Παράκλησις
Θεοπρομήτορος ΑΝΝΗΣ.
Ποίημα Διονυσίου Ἁγιαρτεμίτου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά
τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι
θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Εἶτα τὸ
Τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοφόρῳ
ἐκτενῶς νῦν προσέλθωμεν, οἱ ταπεινοὶ ὡς ἀληθῶς καὶ προσπέσωμεν, ἐν κατανύξει
κράζοντες θερμῶς ἐκ ψυχῆς· Ἄννα πολυΰμνητε, σπλαγχνισθεῖσα σοῖς δούλοις, πάσης
ἡμᾶς λύτρωσαι, προσβολῆς ἐναντίας, καὶ ἀπειλῆς δεινῶς παντοδαπῶν, εἰς σὲ γὰρ
πάντες, ἀεὶ ἐγκαυχώμεθα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν
ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο
πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν
ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ
παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ.
Δ΄. Ὑγρὰν διοδεύσας.
Ἐπίβλεψον
ἄνωθεν εὐμενῶς, Προμῆτορ Κυρίου, καὶ ἐπόμβρησον δαψιλῶς, τὰ ῥεῖθρα τοῦ θείου
σου ἐλέους, τοῖς προσιοῦσι θερμῶς ἐν τῇ σκέπῃ σου.
Παθῶν
ἀκαθέκτων τὴν χαλεπήν, κατεύνασον ζάλην, καὶ παντοίων ἐπιφορῶν, τὴν ῥύμην
ἀνάστειλον θεόφρον, σαῖς πρὸς Θεὸν ἱεραῖς παρακλήσεσιν.
Ἐν νόσοις σὲ
εὕροιμεν ἰατρόν, φιλάγαθε Ἄννα, καὶ ἐν θλίψεσι πλατυσμόν, καὶ πύργον ἰσχύος ἐν
ἀνάγκαις, καὶ ἐν κινδύνοις ταχεῖαν ἀντίληψιν.
Θεοτοκίον.
Ἐπίσκεψαι
Δέσποινα συμπαθῶς, τοὺς πίστει καὶ πόθῳ, Σὲ ὑμνοῦντας ἀνελλιπῶς, καὶ πᾶσι
παράσχου σωτηρίαν, καὶ φωτισμὸν καὶ εἰρήνην καὶ ἔλεος.
ᾨδὴ γ΄. Οὐρανίας
ἁψῖδος.
Συμφορῶν καὶ
κινδύνων καὶ ἀναγκῶν ἔνδοξε, καὶ ἀνιαρῶν ἐπαλλήλων, καὶ περιστάσεων, πάντας
διάσωσον, τοὺς τῷ σεπτῷ σου τεμένει, πόθῳ προσεδρεύοντας, καὶ σὲ γεραίροντας.
Ἐξ ἐφόδου
παντοίας βαρβαρικῆς πάνσεμνε, καὶ δαιμονικῆς ἐπηρείας, καὶ ἐπιθέσεως,
κακοποιούντων ἀνδρῶν, ῥῦσαι τὴν ποίμνην σου ταύτην, τὴν ἐκ διαθέσεως, σὲ
μεγαλύνουσαν.
Νοσημάτων
παντοίων καὶ ἀλγεινῶν λύτρωσαι, τοὺς εἰλικρινῶς αἰτουμένους, τὴν σὴν ἀντίληψιν,
Ἄννα φιλεύσπλαγχνε, ὅσα γὰρ θέλεις ἀνύεις, ὡς Προμήτωρ ἔνθεος, τοῦ Παντοκράτορος.
Θεοτοκίον.
Ἡ ἐλπὶς ἡ
βεβαία, τῶν γηγενῶν ἄχραντε, καὶ ἡ ὀξυτάτη καὶ μόνη ἡμῶν βοήθεια, ῥῦσαι
δεόμεθα, τῆς πολυπλόκου κακίας, τοῦ δολίου δράκοντος, τοὺς Σὲ δοξάζοντας.
Διάσωσον, ἀπὸ
κινδύνων τοὺς δούλους σου σῶφρον Ἄννα, ὅτι πάντες πρὸς σὲ καταφεύγομεν, ὡς
ἔνθεον πρὸς Θεὸν ἡμῶν πρέσβυν.
Ἐπίβλεψον, ἐν
εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι
τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα
ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα. Ἦχος β΄.
Τὰ ἄνω ζητῶν.
Πρεσβείαν τὴν
σήν, ὡς ὅπλον ἀπροσμάχητον, πλουτοῦντες ἀεί, οἱ δοῦλοί σου πανεύφημε, ἐκτενῶς
βοῶμέν σοι· θεοδόξαστε Ἄννα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη
Προμήτωρ τοῦ ποιήσαντος.
ᾨδὴ δ΄. Εἰσακήκοα
Κύριε.
Συνεχόμενοι
πάντοθεν, καὶ δεινοῖς παντοίοις κλυδωνιζόμενοι, βοηθείας τῆς σῆς τύχοιμεν, Ἄννα
οἱ προστρέχοντες τῇ σκέπῃ σου.
Τὰς βουλὰς
διασκέδασον, τῶν ὠρυομένων κατὰ τῆς ποίμνης σου, καὶ ματαίωσον δεόμεθα, τὰς
αὐτῶν ἐλπίδας Ἄννα πάνσεμνε.
Μὴ παρίδῃς
θεόληπτε, τοὺς προσκαλουμένους σε εἰς βοήθειαν, ἀλλὰ τάχυνον τοῦ ῥύσασθαι, τῆς
παρενοχλούσης ἡμᾶς θλίψεως.
Θεοτοκίον.
Συμφορῶν καὶ
κακώσεων, καὶ ἐπερχομένων δεινῶν συμπτώσεων, καὶ ποικίλων παραπτώσεων, Θεοτόκε
σῶζε τοὺς ὑμνοῦντάς Σε.
ᾨδὴ ε΄. Φώτισον
ἡμᾶς.
Ἴασαι ἡμῶν,
τῶν σωμάτων τὰ συντρίμματα, καὶ τοῦ νοὸς τὰς ἐκτροπὰς ἀγαθή, καὶ διανοίας
διασκέδασον τὴν ζόφωσιν.
Αἴτησαι ἡμῖν,
ἐπταισμένων τὴν συγχώρησιν, ἐλευθερίαν πολυτρόπων δεινῶν, καὶ εἰρηναίαν
παμμακάριστε κατάστασιν.
Πάσης
ἀπειλῆς, καὶ παντοίας ἐλευθέρωσον, θεόφρον Ἄννα δυσχερείας ἡμᾶς, ὅπως ὑμνῶμεν
ἀεὶ τὰ μεγαλεῖά σου.
Θεοτοκίον.
Πρόστηθι
ἁγνή, τοῖς πιστῶς Σε λιτανεύουσι, καὶ ἀσιγήτως Σε γεραίρουσι, καὶ ὀρθοδόξως
Θεοτόκον καταγγέλουσιν.
ᾨδὴ στ΄. Τὴν
δέησιν.
Μὴ παύσῃ,
ὑπὲρ ἡμῶν πρεσβεύουσα, προνοοῦσά τε ἀεὶ καὶ φρουροῦσα, πρὸς σὲ καὶ γὰρ
παναοίδιμε Ἄννα, διὰ παντὸς ἀφορῶμεν οἱ δοῦλοί σου, παντοίας οὖν ἐπιφορᾶς,
ἀνωτέρους ἡμᾶς διατήρησον.
Ἐκ πάσης,
ἡμᾶς περίσωζε, συνοχῆς τε καὶ παντοίας ὀδύνης, καὶ χαλεπῆς, ἐλευθέρωσον βλάβης,
ψυχῆς ὁμοῦ τε καὶ σώματος ἔνδοξε, ἰσχύεις γὰρ ὡς ἀληθῶς, ὡς Προμήτωρ τοῦ πάντα
ἰσχύοντος.
Ἐκ σάλου, τῆς
τῶν παθῶν ὀχλήσεως, καὶ δεινῆς ἡμᾶς θεόληπτε Ἄννα, τῶν πονηρῶν, λογισμῶν
καταιγίδος, πρὸς γαληνόντατον ὅρμον προσόρμισον, προνοίᾳ σοῦ τῆς ἀγαθῆς, ἀγαθοῦ
τε Δεσπότου Προμήτορος.
Θεοτοκίον.
Ὡς πάντων,
τὴν δεσποτείαν ἔχουσα, οἷα Μήτηρ τοῦ τῶν πάντων Δεσπότου, δίδου ἡμῖν,
ἐγκλημάτων τὴν λύσιν, καὶ παθημάτων ἁγνὴ ἀπολύτρωσιν, κινδύνων τε ἀπαλλαγήν,
καὶ Θεοῦ Βασιλείας οἰκείωσιν.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου σῶφρον Ἄννα, ὅτι πάντες πρὸς σὲ καταφεύγομεν, ὡς ἔνθεον πρὸς Θεὸν ἡμῶν πρέσβυν.
Ἄχραντε, ἡ
διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς
ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, τῷν ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Κύριε
ἐλέησον (3)
Ἔτι δεόμεθα
ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον. Ἦχος
β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν
πιστῶν ἀκαταμάχητε, μεσιτεία πρὸς Θεὸν ἀμετακίνητε, μὴ παρίδῃς σῶν οἰκετῶν
ἱκέσιον φωνήν, ἀλλ’ ἐπίβλεψον ὡς συμπαθής, εἰς τὴν ταπείνωσιν ἡμῶν, τῶν πιστῶς
προστρεχόντων σοι, σώζουσα ἐκ κινδύνων, καὶ σκέπουσα ἐκ παντοίων, πειρατηρίων
χαλεπῶν, Ἄννα πάνσεμνε τοὺς δούλους σου.
Προκείμενον: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στ.: Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Εὐαγγέλιον: Εἶπεν ὁ Κύριος· οὐδεὶς λύχνος ἅψας, καλύπτει αὐτὸν σκεύει...
Δόξα: Ταῖς τῆς Σῆς Προγόνου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλέησόν με ὁ Θεός...
Μὴ παρίδῃς
ἔνδοξε, τὴν ἀνυμνοῦσάν σε πίστει, καὶ πόθῳ γεραίρουσαν, καὶ ἀδιαλείπτως σὲ
μεγάλυνουσαν, ἱερὰν ποίμνην σου, ἀλλ’ αὐτὴν Θεόφρον, ἀκοιμήτῳ προστασίᾳ,
περιχαράκωσον, καὶ διαπαντὸς περιτείχισον, καὶ πάσαις ἀνεπίβατον, ταῖς
ἀντικειμέναις δυνάμεσιν, ἀνάδειξον ταύτην, πανεύφημε Προμῆτορ τοῦ Χριστοῦ· ἐν
σοὶ γὰρ αὕτη κρατύνεται, καὶ αὐχεῖ καὶ σώζεται.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου
τοῦ Τροπαιοφόρου,
Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας,
Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε,
ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’ [τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς
Ἰουδαίας.
Πειρασμῶν
ἀνηκέστων συμφορῶν ἀδοκήτων Ἄννα θεόκλητε, μαστίγων πολυτρόπων, δεινῶν
ὀλεθροτόκων, ῥῦσαι πάντας τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Δυσμενείας
παντοίας καὶ δεινῆς προσδοκίας καὶ πάσης ἔνδοξε, βουλῆς κακομηχάνου, περίζωσε
τοὺς πίστει, εἰσαεὶ ἀναμέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ψυχικὴν
εὐεξίαν καὶ σωμάτων τὴν ῥῶσιν πᾶσι θεόληπτε, παράσχου τοῖς ἐν πίστει, τῷ θείῳ
σου τεμένει, προσιοῦσι καὶ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σηπεδόνας
ψυχῆς μου καὶ παθῶν ἀλγηδόνας θᾶττον ἀφάνισον, καὶ ὅλον με Παρθένε, ῥοπῇ τοῦ
Σοῦ ἐλέους, σεσωσμένον ἀνάδειξον, ὅπως ὑμνῶ Σου ἀεί, τὰς θείας
δυναστείας.
ᾨδὴ η΄. Τὸν
Βασιλέα.
Τοὺς ἐκ
παντοίων, ἀνιαρῶν τρυχομένους, καὶ δεινοῖς ἀεὶ ἐταζομένους, λύτρωσιν θεόφρον,
παράσχου εἰς αἰῶνας.
Τῆς τῶν
δαιμόνων, πανωλεθρίου μανίας, καὶ ἀνδρῶν ἐχθίστων ἀπηνείας, πρόφθασον καὶ
ῥῦσαι, τοὺς σοὺς σεμνὴ οἰκέτας.
Τοὺς ἐν
ποικίλοις, πειρατηρίοις τοῦ βίου, πολυτρόπως πάντοτε θεόφρον, περιστατούμενους,
σῶζε εἰς αἰῶνας.
Θεοτοκίον.
Τοὺς
πεποιθότας, ἀνενδοιάστως Παρθένε, τῇ πανσωστικῇ Σου προστασίᾳ, ἀνεπηρεάστους,
συντήρει εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως
Θεοτόκον.
Τοὺς πίστει
προσκυνοῦντας, τὴν σεπτὴν σορόν σου, καὶ ἐμφερείας τὸ θεῖον ἐκτύπωμα, σκέπε καὶ
φρούρει καὶ σῶζε Ἄννα φιλάγαθε.
Ἐκ θείων
Ὑψωμάτων, μὴ ἐλλίπῃς ὅλως, θεόφρον Ἄννα ἡμᾶς ἐποπτεύουσα, καὶ τὰς ἰάσεις
ἀφθόνως πᾶσι βραβεύουσα.
Μὴ παύσῃ
συντηροῦσα, ταύτην σου τὴν ποίμνην, ἐκ πολυπλόκων σκανδάλων τοῦ ὄφεως, καὶ ἐξ
ἀνθρώπων ἀδίκων Ἄννα πανθαύμαστε.
Θεοτοκίον.
Ἐλπίς μου
γλυκυτάτη, καὶ ἀναψυχή μου, καὶ τῆς ψυχῆς μου χαρὰ Παναγία, χαρᾶς ἐκείνης με
δεῖξον πάναγνε μέτοχον.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Δεῦτε
εὐφημήσωμεν οἱ πιστοί, Ἄνναν τὴν Ἁγίαν, τὴν Προμήτορα τοῦ Χριστοῦ, τὴν
ἀξιωθεῖσαν, γεννῆσαι τὴν Παρθένον, τὴν μόνην Θεοτόκον καὶ παναμώμητον.
Χαρίτων ὡς
ἔμπλεως ἀγαθή, χαρίτωσον πάντας, τοὺς ἐν πίστει σὲ ἀκλινεῖ, ἀνυμνολογοῦντας,
καὶ πόθῳ προσκυνοῦντας, τῆς θείας κληρουχίας πάντας ἀξίωσον.
Πᾶσαι τῶν
Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά
τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἦχος β’. Ὅτε ἐκ
τοῦ ξύλου.
Πάντων,
μνημονεύεις ἀγαθή, τῶν μνημονευόντων σου πόθῳ, καὶ εὐφημούντων σε, καὶ
ἐκλιπαρούντων σε Θεοπρομῆτορ θερμῶς, καὶ πρὸς σὲ μετὰ πίστεως, ἀεὶ ἀφορώντων,
καὶ πρὸς τὴν ἀντίληψιν καταφευγόντων τὴν σήν· πάσης οὖν ἡμᾶς ἐπηρείας, νόσων
συμφορῶν καὶ κινδύνων, καὶ δεινῶν ἁπάντων ἐλευθέρωσον.
Πάντες, σοὶ
προσπίπτομεν πιστῶς, πάντες σε θερμῶς δυσωποῦμεν, Ἄννα φιλεύσπλαγχνε, πάντας
ἡμᾶς λύτρωσαι τῇ μεσιτείᾳ σου, πολυτρόπων κακώσεων, μελλόντων κινδύνων, δεινῶν
ἐπιθέσεων, καὶ ἀλγηδόων πικρῶν, καὶ ἀνιαρῶν ἐπαλλήλων, καὶ ἀῤῥωστημάτων
ποικίλων, καὶ πολυειδῶν ἑτέρων θλίψεων.
Πάσης, τῶν
ἐθνῶν ἐπιδρομῆς, πάσης τῶν ἐχθρῶν κακουργίας, πάσης στενώσεως, πάσης
περιστάσεως, πάσης κακώσεως, πάσης ἄλλης συμπτώσεως, παντοίας ἀνάγκης, ἐκ πάσης
τε θλίψεως, καὶ προσβολῆς τοῦ ἐχθροῦ, καὶ ἐκ πολυτρόπων σκανδάλων, καὶ
πειρατηρίου τοῦ βίου, ῥῦσαι τοὺς σοὺς δούλους Ἄννα ἔνδοξε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου