Παράκλησις ἁγ.
Βασιλέως ΙΩΑΝΝΟΥ ΒΛΑΔΙΜΗΡΟΥ.
Ψαλλομένη ἐν πάσῃ
θλίψει καί ἀνάγκη.
Ποίημα Θεοδώρου τινός, διορθωθέν ὑπό
Ἀντωνίου Μάρκου (1982).
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός μου.
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Τοῦ Ἁγίου.
Ἦχος δ’. Τῆ Θεοτόκῳ ἐκτενῶς...
Τῷ Ἰωάννῃ
οἱ πιστοί νῦν
προσδράμωμεν,* οἱ ἐν δεινοῖς
καί συμφοραῖς καί προσπέσωμεν,*
ἐν εὐσεβείᾳ κράζοντες
ἐκ βάθους ψυχῆς·* Ἅγιε,
βοήθησον* καί ἡμᾶς
τυραννίας,* σπεῦσον
ἐκλυτρώσασθαι,* ἀσεβῶν καί ἀπίστων.* Μή
ἀποστρέψης σούς δούλους
κενούς,* ἀλλ’ ἐκ παντοίων κινδύνων
διάσωσον.
Δόξα. Τό αὐτό.
Τῷ Ἰωάννῃ οἱ πιστοί νῦν προσδράμωμεν,* οἱ ἐν δεινοῖς καί συμφοραῖς καί προσπέσωμεν,* ἐν εὐσεβείᾳ κράζοντες ἐκ βάθους ψυχῆς·* Ἅγιε, βοήθησον* καί ἡμᾶς τυραννίας,* σπεῦσον ἐκλυτρώσασθαι,* ἀσεβῶν καί ἀπίστων.* Μή ἀποστρέψης σούς
δούλους κενούς,* ἀλλ’ ἐκ παντοίων
κινδύνων διάσωσον.
Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ
Θεοτόκε…
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανών τοῦ Ἁγίου.
Ὠδή α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.
Δειναῖς πιεζόμενος
συμφοραῖς,* πρός Σέ ἐπιῤῥίπτω*
καί τό σῶμα
καί τήν ψυχήν,* ὦ
Ἄναξ Τρισμάκαρ καί
Παρθένε,* τῶν φοβερῶν καί
κακῶν με ἐκλύτρωσαι.
Σαρκός με τοῦ
κλύδωνος ἐμβολή,* μάκαρ Ἰωάννη,* ἐκταράττει διηνεκῶς,* εἰρήνευσον, Μέδων,
τῇ γαλήνῃ* πρός Θεόν
μεσιτεύων, Θεόσοφε.
Δόξα.
Δαιμόνων τά στίφη
τά πονηρά,* καταπολεμοῦσι* τόν
Σόν δοῦλον ἀνηλεῶς·* κατάργησον τούτους
τῇ δυνάμει* τῇ
τοῦ Σταυροῦ, Στεφηφόρε
Πανθαύμαστε.
Καί νῦν. Θεοτοκίον.
Παρθένε ἡ
πύλη ἡ τοῦ
Θεοῦ,* ἄνοιξόν μοι πύλην*
εὐσπλαχνίας καί ἐκ
πυλῶν* τῆς θανατηφόρου
ἁμαρτίας,* τῇ μητρικῇ παῤῥησία
Σου ῥῦσαί με.
Ὠδή γ’. Οὐρανίας ἁψίδος.
Πονηρίας ἀνθρώπων*
ὀδυνηράς πάντοτε,* ἀπειλάς πνεόντων
δυσφήμως,* Σύ μέ διάσωσον,* τήν θηριώδην
αὐτῶν* μανίαν διασκεδάζων,* εὐσεβῶν τό
στήριγμα,* Μάρτυς Πανένδοξε.
Σκαιωρίας
ἀπίστων,* Θαυματουργέ, σκόρπισον*
καί παραπικραίνοντας πάντας* ταχύ
κατάβαλε,* ἐν τῇ ῥομφαίᾳ
τῇ Σῇ,* τῶν πρεσβειῶν
ἡ θερμότης,* τῶν πιστῶν
τό καύχημα,* Ἄναξ Βλαδίμηρε.
Δόξα.
Σωφροσύνη εὐώδει* τήν βδελυράν διώξον,*
τῶν Σῶν θεραπόντων, Θεόφρων,* δεινήν ἀσέλγειαν,* ὁ
θείων μύρων κρουνούς*
καθαρωτάτους ἐκβλύζων,*
Ἀθλητῶν ὁμόσκηνε τοῦ
Παντοκράτορος.
Καί νῦν. Θεοτοκίον.
Ἀρετῆς παρθενίας*
ἐστερήθην, Πάναγνε,* ὅλος
ἐμολύνθην τῷ πάθει*
τῆς ἀσωτίας μου.* Ἡ τετοκυῖα
Κριτήν,* παρανομούντων ἀνθρώπων,*
πάσης κατακρίσεως, Παρθένε σῶσον
με.
Πρός τό Διάσωσον.
Προστρέχομεν*
τῇ μυροθήκῃ Σου
πάντες,* Σημειοφόρε, εὐωδίας
καλλίστης* καί δωρεῶν
θείων πλουτοῦμεν,* σύ γάρ πρόμαχος
ἡμῶν ἦ καί
ἀντιλήπτωρ.
Ἀξίωσον*
τῆς χαριτός Σου, Ἰωάννη
Θεοφόρε,* τούς Σούς
δούλους τούς ταπεινούς*
ἐκ νόσων ῥυόμενος*
καί κάθαρον τῶν
παθῶν ἡμῶν τόν
ῥύπον.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Ἦχος β’. Πρεσβεία θερμή.
Προστάτης
θερμός καί πύργος
ἀπροσμάχητος* ἐδείχθης, Σοφέ,* τοῖς πίστει
ἐκβοῶσι Σοι* καί
σεπτῶς κραυγάζουσιν,* ἀθλητά Βλαδίμηρε
πρόφθασον* καί ἐκ
κινδύνων λύτρωσαι ἡμᾶς,* ἀεί
τῇ Τριάδι παριστάμενος.
Ὠδή δ’. Εἰσακήκοα Κύριε.
Ἰαμάτων χαρίσματα,* τῷ σεπτῷ
τεμένει Σου οἱ
προσφεύγοντες,* ἀρυόμεθα
εὐφρόσυνοι* καί δοξάζομέν
Σε, Θαυματόβρυτε.
Ἀλβανίας, Σερβίας
τε* καί τῆς
Βουλγαρίας τά Σά
θαύματα* ἀντιλήπτορα κηρύττουσι,* διό σωτῆρα
πάντες Σε γνωρίζουσι.
Δόξα.
Τῆς Μυσίας οἱ
Ὀρθόδοξοι* καί οἱ τοῦ
Ἰλλυρικοῦ σεπτῶς Σοι
προσπίπτουσι,* τῆς ὑγείας ἀπολαύοντες*
καί χαρίτων πάντοτε
πληρούμενοι.
Καί νῦν. Θεοτοκίον.
Σύ τόν νοῦν
μου ἐκλάμπρυνον,* τόν ἐσκοτισμένον
τοῖς πλημμελήμασιν,* ἡ τόν
Ἥλιον κυήσασα* τῆς
δικαιοσύνης, Παναμώμητε.
Ὠδή ε’. Φώτισον ἡμᾶς.
Φρούρησον
ἡμᾶς* ταῖς πρεσβείαις
Σου, Βλαδίμηρε,* καί τῷ βραχίονί
Σου τῷ κραταιῶ,* πικρούς
τυράννους κατάβαλε, Ὑπερθαύμαστε.
Δώρησαι
ἡμῖν* τήν ὑγείαν
δεομένοις Σου,* τῆς ψυχῆς
καί τοῦ σώματος
ἀεί* καί τήν
μυρίπνοον ῥῶσιν, Ἰωάννη Πανόλβιε.
Δόξα.
Ἴασαι λαούς*
προσδραμόντας Σοι, Θαυμάσιε,*
λοιμικῆς τε νόσου καί
πυρετῶν* καί ἀλγηδόνων
παντοίων πάντας διάσωσον.
Καί νῦν. Θεοτοκίον.
Φώτισον,
Ἁγνή,* τῆς ψυχῆς μου
τήν σκοτόμαιναν,* τῆς Σῆς
λαμπρότητος τῇ μαρμαρυγῇ,* ἡ
Φῶς τεκοῦσα τόν θεῖον καί
προαιώνιον.
Ὠδή στ’. Τήν δέησιν
ἐκχεῶ.
Θαυμάτων Σε*
θησαυρόν ἐπίσταμαι* καί
πηγήν τῶν ἀγαθῶν, Ἰωάννη,* ἀσθενειῶν θεραπεύοντα
πάθη* καί ἐνεργείας
δαιμόνων ἐλαύνοντα·* διό δέομαι
ἀναγαγεῖν* ἐκ φθορᾶς
με κακῶν, Χαριτώνυμε.
Προστάτην Σε*
τῆς Μονῆς κηρύττομεν*
καί φρουρόν τῆς Ἀλβανίας,
Παμμάκαρ,* τῶν πειρασμῶν διαλύοντα
ὄχλον* καί ἐπηρείας
ἀπίστων διώκοντα·* διό πάντας
τούς Χριστιανούς,* τῶν
δεινῶν λυτρωθῆναι δεόμεθα.
Δόξα.
Λιμένα* τήν
Σήν σορόν ἐν
θλίψεσι* καί ἐν ἀνάγκαις
ἐννοῶ, Μυροβλύτα,* καί
παντελῆ συμφορῶν σωτηρίαν*
καί ποταμόν δωρεῶν
ἀνεξάντλητον* καί βρύσιν
τῶν εὐωδιῶν* καί
πηγήν ἰαμάτων ἀένναον.
Καί νῦν. Θεοτοκίον.
Θεράπευσον* τήν δεινῷ
νοσήματι* καί ἐμπαίγματι
οἰκτρῷ κακωθεῖσαν,* ἐκ πονηροῦ
τήν καρδίαν μου
ὅλην* καί τῆς
ἐν Σοί ἰατρείας
ἀξίωσον* καί σῶσον
με τόν ἐπί
Σε* προσφεύγοντα , Μαρία Πανάμωμε.
Πρός τό Διάσωσον.
Προστρέχομεν*
τῇ μυροθήκῃ Σου
πάντες,* Σημειοφόρε, εὐωδίας καλλίστης* καί
δωρεῶν θείων πλουτοῦμεν,* σύ γάρ
πρόμαχος ἡμῶν ἦ καί ἀντιλήπτωρ.
Ἀξίωσον*
τῆς χαριτός Σου, Ἰωάννη
Θεοφόρε,* τούς Σούς
δούλους τούς ταπεινούς*
ἐκ νόσων ῥυόμενος*
καί κάθαρον τῶν
παθῶν ἡμῶν τόν
ῥύπον.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.
Βασιλείαν λιπών
τήν ἐν γῆ, ὦ
Πανθαύμαστε,* Βασιλείας τῶν Οὐρανῶν*
οὖκ ἀπέτυχες, Ὅσιε,* ἀλλ’ ἐν μέσῳ
εὐσεβῶν Ἀνάκτων ἐντρυφᾶς,* διό πρέσβευε
ὑπέρ ἡμῶν* τῶν
νῦν ἐπικαλουμένων Σε*
καί πιστῶς κραυγαζόντων
Σοι.* Λύτρωσαι νοσημάτων,*
ὡς καί
ἀμπλακημάτων,* τούς
ἱκετεύοντάς Σε θερμῶς,* Ἀθλοφόρε, καί
τιμῶντας Σε.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με
πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν
κτίσιν πρὸς ζωογονίαν.
Καί εὐθύς
τό Προκείμενον·
Δίκαιος ὡς
φοίνιξ ἀνθήσει…
Στίχ. Εὐφρανθήσεται δίκαιος ἐν
Κυρίῳ…
Εὐαγγέλιον
Μαρτυρικόν. Ἐκ τοῦ κατά
Λουκᾶν.
Εἶπεν ὁ Κύριος
τοῖς ἑαυτοῦ μαθηταῖς. Προσέχετε ἀπό
τῶν ἀνθρώπων, ἐπιβαλοῦσι γάρ
ἐφ’ ὑμᾶς τάς χεῖρας…
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου…
Καί νῦν. Ταῖς τῆς Θεοτόκου…
Στίχ. Ἐλέησόν με ὁ
Θεός…
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Μή
ἀποστερήσῃς με* τῆς
Σῆς φρικτῆς προστασίας,* Ἀθλητά Βλαδίμηρε,* ἀλλά θραῦσον
δέομαι* τῇ ἰσχύῃ
Σου,* δαιμόνων τά τοξεύματα* καί τά τούτων βέλη* καί ἀπάλλαξον
Σοί δέομαι,* πόνου τοῦ τῆς ψυχῆς,* πάσης
τε ἀνάγκης καί
θλίψεως·* δουλείας γάρ συνθλίβει με* τῶν Ἀγαρηνῶν ἄχθος μέγιστον·*
αὐτούς τυραννοῦντας* δυνάστας
κραταιούς καί δυνατούς,* τῇ Σῇ δυνάμει ἐδάφισον,* Ἄναξ εὐκλεέστατε.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου
τοῦ Τροπαιοφόρου,
Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας,
Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε,
ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδή ζ’. Οἱ ἐκ
τῆς Ἰουδαίας.
Τήν ψυχήν
θυμηδίας* καί χαρᾶς
ἁπάσης ἀνάδειξον ἔμπλεων,* Θεόφρων Ἰωάννη,* τῶν
Σέ ἐπικαλουμένων* καί
βοᾶν ἀεί δίδαξον·* ὁ
τῶν Πατέρων ἡμῶν*
Θεός, εὐλογητός εἶ.
Λαμπρυνθείς τῷ
Σῷ πάθει,* σκοτισθέντα με
ἁμαρτήμασι λάμπρυνον,* τόν πόθῳ
προσιόντα* τῇ Σῇ
φωταγωγίᾳ* καί κραυγάζειν
ἀξίωσον·* ὁ τῶν Πατέρων
ἡμῶν* Θεός, εὐλογητός
εἶ.
Δόξα.
Πειρασμῶν καί
κινδύνων* καί ἀνάγκης
καί θλίψεως ἐλευθέρωσον*
καί βλάβης τῶν
δαιμόνων,* τούς τῇ
σκέπῃ Σου θαῤῥοῦντας*
καί ἐν πίστει
κραυγάζοντας·* ὁ τῶν Πατέρων
ἡμῶν* Θεός, εὐλογητός
εἶ.
Καί νῦν. Θεοτοκίον.
Τῶν ἀνθρώπων
ὁ Πλάστης* ἐν
γαστρί Σου σκηνώσας, Θεοχαρίτωτε,* ἁπάντων
προστασίαν* τῶν ζάλαις
κλονουμένων* καί βοόντων
δεικνύει Σε·* ὁ τῶν
Πατέρων ἡμῶν* Θεός,
εὐλογητός εἶ.
Ὠδή η’. Τόν Βασιλέα
τῶν οὐρανῶν.
Τοῖς
ποντουμένοις* βιωτικαῖς τρικυμίαις*
χεῖραν δίδου, Παμμάκαρ, τοῖς ὑμνοῦσι*
καί ὑπερυψοῦσι* Χριστόν
εἰς τούς αἰῶνας.
Τῶν Σῶν Λειψάνων*
τῶν θεαυγῶν ἀπτομένους,* εὐωδίας πλήρωσον
τῆς θείας,* Κύριον ὑμνοῦντας*
πιστῶς εἰς τούς
αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν καί
Ἅγιον Πνεῦμα τόν
Κύριον.
Τούς δεομένους*
ἐκτενῶς, Μυροβλύτα,* καί τήν Σήν χάριν
αἰτοῦντας προσδέχου,* τούς δοξολογοῦντας* Θεόν
εἰς τούς αἰῶνας.
Καί νῦν.
Τῶν
μολυσμάτων* τῆς καρδίας
μου, Παρθένε,* μετανοίας
καθάρισον νίπτροις,* ἵνα Σέ δοξάζω* εἰς
πάντας τούς αἰῶνας.
Ὠδή θ’. Κυρίως Θεοτόκον.
Ἀστέρα Ἰωάννη*
σέ, Σημειοφόρε,* ὁμολογοῦμεν
φωσφόρον αὐγάζοντα,* εὐσεβεῖς τούς
ὀρθοδόξως* Χριστῷ λατρεύοντας.
Ἐν σάλῳ, Ἀθλοφόρε,* τοῖς κυματουμένοις* πολλῶν
κακῶν Σαῖς ἱκεσίαις
βοήθησον,* διασκεδάζων
ἀνέμους τοῦ πολεμήτορος.
Δόξα.
Τήν δέησίν μου
δέξαι* τοῦ ταπεινωθέντος* καί
χαλεπῶν, Ἀθλοφόρε, κακώσεων*
καί ἁμαρτίας ἁπάσης
με έλευθέρωσον.
Καί νῦν. Θεοτοκίον.
Ἐλπίδα
σωτηρίας* τῶν ἐκπεπτωκότων,* αἱ γενεαί,
Θεοτόκε, γινώσκουσι,* διά παντός
ὁμοφώνως Σέ μακαρίζουσαι.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Τούς
συναθροισθέντας τῷ Σῷ
ναῷ,* ἀοράτων πάντας,* ὁρατῶν τε
ἐπιβουλῆς,* ἡμᾶς
τυραννούντων* δεόμεθα ῥυσθῆναι,* ὑπό τῆς
χάριτός Σου,* Σοφέ Βλαδίμηρε.
Τόν στερρόν ὁπλίτην
καί ἀθλητήν* ὑπέρ
εὐσεβείας,* τόν ἀδαπάνητον
θησαυρόν,* τόν ἐν Βασιλεῦσι
ἅμα καί Μυροβλύταις,* τόν θεῖον
Ἰωάννην* πόθῳ ὑμνήσωμεν.
Τά
πεπυρωμένα τά τοῦ
ἐχθροῦ,* ἔνεδρα, παγίδας*
διασκέδασον ἐξ ἡμῶν,* τῇ
δυνάμει, Μάκαρ,* τῇ ἐκ Θεοῦ
δοθείσῃ,* ὅπως αὐτῶν ῥυσθέντες*
Σέ μεγαλύνωμεν.
Φρίττομεν
ὁρῶντες θαῦμα φρικτόν,* τό
Σκουμβίου ῥεῦμα* ἀπεστράφη
ὀπίσω γάρ,* Ἰορδάνου ῥεῖθρον*
μιμουμένον, ὅτε εἶλθε* ἡ θήκῃ
Σῶν Λειψάνων* ἐν
τῇ Κουσσίας ῥοῇ.
Τόν ἀστέρα πάντες
τόν φαεινόν,* τόν ἐκ
Βλαδιμήρου* ἀπαστράψαντα νοητῶς,* Μαρτύρων τό
κλέος* καί Βασιλέων
δόξαν,* τόν θεῖον Ἰωάννην*
ὕμνοις τιμήσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων
αἱ στρατειαί,* Πρόδρομε Κυρίου,* Ἀποστόλων ἡ
Δωδεκάς,* οἱ Ἅγιοι Πάντες*
μετά τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν*
εἰς τό σωθῆναι
ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα...
Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,*
Κύριε, ἐλέησον ἡμᾶς,* πάσης
γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι
τήν ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ
ἁμαρτωλοί προσφέρομεν,*
ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,*
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ ἡ σωτηρία
τοῦ γένους τῶν
Χριστιανῶν.
Ἀπολυτίκιον.
Ἦχος δ’. Ὁ
Μάρτυς Σου Κύριε.
Σταυρόν τόν ὀφθέντα
σοι* ἐξ οὐρανοῦ
τηλαυγῶς,* τοῖς πᾶσιν ἐκήρυξας,* φωτίσας ἔθνη
τρανῶς,* Βλαδίμηρε ἔνδοξε.*
Ῥύθροις τῶν Σῶν
αἱμάτων* φαιδρυνθείς ἠξιώθης,* βραβείων τῶν
ἀκηράτων,* παρεστώς τῇ Τριάδι.* Διό
ἐν παρρησίᾳ Χριστῷ* πρέσβευε
σωθῆναι ἡμᾶς.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β’. Ὅτε ἐκ τοῦ
ξύλου. Ἀντωνίου.
Δεῦτε
Βλαδιμήρου τόν σεπτόν* καί
θαυματουργόν Βασιλέα* πάντες τιμήσωμεν, * Ἰωάννην ἔνδοξον* τόν Μυροβλύτην,
πιστοί·* τόν ἰάσεις προχέοντα* ἐπί τοῖς δεομένοις* καί τοῖς προσεγγίζουσι*
πίστει αὐτοῦ τήν σορόν·* πρέσβευε, βοῶντες, Κυρίῳ,* τῶν Ἀνάκτων κλέος καί
δόξα,* ὑπέρ τῶν Σέ
ὑμνοῦντων, Πανσεβάσμιε.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων Σου* καὶ
λύτρωσαι ἡμᾶς,* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τήν πᾶσαν ἐλπίδα
μου,* εἰς Σέ ἀνατίθημι,* Μῆτερ τοῦ
Θεοῦ,* φύλαξόν με ὑπό
τήν σκέπην Σου.
Δι’ Εὐχῶν.
Στίχοι, Ἀντωνίου.
Βασιλεύς ὑπάρχων ἐπί τῆς γῆς Ἰωάννη,
Ἀντωνίῳ δώρησαι ἐπί παθῶν βασιλεῦσαι.
Τήν κάραν δέ τμηθείς ὑπέρ τῆς παρθενίας,
τήν κάραν σύντριψον ὄφεως ὅς με θλίβει.
********************
Ἐγκώμια ἁγ. Βασιλέως ΙΩΑΝΝΟΥ ΒΛΑΔΙΜΗΡΟΥ.
Εἰς στάσεις δύο
Ποίημα Θεοδώρου Χατζηφιλιππίδου τοῦ
Ἐλβασανίτου,
διορθωθέν ὑπό Ἀντωνίου
Μάρκου (1982).
Στάσις
Πρώτη. Ἡ ζωή ἐν
τάφῳ.
Ὑμνογράφοι
πάντες* συναθροίσθητε νῦν,* σύν
ἐμοί τοῦ ἀνυμνεῖν
τόν Βλαδίμηρον,* Ἰσαπόστολον τόν ὄντως
φαεινόν.
Μέμνησο τῶν
πίστει,* τῶν ἐν τῷ σῷ ναῷ,* προσερχομένων καί
αἰτουμένων τήν ἄφεσιν,*
τοῦ λαβεῖν ταῖς
σαῖς πρεσβείαις πρός
Θεόν.
Νυμφῶνος τοῦ
προσκαίρου,* βδελυττόμενος σύ,*
τόν οὐράνιον ἀπέλαβες, Ἔνδοξε,* συνηδόμενος ἀρρήτῳ
ἠδονῇ.
Οἱ ἐν ἐπωδύνοις*
ἀλγηδόσι πιστοί,* τῷ ἀμίσθῳ
ἰατρῷ νῦν προσέλθετε,* ἵνα λάβητε
τήν ῥῶσιν τῶν
παθῶν.
Ὕμνους
ἐξοδίους,* τῶν Ἀγγέλων χοροί*
καί ἀνθρώπων ἀπονέμουσιν, Ἅγιε,* σοῦ τρωθέντος
ὑπό τῶν συγγενῶν.
Σύν τοῖς
μεγιστᾶσι* τόν ὀφθέντα
Σταυρόν* προσκυνήσας, ἐν αὐτῷ
κατεδάφησας,* τῶν δαιμόνων δύναμιν
τήν καθ’ ἡμῶν.
Ἱερομονάχους*
τούς τό σκῆνος τό σόν* αἴροντας
ἀβλαβεῖς διατήρησον*, περισκέπων
αὐτούς διηνεκῶς.
Ἄγγελον ἐν
εἴδει,* ἴδες τοῦ ἀετοῦ*
ἐπιφέροντος Σταυρόν τοῖς
μετέφρεσι,* δι’ οὗ ἔγνωκας τήν
ἄνωθεν ζωήν.
Νεῦσον, Μυροβλύτα,*
θωρακίσαι ἡμᾶς,* ῥείθροις ἐκ
τῶν θείων Λειψάνων
σου,* τῶν δαιμόνων
τήν ἰσχύν καταβαλών.
Ὡς Μωσέως θήβη,* ἐν θαλάσσῃ
ποτέ,* τοῦ Λειψάνου σου ἡ θήκη
διέδρασεν,* ἐπιπλεύσασα τόν νέον
Φαραώ.
Σταυρός σοι ἐφάνη*
Κωνσταντίνῳ καθά,* οὐρανόθεν ἐν
τῷ τόπῳ οὗ τό
σῶμα σου,* τά νῦν
κεῖται ὡς μυρίπνους θησαυρός.
Δός Χριστέ
τήν λύσιν,* Ἰησοῦ μου
κἀμοί,* ὀφλημάτων ἅπερ ἔπραξα
δέομαι,* ἱκεσίαις Ἰωάννου τοῦ
Σοφοῦ.
Ὤφθης
φωτοδότης* Ἀλβανίας σοφέ,* ὡς
διδάξας τό ὄνομα
σέβασθαι* τό πανάγιον
Τριάδος τῆς Σεπτῆς.
Δόξα. Τριαδικόν.
Πάτερ, Λόγε,
Πνεῦμα,* Τρισυπόστοτον Φῶς,* ταῖς λιταῖς
Ἰωάννου κατάπεμψον* τά
ἐλέη Σου πλουσίως
ἐφ’ ἡμᾶς.
Καί νῦν. Θεοτοκίον.
Ἡ Θεόν
τεκοῦσα* ὑπέρ φύσιν
σαρκί,* δυσωποῦμεν μή ἐλλείπης
πρεσβεύουσα* τῷ Υἱῷ
Σου καί Θεῷ
ὑπέρ ἡμῶν.
Στάσις
Δευτέρα. Αἱ γενεαί πᾶσαι.
Αἱ γενεαί
πᾶσαι* μακαρίζομέν σε,*
Βλαδίμηρε Τρισμά-αρ.
Δεῦτε
νῦν ἐν
ὕμνοις* κυκλώσωμεν τόν
τάφον,* τοῦ θείου
Ἰωάννου.
Τόν Μάρτυρα
Κυρίου* τιμήσωμεν προθύμως,* ἐν
τῷ αὐτοῦ τεμένει.
Προσδράμωμεν ἐν
φόβῳ* τῇ σορῷ
τῇ θείᾳ* τοῦ
Μάρτυρος Κυρίου.
Μῦρον ἐξ
ἀκενώτου* τῆς θήκης Ἰωάννου,* ἰάσεις νῦν
δωρεῖται.
Ἐν οὐρανίοις
θώκοις,* μετά τῶν μακαρίων,* κατάπαυσιν νῦν
εὗρες.
Ὠ Ἰωάννη
Μάκαρ,* τῆς Ἀλβανίας κλέος,* Ἰλλυρικοῦ ἡ
δόξα.
Μεγάλων χαρισμάτων,* χαριτοβρύτων δώρων,* τά νάματα προχέεις.
Σκέπασον,
Μυροβλύτα,* τούς ὧδε προσδραμόντας,* σήν ἑορτήν
τελέσαι.
Μετά Ἁγίων
Πάντων* καί τῶν
ἀΰλων Νόων,* νῦν συνδοξάζῃ, Μάκαρ.
Εἷς ἄφρων
συγγενής σου,* ἀπέτεμε τήν
κάραν* τήν σήν
τιμίαν, Μάκαρ.
Τοῖς πόθῳ
τε καί φόβῳ*
τό σκῆνος σου
τιμῶσι,* δίδου τά πρός
συμφέρον.
Τμηθείς ἐφ’
ἡμιόνος* φέρεις τήν
σήν κάραν* εἰς
τόπον εὐδοκίας.
Κατά τῆς Ἄγαρ
γένους,* ὁπλίζου ἡμᾶς ρῦσαι,*
ἀεί τοῦ τυραννοῦντος.
Πᾶσα πνοή καί
φύσις* εὐφραίνονται συμφώνως,*
τῇ μνήμῃ
Ἰωάννου.
Ὦ Χαριτοβρύτα*
καί Μάρτυς Μυροβλύτα,* τούς σέ
ὑμνούντας σκέπε.
Τούς σοῦ
περικυκλοῦντας* τόν τάφον πάντας
σῶσον,* ἐπηρειῶν παντοίων.
Τῆς
Ἀλβανίας Γένος,* σύν τῷ
τῆς Βουλγαρίας,* δοξάζουσί σε, Μάκαρ.
Νίκην Ὀρθοδόξοις,* ὡς
Βασιλεύς παράσχου,* κατά τῶν ἀντιπάλων.
Εἰρήνην τοῖς
σοῖς δούλοις,* ὁμόνοιαν καί
ῥῶσιν,* δώρησαι τήν κατ’ ἄμφω.
Ὡς
παρρησίαν ἔχων,* πρέσβευε ὑπέρ
πάντων,* τυχεῖν τῆς ἄνω
δόξης.
Δοξάσωμεν
ἐν δόξῃ,* τόν δοξάσαντά
σε,* ἵνα συνδοξασθῶμεν.
Δόξα. Τριαδικόν.
Τῷ θρόνῳ
τῆς Τριάδος,* σύ παρεστώς
πρεσβεύεις,* ὑπέρ τῶν σέ
τιμώντων.
Καί νῦν. Θεοτοκίον.
Ἡ Θεοτόκος Κόρη,* Ἐμμανουήλ ἡ
Μήτηρ,* Βλαδίμηρε σέ στέφει.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου