Παράκλησις ὁσ.
ΙΩΑΝΝΟΥ τοῦ Δομβοΐτου.
Ποίημα Δρ. Χαραλάμπους Μπούσια
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Δομβοΐτην ἀσκητὴν εὐσχημόνως, ἐν τοῖς ἐσχάτοις
διαλάμψαντα χρόνοις, ἀκτῖσι ταπεινώσεως εὐχῆς σιωπῆς, ἀπαθείας νήψεως καὶ ζωῆς
ἰσαγγέλου, Ἰωάννην μέλψωμεν Χριστὸν ὑπὲρ ἡμῶν, ἐκδεχομένων σὴν θείαν ἀντίληψιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανὼν τοῦ Ὀσίου, οὗ ἡ ἀκροστιχίς: Ἰωάννη, σιωπᾶν καὶ νήφειν με ἀξίωσον. Χ.Μ.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Ἱλέωσαι Κύριον καὶ Θεόν, ἡμῖν Ἰωάννη, αἰτουμένοις σὴν
ἀρωγήν, ἐν πάσαις τοῦ βίου τρικυμίαις, καὶ συμφοραῖς ἀσκητὰ χαριτώνυμε.
Ὡράϊσμα νέον Μονῆς Δομβοῦς, σεπτὲ Ἰωάννη, ἐξωράϊσον
ἀρεταῖς, ἡμᾶς καὶ σοφίᾳ τοὺς ἐν πίστει, ταῖς σαῖς λιταῖς πρὸς Θεὸν
καταφεύγοντας.
Ἀξίωσον πόλου τυχεῖν χαρᾶς, τοὺς σὲ ἀνυμνοῦντας, Ἰωάννη
ὡς νεαυγῶν, Ὁσίων Πατέρων λαμπηδόνα, αὐγαῖς σοφίας φωτίζουσα πέρατα.
Θεοτοκίον.
Ναὲ ἀχειρότευκτε Ἀγαθή, ἁγνείας Παρθένε, Ἰωάννου θερμαῖς
λιταῖς, Ὁσίου ἁγνοὺς ἡμᾶς συντήρει, τοὺς ἀκλινῶς Σε ἀεὶ μεγαλύνοντας.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νευαγέστατον σέλας διαγωγῆς σώφρονος, Ἰωάννη δίωξον
ζόφον, τῶν προσιόντων σοι, ὀδυνηρῶν συμφορῶν, καὶ δυσθυμίας τῇ ῥάβδῳ,
προστασίας θείας σου, Πάτερ θειότατε.
Ἡ τοῦ Πνεύματος χάρις τοῦ πανσθενοῦς ἔδειξε, σὲ
φιλοσοφίας ἐνθέου, ὄλβον πολύτιμον, καὶ παροχέα σεπτόν, τῶν θεϊκῶν δωρημάτων,
Ἰωάννη πάμφωτον, νήψεως μέλαθρον.
Σάρκα τήκων πυκτεύων τὸν πονηρὸν δαίμονα, νήφων
ἀγρυπνῶν ὑπομένων, σκληραγωγούμενος, καὶ χαμευνῶν δαψιλῶς, εἴληφας χάριν
θεόθεν, Ἰωάννη ῥύεσθαι, πάντας στενώσεως.
Θεοτοκίον.
Ἰωάννου πρεσβείαις τοῦ θεαυγοῦς Δέσποινα, τραύματα
θεράπευσον τάχος, τῶν ἀλγηδόνων μου, σαρκίου καὶ τῆς ψυχῆς, φαρμάκῳ τῆς
μητρικῆς Σου, παῤῥησίας Δέσποινα, πρὸς τὸν Θεάνθρωπον.
Ἱκάνωσον, ἡμᾶς νικῆσαι τὸν ἔχθιστον Ἰωάννη, Δομβοΐτα
τῆς σιωπῆς καὶ νήψεως μάργαρον, Ἀγγέλων συνέστιε φωτοφόρων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις
τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Τὸν χρόνον καλῶς ἐξαγοράσαι Ὅσιε, προσκαίρου ζωῆς
ἀξίωσον σοὺς πρόσφυγας, Ἰωάννη πάνσοφε, οἰκονόμε χρόνου σου ἄριστε, ὁ θέλων
τοῦτον μόνον δαπανᾶν, εὐχῇ ἀσιγήτῳ καὶ συγγράμμασι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡς νεόφωτον πύρσευμα, πολιτείας σώφρονος ἀνυμνοῦντές
σε, Ἰωάννη καταφεύγομεν, ἐν δεινοῖς τῇ θείᾳ μεσιτείᾳ σου.
Ποιημάτων πανθαύμαστε, συγγραφεὺς γενόμενος θείᾳ
χάριτι, Ἰωάννη σαῖς ἐντεύξεσι, δεῖξόν με χαρίτων ὄλβον πάντιμον.
Ἀσκητὰ ἐνθεώτατε, ὁ φιλῶν ἀφάνειαν διασώζουσαν, Ἰωάννη
τὸν ἱκέτην Σου, ἀφανῶς διάγειν καταξίωσον.
Θεοτοκίον.
Νικητὰς τοὺς οἰκέτας Σου, ἐν ταῖς μάχαις δεῖξον
Θεογεννήτρια, κατ’ ἐχθροῦ τοῦ παναλάστορος, Κεχαριτωμένη
Θεονύμφευτε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κόπασον παθῶν, σάλον τῶν ἀνευφημοῦντών σε, Ἰωάννη καὶ βοώντων εὐλαβῶς·
πολιτείαν τῶν προσφύγων σου εἰρήνευσον.
Ἄστρον ἀρετῆς, Ἰωάννη νεοφώτιστον, ἀποδίωξον τὴν νύκτα τῶν παθῶν,
συμπαθείας σου ἀκτῖσιν ὁσιώτατε.
Ἴσχυσας ταῖς σαῖς, τῶν γονάτων Πάτερ κλίσεσι, θριαμβεῦσαι τὸν μισόκαλον
ἐχθρόν, οὗ μανίας ἐκλυτρούσθω τοὺς ἱκέτας σου.
Θεοτοκίον.
Νεῦσον ταῖς ἡμῶν, παρακλήσεσι Μητρόθεε, καταπαύουσα σκιρτήματα σαρκός, τὼν
ἀεὶ μακαριζόντων Σε Παντάνασσα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἡγίασας, ὀχετοῖς ἱδρώτων σου, ὑποκλίσεων ἐξ ἐδαφιαίων,
τῆς ἀπερίττου σου κέλλης τὴν χθόνα, ἡσυχαστὰ Ἰωάννη ὁ ῥεύμασι, τῶν πρεσβειῶν
σου πρὸς Θεόν, ἁγιάζων ζωὴν τῶν τιμώντων σε.
Φωτόλαμπρε, Ἰωάννη Ὅσιε, ὁ μισήσας πᾶσαν ἔνυλον σχέσιν,
παρουσιάζων σαυτὸν ὥσπερ ἔσχατον, τῶ ἀχθοφόρων σῷ φωτί, πρεσβειῶν ἴθυνόν με
πρὸς θέωσιν.
Ἐπίβλεψον, ἐφ’ ἡμᾶς τιμῶντάς σε, Ἰωάννη Δομβοΐτα καὶ
ῥῦσαι, τοὺς ἀνυμνοῦντὰς σὴν ἄμεμπτον ἄσκησιν, δι’ ἧς τῶν πάλαι ἀσκητῶν, ἄρτι
πέφηνας Πάτερ ὁμόζηλος.
Θεοτοκίον.
Ἱλέωσαι, Ἰωάννου Δέσποινα, ἱκεσίαις Σὸν ὑπέρλαμπρον
Τόκον, ἡμῖν τοῖς Σοῦ θαυμασίων τὸ πλῆθος, εἰς τοὺς αἰῶνας τρανῶς μεγαλύνουσι,
Χριστιανῶν καταφυγή, καὶ ταχεῖα ἐν δίναις βοήθεια.
Ἱκάνωσον, ἡμᾶς νικῆσαι τὸν ἔχθιστον Ἰωάννη, Δομβοΐτα
τῆς σιωπῆς καὶ νήψεως μάργαρον, Ἀγγέλων συνέστιε φωτοφόρων.
Ἄχραντε...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἁμαρτιῶν ἀχθοφόρον θεόσοφε, ὁ ἑαυτὸν λογιζόμενος Ὅσιε,
Δομβοῦς Ἰωάννη καλλώπισμα, ἁμαρτιῶν ἡμῶν ῥύπον ἀπόπλυνον, εὐχῶν σου πρὸς Κύριον
νάμασι.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με
πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Ἦχος δ΄.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (κεφ. στ΄, 17-33):
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. δ΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Νήψεως διάκοσμε, τῆς ἡσυχίας κοσμῆτορ, σιωπῆς
μυράλειπτρον, προσευχῆς συνέκδημε, καὶ ἀσκήσεως, ἀκραιφνοῦς πρόβολε, Πάτερ
Ἰωάννη, Δομβοΐτα λογιώτατε, ἡμῖν ἱλέωσαι, σὲ τοῖς εὐλαβῶς μακαρίζουσι, Χριστὸν
τὸν πανευΐλατον, συμπαθῆ καὶ ἄγαν οἰκτίρμονα, ἵνα τῆς ἐν πόλῳ, εὐκλείας τῆς σὺν
σοὶ καὶ χαρμονῆς, ἀξιωθῶμεν θεόσοφε, ἀσκητῶν ἀρχέτυπον.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νικητὰς ἐν ταῖς μάχαις καθ’ ἡμέραν τοῦ βίου ἡμῖν
ἀνάδειξον, τοὺς σὲ ὑμνολογοῦντας, ἐκθύμως Ἰωάννη, Δομβοΐτα πανόσιε, ὡς νικητὴν
ἀκραιφνῆ, κατὰ τοῦ παλαμναίου.
Μύρῳ θείων εὐχῶν σου ῥᾶνον τοὺς προσιόντας σῇ θείᾳ
χάριτι, ἀλάβαστρον εὐῶδες, εὐχῆς χαμαικοιτίας, σιωπῆς κατανύξεως, καὶ ἀπαθείας
Μονήν, Δομβοῦς ὁ καθηδύνας.
Ἐργαστήριον θεῖον προσευχῆς Ἰωάννη καὶ ταπεινώσεως,
ἀνάκτορον δυσώπει, Χριστὸν ὑπὲρ τῶν πίστει, προστρεχόντων σῇ χάριτι, σεμνείου
τοῦ Σεραφείμ, τοῦ θείου κοσμιότης.
Θεοτοκίον.
Ἀειπάρθενε Μῆτερ Ἰωάννου πρεσβείαις τοῦ ταπεινόφρονος,
ἡσυχαστοῦ Σοῖς δούλοις, ὑπόδειξον τὴν τρίβον, ἀληθοῦς ταπεινώσεως, θεοτερποῦς
σιωπῆς, εὐχῆς καὶ ἀπαθείας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ξένων ἀγώνων, τοῖς χοϊκοῖς Ἰωάννη, ἐποφθεὶς ξύλου
ἐπαπολαύεις, τῆς ζωῆς πρεσβεύων, ὑπὲρ ἡμῶν Κυρίῳ.
Ἰδεῖν τὴν δόξαν, τοῦ Ζωοδότου Κυρίου, καταξίωσον σὲ
τοὺς ὑμνοῦντας, ἧσπερ Ἰωάννη, ὑπάρχεις κληρονόμος.
Ὡς τῶν Πατέρων, τῶν νηπτικῶν νέον εὖχος, σὲ τιμῶντες
λαμπρῶς Ἰωάννη, σπεύδομεν λιταῖς σου, πρός Κύριον ἐνθέρμοις.
Θεοτοκίον.
Συνέτισόν με, καὶ δίδαξόν με Παρθένε, τοῦ ποιεῖν
ἐντολὰς τοῦ Υἱοῦ Σου, τὰς σωτηριώδεις, Κυρία Θεοτόκε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οὐρανοδρόμον δεῖξον, πᾶσιν Ἰωάννη, πορείαν τοῖς εὐλαβῶς
σε γεραίρουσιν, ὡς ὁδοδείκτην μερόπων πρὸς βίον κρείττονα.
Νάματων ζωηῤῥύτων, κρήνην Ἰωάννη, καὶ βρύσιν ἁγιασμοῦ
τὴν πολύῤῥυτον, ἄνοιξον πᾶσιν εὐχαῖς σου πρὸς τὸν πανάγαθον.
Χαρίτων Ἰωάννη, οὐρανίων σκεῦος, χαρᾶς ἀλήκτου ψυχὰς
πάντως ἔμπλησον, τῶν ἀνυμνούντων σοὺς πόνους στεῤῥᾶς ἀσκήσεως.
Θεοτοκίον.
Μετὰ τοῦ Ἰωάννου, τοῦ λογιωτάτου, καὶ θειοτάτου Ὁσίου
Μητρόθεε, ἡμῖν Σὸν Τόκον ἱλέωσαι τὸν Θεάνθρωπον.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις Ἰωάννη ὁ ἀφανῶς, ἐν Δομβῷ ἀσκήσας, χαριτώνυμε
καὶ ὀφθείς, θεαυγῶν Ὁσίων, ἀγλάϊσμα τὸ νέον, ἐν χρόνοις τοῖς ἐσχάτοις, Πάτερ
θειότατε.
Τῆς Θεοῦ σοφίας καὶ ἀρετῆς, ἔμψυχον ταμεῖον, Ἰωάννη καὶ
προσευχῆς, μέλαθρον ἀόκνου, ἡμᾶς Θεὸν σοφίσαι, δυσώπει τοὺς ἀσόφους, Πάτερ
ἱκέτας σου.
Χαίροις ὑπερόπτα τῶν γεηρῶν, πάντων Ἰωάννη, τῶν ῥεόντων
καὶ τῶν φθαρτῶν, χαίροις τῶν ἀΰλων, καὶ τῶν ἐπουρανίων, ὁ ζηλωτὴς Ὁσίων,
ἔμπνουν ὑπόδειγμα.
Τῆς Μονῆς τοῦ μάκαρος Σεραφείμ, οἰκιστὴν τὸν
θεῖον,Ἰωάννην τὸν θαυμαστόν, Δομβοΐτην μόνον, προσκαρτερεῖν Κυρίῳ, τὸν θέλοντα
ἐν βίῳ, ᾄσμασι στέψωμεν.
Σιωπῆς τὸν νέον καθηγητήν, ἡσυχίας μύστην, ὑφηγήτορα
προσευχῆς, καὶ τῆς ἀπαθείας, τὸν πρύτανιν εν ὕμνοις, εὐήχοις Ἰωάννην,
ἐγκωμιάσωμεν.
Χαίροις ταπεινώσεως ἀηδών, ὥσπερ ἀχθοφόρος, προεστῶτι ὁ
συστηθείς, Πάτερ τοῦ σεμνείου, Ὁσίου Μελετίου, τρισμάκαρ Ἰωάννη, ἄρτι φιλόσοφε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα...
Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,*
Κύριε, ἐλέησον ἡμᾶς,* πάσης
γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι
τήν ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ
ἁμαρτωλοί προσφέρομεν,*
ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί τό ὄνομά
Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,*
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ ἡ σωτηρία
τοῦ γένους τῶν
Χριστιανῶν.
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Δομβοΐτην Πατέρα τὸν χαριτώνυμον, ὡς ὑπερόπτην ῥεόντων, καὶ ἀκλινῆ ζηλωτήν,
τῶν ἀῤῥεύστων Ἰωάννην εὐφημήσωμεν, λόγιον πάντες ἀσκητήν, σιωπῆς τὸν ἐραστήν,
καὶ σύνοικον ἡσυχίας, βοῶντες· ἔμπορε χρόνου, σοφὲ Χριστὸν ἡμῖν ἱλέωσαι.
Δόξα. Ὅμοιον.
Σεραφεὶμ τοῦ Ὁσίου Πατρὸς ὁμόζηλον, τὸν ἐν ἐσχάτοις τοῖς χρόνοις,
ἀδιαλείπτῳ εὐχῇ, σιωπῇ ἐξαγορᾷ τοῦ χρόνου μέλψωμεν, καὶ φυλακῇ αὐτοῦ νοός,
Ἰωάννην ἀφανῶς, βιώσαντα ἐκβοῶντες· εὐχῆς καὶ νήψεως κέρας, ἡμῖν εὐμένιζε τὸν
Ὕψιστον.
Καί νῦν. Θεοτοκίον.
Ἐκτενής
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Τὸν ἐν ἀφανείᾳ σιωπῇ, καὶ εὐχῇ ἀόκνῳ τὸν βίον, ἐν τῇ
Μονῇ Σεραφείμ, τοῦ σεπτοῦ ἀσκήσαντα, ἐγκωμιάζοντες, Ἰωάννην τὸν Ὅσιον, βοήσωμεν
πόθῳ· Πάτερ χαριτώνυμε, Χριστὸν ἱκέτευε, δοῦναι τοῖς πιστῶς σε τιμῶσι, δύναμιν
ψυχῆς θριαμβεῦσαι, γένος τῶν βροτῶν ἀεὶ πτερνίζοντα.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Δι’ Εὐχῶν.
Δίστιχον:
Πέμψον χάριν Παχωμίῳ, Ἰωάννη,
ὁμοζήλῳ σου, Χαραλάμπης κραυγάζει.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου