ἀμβρόσιε,
ἀνελθὼν δ’εἰς ὕψη ἄρρητα, Ἐκκλησίας πίστιν διετράνωσας.
Καὶ νῦν.
Δεομένων σὺ γέγονας, σκέπη καὶ λιμὴν Ἁγνὴ Θεονύμφευτε,
καὶ λιταῖς σου τὸ ἀνθρώπινον, ἐκ παθῶν φυλάττεις καὶ τοῦ δράκοντος.
ᾨδή ε’. Ὁ Εἱρμός. Φώτισον ἡμᾶς.
Ἵλεως ἡμῖν, εὐφημοῦσί σε Ἀμβρόσιε, ταῖς σαῖς λιταῖς
γενοῦ πρὸς τὸν Ἰησοῦν ἵνα ἀπαύστως, ποθῶμεν τὸ θεῖον ἔλεος.
Ὅλην πρὸς Θεόν, τὴν ψυχὴν ἡμῶν κατεύθυνον, κλεινὲ
Ἀμβρόσιε πιστῶν ὁ φωστήρ, ἵνα τῶν κόσμου, ἡδέων καταφρονήσωμεν.
Δόξα.
Λῦσον τὰ δεσμά, τῶν παθῶν ἡμῶν Ἀμβρόσιε, ταῖς σαῖς
πρεσβείαις πάτερ πρὸς τὸν Χριστόν, ἵνα ταῖς τρίβοις Κυρίου ἀκολουθήσωμεν.
Καὶ νῦν.
Ἄνασσα κἀμοί, θείαν χάριν σου ἐπόμβρησον, ἵνα ἐν βίῳ
ἁγίως πολιτευθῶ, καὶ ἐν ἐξόδῳ, εἰσέλθω εἰς τὸν Παράδεισον.
ᾨδὴ ς’. Ὁ Εἱρμός. Τὴν δέησιν.
Νομίμως σὺ ἐν Χριστῷ Ἀμβρόσιε, διὰ φόνους βασιλέα ἐλέγχεις, καὶ τοῖς
πιστοῖς, διδαχαῖς σου ἐνθέοις, τοῦ Θεοῦ Λόγου ὁδὸν πᾶσιν ἔδειξας· σοῦ δέομαι
πανευλαβῶς, ἐκ παθῶν σαῖς λιταῖς με ἐξάρπασον.
Ὡράϊσας τὴν ψυχήν σου Ἅγιε, διὰ βίου ἀσκηθεὶς ὑπὲρ
φύσιν, καὶ οὐρανῶν, τῆς χαρᾶς ἀπολαύεις, καὶ τὸν Θεὸν καθορᾷς τὸν Τρισάγιον·
ἐνίσχυσον κἀμὲ ἐν γῇ, θεαρέστως βιῶσαι τὸν ἄθλιον.
Δόξα.
Νικήσαντα τῶν δαιμόνων φάλαγγας, σὲ ὁρῶμεν οὐρανίῳ
παστάδι, ἐν ᾗ ἀεί, Ἀρχιθῦτα ποιμένων, δοξολογεῖς σὺν Ἀγγέλοις τὸν Κύριον·
ἀξίωσον οὖν καὶ ἡμᾶς, μετὰ σοῦ αἰωνίως εὐφραίνεσθαι.
Καὶ νῦν.
Ἐσκήνωσεν ἐν γαστρί σου Ἄχραντε, ἀπορρήτως τοῦ Πατρὸς
Θεὸς Λόγος, καὶ τὴν ἐμήν, εἰληφὼς θνητὴν φύσιν, διὰ Σταυροῦ ἀνεκαίνισεν Ἄσπιλε,
συνανυψῶν εἰς οὐρανούς, ὡς Θεὸς σὸς Υἱὸς Παναμώμητε.
Διάσωσον, Μεδιολάνων Ἀμβρόσιε θεοφόρε, τοὺς σὲ ὕμνοις
ἐπευφημοῦντας ἐκ παραπτώσεων, ὡς ἔχων πρὸς Κύριον παρρησίαν.
Στερέωσον, τοὺς ὀρθοδόξως τιμῶντάς σε Θεοτόκε, ἐν τῇ
πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον. Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.
Τὸν Ἀμβρόσιον ἀνευφημήσωμεν ᾄσμασιν, τὸν κλεΐσαντα ὡς
φρυκτωρὸν Μεδιόλανα, καὶ τὸν κόσμον ἐν ἀρεταῖς καὶ ἔργοις θαυμαστοῖς· τὰς
ἱκεσίας δὲ αὐτοῦ, πρὸς τὸν φιλάνθρωπον Θεόν, αἰτούμενοι κτησώμεθα, χάριν τῆς
μετανοίας, καὶ σωτήριον πίστιν, καὶ ἀρετὰς τὰς σωστικάς, ἐν ἀσκήσει καὶ
σεμνότητι.
Προκείμενον. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται
δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (ε’ 14 21).
Εἶπεν ὁ Κύριος τοῖς ἐαυτοῦ Μαθηταῖς· ὑμεῖς ἐστε τὸ φῶς
τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη• οὐδὲ καίουσι λύχνον
καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν
τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ
καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι
ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας• οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.
Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ
μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν
τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ
βασιλείᾳ τῶν οὐρανῶν, ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ
βασιλείᾳ τῶν οὐρανῶν.
Δόξα Σοι, Κύριε, δόξα Σοι.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ
πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον. Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ
κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι.
Πάντες τὸν Ἐπίσκοπον, Μεδιολάνων τὸν στῦλον, τῶν πιστῶν
διδάσκαλον, τὸν κλεινὸν Ἀμβρόσιον εὐφημήσωμεν· τὰ τῆς γῆς ἅπαντα, ἐν χαρᾷ
ἠρνήθη, τὰ οὐράνια ἐπόθησε, Χριστοῦ παράδεισον, καὶ μετὰ ἁγίων συνοίκησιν· διὸ
ἐν βίᾳ ἔζησε, καὶ τοὺς Ὀρθοδόξους ἐδίδαξε, πόθῳ διὰ βίου φυλάττειν πάντας
πίστιν ἀκλινῶς, καὶ ἐκφυγεῖν τῶν αἱρέσεων, πλάνην τὴν πανώλεθρον.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Καί
ἀποπληροῦμεν τάς λοιπάς ὠδάς
τοῦ Κανόνος·
ᾨδὴ ζ’. Ὁ
Εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑψώθης ἐπαξίως, ὦ Ἀμβρόσιε πάτερ, Μεδιολάνων ποιμήν,
κηρύττων Τριάδος μεγαλεῖα,τῆς Ἁγίας, πρὸς Ἣν ἅπαντες ψάλλομεν· Ὁ τῶν πατέρων
ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Φυλάττων σὴν καρδίαν, ἐκ βελῶν μισανθρώπου, ἐπαπολαύεις
κλεινέ, ἐλλάμψεως τῆς θείας, θεώσεως τοῦ δώρου, τὸν Χριστὸν ἐξυμνῶν ἀεί· Ὁ τῶν
πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Δόξα.
Ἡλίου τοῦ ἀδύτου, Χριστοῦ τοῦ Θεανθρώπου, κατηξιώθης
ἰδεῖν, Ἀμβρόσιε τὴν δόξαν, ἐν μέσῳ Παραδείσου, καὶ ὑμνεῖν Αὐτοῦ ὄνομα· Ὁ τῶν
πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Καὶ νῦν.
Μαρία Θεοτόκε, σοὺς δούλους περιφρούρει, ταῖς πρὸς Υἱόν
σου λιταῖς· δὸς δόξαν Ἐκκλησίᾳ, καὶ πίστιν τοῖς ἀνθρώποις, καὶ ψαλμὸν
ὁλοκάρδιον· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
ᾨδὴ η’. Ὁ Εἱρμός. Τὸν Βασιλέα.
Ὡραϊσμένος, ἐν οὐρανοῖς σαββατίζεις, ὦ Ἀμβρόσιε κλέος σῶν τέκνων, ἀνυμνῶν τὸν
Λόγον, εἰς πάντας τοὺς αἰῶνας.
Νόοις ἀΰλοις, ἐν Παραδείσῳ συμψάλλεις, ὦ Ἀμβρόσιε
ὕμνοις ἀπαύστοις, τῆς Τριάδος δόξαν, εἰς πάντας τοὺς αἰῶνας.
Δόξα.
Ἰσχύι Λόγου, τῶν βιαστῶν ἐμιμήθης, ὦ
Ἀμβρόσιε θείους ἀγῶνας, ἀνυμνῶν ἀπαύστως, Χριστὸν εἰς τοὺς αἰῶνας.
Καὶ νῦν.
Κατηξιώθης τῶν δευτερείων Τριάδος, ὡς
γεννήσασα Κόρη τὸν Λόγον· Ὃν
ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ’. Ὁ Εἱρμός. Κυρίως Θεοτόκον.
Οἱ λόγοι Ἀμβροσίου, τοὺς ἐναθλουμένους, ἐν ἀγωνίσμασι
θείοις, στερροὺς ἀθλητάς, καθοδηγοῦσιν ἐνθέως, πρὸς τελειότητα.
Δὸς πᾶσιν τὴν σὴν χάριν, Ἀμβρόσιε πάτερ, Μεδιολάνων τὸ
κλέος, ποιμὴν θαυμαστέ, ἵνα ὁδὸν πορευθῶμεν, τὴν πρὸς τὸν Κύριον.
Δόξα.
Ἡδέως μελετῶμεν, ῥήματά σου Πάτερ, καὶ ἐξαιτούμεθα
πάντες, Χριστοῦ φωτισμόν, ἵνα τηρήσωμεν ταῦτα, δυνάμει χάριτος.
Καὶ νῦν.
Μαρία θεῖον Πνεῦμα, δεχθεῖσα ἀφράστως, κυοφορεῖς τὸν
Σωτῆρα, τοῦ κόσμου παντός· διὸ τιμῶμεν ἐν ὕμνοις, τὰ μεγαλεῖά σου.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια·
Χαίροις τῶν ποιμένων ὑφηγητής, Ἀμβρόσιε πάτερ, βιαστῶν
τε ὑπογραμμός, χαίροις Ὀρθοδόξων ὁ θεῖος ἀντιλήπτωρ, τῆς ἀρετῆς δὲ τύπος, καὶ
ἐγκαλλώπισμα.
Τοῦ Θεοδοσίου ὁ ἐλεγκτής, καὶ τῆς μετανοίας τούτου
θεῖος ὑφηγητής· ὁ τῶν Ὀρθοδόξων, κρουνὸς θείας ἀγάπης, πιστῶν φωστὴρ ἁπάντων,
χαίροις Ἀμβρὸσιε.
Πάντες τὸν Ἀμβρόσιον ἀδελφοί, τῶν Μεδιολάνων τὸν
Ἐπίσκοπον τὸν σοφόν, τὸ δικαιοσύνης, ἀγλάισμα καὶ κλέος, ἐν ἐγκωμίων ὕμνοις,
ἀνευφημήσωμεν.
Θυηπόλε ἅγιε βιαστά, κραταίωσον πίστιν, καὶ Ὀρθόδοξον
διδαχήν, διώκων τὴν πλάνην, καὶ αἵρεσιν τοῦ πλάνου, διδάσκων οἰκουμένην,
Χριστοῦ ἀλήθειαν.
Ὕμνοις εὐφημήσωμεν ἀδελφοί, Ἀμβρόσιον θεῖον, οἱ
ποθοῦντες τῆς οὐρανοῦ, τρυφῆς ἀπολαῦσαι, πιστῶς ἀγωνισθέντες, μιμούμενοι τὸν
τούτου, βίον πανάρετον.
Δεῦτε εὐφημήσωμεν ἀδελφοί, τὸν Μεδιολάνων, φρυκτωρόν τε
καὶ ὁδηγόν, ἀρετῆς ποιμένα, ποιμαινομένων δοῦλον, καὶ τῆς Ὀρθοδοξίας, φύλακα
ἄριστον.
Χαίροις Ἱερέων ἡ καλλονή, καὶ τῆς Ἐκκλησίας, στῦλος
ὄντως ὁ θεαυγής· χαίροις ὀρθοδόξων, δογμάτων μυστολέκτα, Ἀμβρόσιε τρισμάκαρ,
Τριάδος πρόμαχε.
Χαίροις Ἐκκλησίας λαμπρὸς φωστήρ, χαίροις τῆς σοφίας, ἡ
κιθάρα ἡ ἐμμελής· χαίροις ὑποφῆτα, δογμάτων ὀρθοδόξων, Ἀμβρόσιε παμμάκαρ,
Πατέρων καύχημα.
Χαίροις τῆς σοφίας μύστης λαμπρός, καὶ τῆς εὐσεβείας,
στόμα εὔλαλον καὶ σοφόν· χαίροις ὀρθοδόξων, δογμάτων ἡ κιθάρα, Ἀμβρόσιε
παμμάκαρ, ἀξιοθαύμαστε.
Χάριν ἀναβλύζων μελισταγῆ, παύεις τὴν πικρίαν, τῆς
ἀγνοίας ἐκ τῶν ψυχῶν, καὶ πρὸς ἀναβάσεις, ἡμᾶς ὑπερκοσμίους ἀεὶ ἀναβιβάζεις,
σοφοῖς σου ῥήμασι.
Δέησιν προσάγαγε τῷ Θεῷ, Ἀμβρόσιε Ἱεράρχα, ὑπὲρ τῶν
δούλων τῶν σῶν, Σοφέ, τῶν τυραννουμένων ὑπὸ παντοίων νόσων, θλίψεων καὶ
κινδύνων, καὶ τούτους λύτρωσαι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ.
Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἀπολυτίκιον.Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἱεράρχην ἐκ Ῥώμης, Μεδιολάνων τὸ φῶς, τὸν Ἀμβρόσιον
ὕμνοις καὶ ἐγκωμίων ᾠδαῖς, εὐφημήσωμεν, πιστοί, καὶ μιμησώμεθα· ὅτι ἐν βίᾳ
θαυμαστῇ, καὶ παρρησίᾳ ἐν Χριστῷ, ἐγένετο τύπος θεῖος, τοῦ ἀληθοῦς Ἱεράρχου,
καὶ ἀληθείας φύλαξ ἄριστος.
Ἕτερον. Ἦχος α΄.
Τὸν τῆς Ἀμβροσίας ἐπώνυμον καὶ τῆς Ἰταλίας διδάσκαλον,
τὸν προστάτην τῆς Χριστοῦ Ἐκκλησίας καὶ Μεδιολάνων τὸν Πρόεδρον, τόν τοῦ
Ἐπάρχου υἱὸν καὶ τῶν πτωχῶν ἀντιλήπτορα μέγιστον, Ἀμβρόσιον τὸν ἔνδοξον
Ἱεράρχην πάντες τιμήσωμεν. Πρεσβεύει γὰρ Κυρίῳ, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Ἕτερον.. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς θεῖος διδάσκαλος καὶ ἱεράρχης σοφός, δογμάτων
ἀκρίβειαν μυσταγωγεῖς τοὺς πιστούς, Ἀμβρόσιε ὅσιε· λύεις αἱρετιζόντων τὴν ἀχλὺν
τοῖς σοῖς λόγοις· φαίνεις τῆς εὐσεβείας τὴν θεόσδοτον χάριν· ἐν ᾗ τούς σὲ
γεραίροντας συντήρει ἀπήμονας.
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τὸν Ἀμβρόσιον πιστοί, τὸν θεοστεφῆ Ἱεράρχην,
ἐγκωμιάσωμεν· οὗτος γὰρ ἐνίκησε, τοῦ κόσμου φρόνημα, τοὺς πιστοὺς δὲ ἐστήριξεν,
ἐν λόγοις καὶ ἔργοις, πάντας ἁγιότητος, βίον ἐδίδαξεν· ὅθεν ἐστεμμένος εἰσῆλθε,
χαίρων εἰς Σιὼν τὴν Ἁγίαν, καθορῶν Χριστοῦ, τὸ φῶς τὸ ἄκτιστον.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν…..,
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου