Παράκλησις Μάρτυρος
ΒΟΝΙΦΑΤΙΟΥ.
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν
οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ Τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Ἀθλητὴς Τροπαιοφόρος Κυρίου, καὶ πρεσβευτὴς ἡμῶν
ἀνύστακτος ὄντως, τρισμάκαρ Βονιφάτιε ταῖς σαῖς ἐκτενῶς, ἱκεσίαις λύτρωσαι
συμφορῶν καὶ κινδύνων, πάντας τοὺς τιμῶντάς σε καὶ ἐκ πάσης δολίας, ἐπιβουλῆς
τοῦ πλάνου ἀσινεῖς, ἡμᾶς συντήρει, Μαρτύρων ἀκρώρεια.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν
οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων
κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ,
Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς: Γενοῦ μοι ἀρωγός, Βονιφάτιε. Χαραλάμπους.
ᾨδὴ α΄. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Γηθόμενος πέμπω σοι νῦν ᾠδήν, κραυγάζων μὴ παύσῃ,
ἱκετεύειν τὸν Λυτρωτήν, διδόναι μοι λόγους σε γεραίρειν, καὶ μεγαλύνειν Αὐτὸν
Βονιφάτιε.
Ἐξ ὕψους κατάπεμψον ἐφ’ ἡμᾶς, Χριστοῦ τὰ ἐλέη,
Βονιφάτιε ἱερέ, λιταῖς σου ταῖς θείαις καρτερόφρον, ἵνα τοῦ πλάνου πατήσωμεν
φρύαγμα.
Νοός μου ἐκδίωξον σκοτασμόν, παθῶν ὁ ἐλάσας, σκοτομήνην
καὶ Ἀθλητῶν, χοροῖς συναφθεὶς σῇ ὁλοτρόπῳ, ψυχῆς ἐφέσει κλεινὲ Βονιφάτιε.
Ὁρῶν ἐν σταδίῳ τοὺς Ἀθλητάς, Χριστοῦ λελουσμένους, τῶν
αἱμάτων τοῖς ὀχετοῖς, ἐκτήσω τὸν πόθον μαρτυρίου, πιστῶν θερμὲ πρεσβευτὰ
Βονιφάτιε.
Θεοτοκίον.
Ὑπέραγνε Μῆτερ τοῦ Λυτρωτοῦ, ἁγνείας δοχεῖα, δεῖξον
πάντας τοὺς εὐλαβῶς, τιμῶντάς Σε ὕμνοις μελιῤῥύτοις, καὶ μυστικαῖς μελῳδίαις
ἑκάστοτε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ματαιότητα πάντων τῶν γεηρῶν Ἅγιε, καὶ τοῦ τρυφηλοῦ
ἐννοήσας βίου ἐπόθησας, ὑπὲρ Κυρίου θανεῖν, ἵνα ἡμῖν δείξῃς τρίβους, πολιτείας
κρείττονος, ὦ Βονιφάτιε.
Ὀφθαλμοὺς ἀκαθάρτους τοῦ χοϊκοῦ σώματος, κλείσας
Βονιφάτιε τάχος ὄμματα ἤνοιξας, τὰ τῆς ψυχῆς τοῦ ὁρᾶν, δόξαν τὴν ὄντως ἀγήρω,
ἣν ἰδεῖν ἀξίωσον, καὶ τοὺς τιμῶντάς σε.
Ἰοβόλου ἀσπίδος τὴν κεφαλὴν σύντριψον, τῆς ἐπιζητούσης
σπαράξαι Μάρτυς σὸν πρόσφυγα, καὶ μοὶ ἐκχύσαι ἰόν, ὀδυνηρᾶς ἁμαρτίας, ὁ αὐτῆς
τὸν βόρβορον, πλύνας δι’ αἵματος.
Ἀγλαΐδα ἧν ἔσχες τῶν ἡδονῶν πρότερον, σκεῦος Βονιφάτιε
Μάρτυς εἶτα χρηστότητος, διὰ τῆς σῆς γεραρᾶς, θανῆς ἀνέδειξας ὅθεν δυσωπῶ σε·
δεῖξόν με, βάθρον συνέσεως.
Θεοτοκίον.
Ῥυπτικῶν πρεσβειῶν Σου τοῖς ποταμοῖς Δέσποινα, νῦν
προσπίπτων κράζω Σοι· ῥύπον, ἄσπιλε πλῦνόν μου, τῆς ῥυπαρώδους ψυχῆς, καὶ
εἰσελθεῖν με εἰς ἄνω, δόμους λαμπροχίτωνα, Μῆτερ ἀξίωσον.
Ἀπόπλυνον, τὸν τῆς καρδίας ἡμῶν σαῖς πρεσβείαις ῥύπον,
καὶ ἀφθίτου ζωῆς ἱμάτιον ἔνδυσον,τοὺς σὲ Βονιφάτιε ἀνυμνοῦντας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα
ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα.Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαις ταῖς σαῖς ἀπαύστως τειχιζόμενοι, τοῦ φαύλου
ἐχθροῦ τὰς μηχανὰς ἐκτρέπομεν, καὶ καλῶς τὸ πέλαγος, Βονιφάτιε διαπλέομεν, τοῦ
βίου ὅθεν ὕμνοις μυστικοῖς, τὴν σὴν παῤῥησίαν ἀναμέλπομεν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡς ὠκύπους τις ἔλαφος, ἐπὶ τὰς ὑδάτων πηγὰς ἀνέδραμες,
ἐναθλῆσαι Βονιφάτιε, καὶ ἰσχὺν δωρῆσαι τοῖς τιμῶσί σε.
Γεραρὲ Βονιφάτιε, πάρεχε κατ’ ἄμφω ὑγείαν ἅπασι, τοῖς
γεραίρουσι τοὺς ἄθλους σου, καὶ τὴν θείαν μνήμην σου δοξάζουσιν.
Ὁμηγύρεως καύχημα, Ἀθλητῶν τῆς πίστεως Βονιφάτιε, σὰς
λιτὰς ἀπεκδεχόμεθα, ἵνα βίον ἥσυχον διάγωμεν.
Θεοτοκίον.
Σωματώσασα Κύριον, καὶ Θεὸν Παρθένε βροτοὺς ἐθέωσας,
καὶ τῆς γῆς τὴν σφαῖραν ἤνωσας, μετὰ τοῦ ἀπείρου στερεώματος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Βύθιον ἐχθρόν, τὸν ζητοῦντα ἀφανίσαι με, Βονιφάτιε
ἀπέλασον μακράν, ὁ αὐτὸν γενναιοφρόνως τροπωσάμενος.
Ὄμβροις ἱεροῖς, τῶν αἱμάτων σου ἐπίανας, Κιλικίας
Βονιφάτιε τὴν γῆν, καὶ καρποὺς αἰωνιότητος ἐξέδρεψας.
Νύκτα ζοφεράν, τῆς ἀνόμου πολιτείας μου, καταφώτισον
λιτῶν σου ταῖς αὐγαῖς, Βονιφάτιε ἀνδρείας ἄστρον πάμφωτον.
Θεοτοκίον.
Ἵνα οἱ πιστοί, ἐσαεὶ Σὲ μεγαλύνομεν, ῥώμην δίδου καὶ
ὑγείαν ψυχικήν, πᾶσι Μῆτερ τοῦ Κυρίου Ἀειπάρθενε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Φωτόλαμπρε, Μάρτυς Βονιφάτιε, ὁ δεχθῆναι πρὶν Κυρίου
τὴν χάριν, ἐν ἡδοναῖς δαπανήσας τὸν βίον, ἡδονικῶν ἐνθυμήσεων σβέσον μου, τὸ
κατακαῖον πῦρ δεινῶς, καὶ ὁδοὺς ἀναψύξεως δεῖξόν μοι.
Ἀστείρευτος, ποταμὸς ἰάσεων, τὸν σὸν λείψανον ἐν Ῥώμῃ
ἐπώφθη, ἀρδεύων πάντας τοὺς ἐν ἀσθενείας,κατακειμένους τῇ κλίνῃ καὶ σπεύδοντας,
αὐτῷ ἐν πίστει ἀκλινεῖ, ταχινὲ ἰατὴρ Βονιφάτιε.
Τιτρώσκομαι, οἴμοι ὁ πολύστηνος, ἐκ βελῶν τῶν
πυριφλέκτων τοῦ πλάνου, καὶ πλήρης πόνου πρὸς σὲ ἀνατείνω, χεῖρας αἰτούμενος
σὴν ἀκαταίσχυντον, ἀντίληψιν θαυματουργέ, Ἀθλητῶν κορυφὴ Βονιφάτιε.
Θεοτοκίον.
Ἱκέτευε,ἐκτενῶς τὸν Κύριον, καὶ Θεὸν ἡμῶν Ὃν ἔτεκες
κόσμῳ, ὑπερφυῶς ὑπὲρ πάντων Παρθένε, τῶν ἀνυμνούντων τὸν πάντιμον Τόκον Σου,
καὶ Σὲ ὡς πρόξενον ζωῆς, γεραιρόντων ἀλήκτου ἑκάστοτε.
Ἀπόπλυνον,τὸν τῆς καρδίας ἡμῶν σαῖς πρεσβείαις ῥύπον,
καὶ ἀφθίτου ζωῆς ἱμάτιον ἔνδυσον,τοὺς σὲ Βονιφάτιε ἀνυμνοῦντας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα
ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον.Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ὡς τῶν πιστῶν ἀντιλήπτωρ θερμότατος, τῶν προσφευγόντων
τῇ σῇ θείᾳ χάριτι, δεινῆς ἀσθενείας ἐκλύτρωσαι, πανευσταλὲς Ἀθλητὰ Βονιφάτιε,
λιτῶν σου δυνάμει πρὸς Κύριον.
Προκείμενον.Ἦχος
β΄. Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον (Ματθ. ι΄ 32-36, ια΄ 1).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πᾶς ὅστις
ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων,ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ
Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν
ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Μὴ
νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον
κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς
πενθερᾶς αὐτῆς· καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ· καὶ ἐγένετο, ὅτε
ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα Μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν, τοῦ
διδάσκειν καὶ κηρύττειν ἐν ταῖς πόλεσιν αὐτῶν.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ. Ἐλεῆμον,ἐλέησόν με ὁ Θεός...
Ἄσπετον κατάσβεσον, ἁμαρτημάτων τὴν φλόγα, ὄμβροις
ἀενάοις σου, πρεσβειῶν πρὸς Κύριον γενναιότατε, Ἀθλητὰ πίστεως, ὁ ἐν τῷ σταδίῳ,
μεγαλύνας θεῖον ὄνομα, τοῦ Πανοικτίρμονος, καὶ Θεοῦ ἡμῶν Βονιφάτιε, ὡς ἂν τὴν
πανακήρατον, μνήμην σου δοξάζομεν πάντοτε, καὶ τῆς παῤῥησίας, μεθ’ ἧσπερ
ὡμολόγησας Χριστόν, πρὸ τοῦ τυράννου πανύμνητε, μιμηταὶ γενόμεθα.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἔργοις τὸν βίον ἀναλῶσαι θεαρέστοις καταξίωσον τοὺς
πόθῳ, εὐφημοῦντας τὴν σήν, ἁγίαν μνήμην Πάτερ, θεόφρον Βονιφάτιε, ἀθλουμένων
κοσμιότης.
Χάριν μοι πέμψον οὐρανόθεν Βονιφάτιε τῷ σὲ
ὑμνολογοῦντι, εὐσταλὲς τοῦ Χριστοῦ, ὁπλῖτα ὁ τὰ πάθη, σαρκίου ἀπωσάμενος,
Παρακλήτου τῇ δυνάμει.
Αἴνον προσάγομέν σοι πάντες τῷ θυσίαν ἑαυτὸν Κυρίῳ
δόντι, καὶ στολὴν τῆς ψυχῆς,φοινίξαντι ψεκάσιν, αἱμάτων τῶν ἰδίων σου,
Βονιφάτιε παμμάκαρ.
Θεοτοκίον.
Ῥεύμασι τῶν τῆς μετανοίας λοῦσον Πάναγνε δακρύων τοὺς
Σοὺς δούλους, καὶ εἰς δόμους αὐτούς,κεκαθαρμένους δέξαι, τῶν οὐρανῶν
Παντάνασσα, ταῖς εὐχαῖς Βονιφατίου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἁμαρτημάτων,τὴν δυσωδίαν πρεσβείαις, ταῖς θερμαῖς σου
ἀποκάθαρον ὁ γνόφον, λύσας ἁμαρτίας, τῇ τοῦ Χριστοῦ δυνάμει.
Λελαμπρυσμένος, μαρμαρυγαῖς τῶν σῶν πόνων, εἰς
σκηνώσεις φωσφόρους εἰσῆλθες, ἱκετεύειν Μάρτυς, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Ἀνδρειοφρόνως, πρὸ τοῦ ἀνόμου τυράννου, Βονιφάτιε ἔστης
Κυρίου, ὄνομα τὸ μέγα, ὁμολογῶν καὶ θεῖον.
Θεοτοκίον.
Μανίαν πλάνου, τὴν καθ’ ἡμῶν κινουμένη, δίδου δύναμιν
πᾶσι καὶ ῥώμην, τοῖς προστρέχουσί Σοι, πατεῖν Θεοκυῆτορ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Παθῶν ἡμῶν ἰλύος, πρεσβειῶν σου ῥείθροις, πλῦνον τοὺς
σὲ Βονιφάτιε μέλποντας, ψαλμοῖς καὶ ὕμνοις ὡς πίστεως θεῖον Μάρτυρα.
Ὁ φύλαξ καὶ προστάτης, πέλεις σῶν προσφύγων, τομεῦ
εἰδώλων σπερμάτων ὀξύτατε, καὶ ἀληθείας φθεγμάτων σπορεῦ γλυκύτατε.
Ὑψίστου νῦν τῷ θρόνῳ, παρεστὼς μὴ παύσῃ, ὑπὲρ ἡμῶν
δυσωπεῖν Βονιφάτιε, τῶν εὐλαβῶς ἐκτελούντων τὴν θείαν μνήμην σου.
Θεοτοκίον.
Σωμάτων ἀλγηδόνας, καὶ ψυχῶν τὸ ἄχθος, τῶν οἰκετῶν Σου
θεράπευσον Δέσποινα, ἵνα ἡρέμως τὸν βίον ἡμῶν διάγωμεν.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις Βονιφάτιε γεραρέ, ὁ στεῤῥῶς ἀθλήσας, καὶ
αἰσχύνας τὸν δυσμενῆ, χαίροις λαμπροφόρε, ἀστὴρ τῆς Ἐκκλησίας, ὁ πάντας
ἀριστείας, λάμπων πυρσεύμασι.
Σκότος καταπτήξας δεινὸν παθῶν, χάριτι τῇ θείᾳ, ἐν
σταδίῳ ὡς τηλαυγής, ἑωσφόρος ὤφθης, ἀνδρείας καὶ Μαρτύρων, τῆς δήμοις
ἠριθμήθης, ὦ Βονιφάτιε.
Τὰς πικρὰς βασάνους τῶν Ἀθλητῶν, καὶ τὴν καρτερίαν,
Βονιφάτιε καθορῶν, ἐν τῷ μαρτυρίῳ,αὐτῶν ἐπλήσθης πόθου, Χριστῷ εὐαρεστῆσαι, δι’
ἐναθλήσεως.
Ἔδωκας ὡς ἄσυλον θησαυρόν, σκῆνός σου τὸ θεῖον, Ἀγλαΐδι
τῇ θαυμαστῇ, ἣ καταφιλοῦσα, αὐτὸ μετ’ εὐλαβείας, ἐμύρισε δακρύοις, ὦ Βονιφάτιε.
Τοὺς προσερχομένους μετὰ σπουδῆς, σκέπῃ σου τῇ θείᾳ,
Βονιφάτιε σθεναρέ, καὶ τὰς ἀσιγήτους, εὐχαῖς σου πρὸς τὸν Κτίστην, ἐνθέρμως
αἰτουμένους, σῷζε ἐκ θλίψεων.
Πλήρου τὰ αἰτήματα συμπαθῶν, τῶν σοὶ προσιόντων,
Βονιφάτιε καὶ πιστῶς, τὴν ἁγίαν μνήμην,τὴν σὴν ἐπιζητούντων, Μαρτύρων
παγγεράστων, βάθρον ἀτίνακτον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς
τό σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ.
Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν….
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἔλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς
ὁ ἀληθινὸς
Θεὸς ἡμῶν
ταῖς πρεσβείαις τῆς
παναχράντου καὶ παναμώμου
ἁγίας Αὐτοῦ
μητρός, δυνάμει τοῦ
τιμίου καὶ ζωοποιοῦ
Σταυροῦ, προστασίαις τῶν
τιμίων ἐπουρανίων
Δυνάμεων ἀσωμάτων,
ἱκεσίαις τοῦ
τιμίου, ἐνδόξου,
προφήτου Προδρόμου καὶ
Βαπτιστοῦ Ἰωάννου,
τῶν ἁγίων,
ἐνδόξων καὶ
πανευφήμων Ἀποστόλων,
τῶν ἁγίων
ἐνδόξων καὶ
καλλινίκων Μαρτύρων, τῶν
ὁσίων καὶ
θεοφόρων Πατέρων ἡμῶν,
(τοῦ Ναοῦ) τῶν
ἁγίων καὶ
δικαίων θεοπατόρων Ἰωακεὶμ
καὶ Ἄννης, (τῆς
ἡμέρας) καὶ
πάντων τὸν Ἁγίων,
ἐλεήσαι καὶ σώσαι ἡμᾶς,
ὡς ἀγαθὸς
καὶ φιλάνθρωπος καὶ
ἐλεήμων Θεός.
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Σβέσον, ἁμαρτάδων μου τὸ πῦρ, τὸ δεινῶς με καῖον λιτῶν
σου, τοῖς ὀχετοῖς Ἀθλητῶν, κλέος Βονιφάτιε, καὶ ἐν ἐτάσεως, τῇ ἡμέρᾳ
στεῤῥόψυχε, γενοῦ παραστάτης, νῦν τοῦ σοὶ προσπίπτοντος, σταδίου πρώταθλε, ἵνα
καθ’ ἑκάστην γεραίρω, σὴν πρὸς τὸν Θεὸν παῤῥησίαν, καὶ ψυχῆς τὸ εὔτονον τῆς
θείας σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν….
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου