Παράκλησις Ὁσίας
ΠΑΡΑΣΚΕΥΗΣ τῆς Ἐπιβατινῆς
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Παρασκευὴν τὴν πανσεβάσμιον νύμφην, τοῦ Οὐρανίου καὶ
ἀφθάρτου Νυμφίου, περιχαρῶς συνδράμωμεν ὑμνῆσαι οἱ πιστοί· αὕτη γὰρ ὑπέρμαχος
ἐκ Θεοῦ ἐδωρήθη, πᾶσι τοῖς δοξάζουσι, τὴν αὐτῆς πολιτείαν, καὶ ἰαμάτων βρύει
ποταμούς, τοῖς μετὰ πόθου τὰ λείψανα σέβουσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε…
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ᾨδὴ α΄. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Ἀμέσως τῷ θρόνῳ τοῦ Παντουργοῦ, Μῆτερ παρεστῶσα
ἱκεσίαις ὑπὲρ ἡμῶν, προσάγαγε Τούτῳ ἵνα πᾶσι, τοῖς τῶν πταισμάτων δωρήσῃ
συγχώρησιν.
Ἰὸν τὸν τοῦ ὄφεως πεπτωκώς, θανάτου ταῖς πύλαις
προσπελάσας τε ἀληθῶς, πηγὴ τῆς ζωῆς ἡ ἐντρυφῶσα, σαῖς ἱκεσίαις μὲ ζώωσον
Ἔνδοξε.
Νοός μου Ὁσία τὰς ἐκτροπάς, καὶ τὰς καταιγίδας τῶν
ἀτόπων μου λογισμῶν, στῆσον σῶσον ταῖς λιταῖς σου, ἵνα μὴ μὲ εἰς ᾍδην
καθελκύσωσι.
Θεοτοκίον.
Ὁ βίος μου ἅπας ἐν ἡδοναῖς, καὶ ἐν πονηρίαις
μεματαίωται ἀληθῶς· Σὺ δὲ ἡ τεκοῦσα τὸν Σωτῆρα, πρὸ τῆς ἐξόδου μου σῶσον
πρεσβείαις σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Νοσημάτων παντοίων καὶ ἀλγεινῶν θλίψεων, κύματα δεινῶς
ὑψωθέντα καταποντίζουσι, τὴν ἀθλίαν ψυχήν μου εἰς βάραθρον ᾍδου, Μῆτερ ταῖς
πρεσβείαις σου, χεῖρας μοι ὄρεξον.
Δακρυῤῥόους λιβάδας ἀπέπνιξον χάριν μοι, ἐκ τῆς καρδίας
βαθέως δίδου πρεσβείαις σου, δι’ ὧν ἀπόπλυνόν μου τὰ δυσωδέστατα πάθη, ψυχῆς τε
καὶ σώματος, Μῆτερ ἀείμνηστε.
Ἐμαυτῷ τὰ πολλά μου ὡς συνειδὼς πταίσματα, ἄνευ
κατηγόρων κατάκριτος καὶ πρὸ κρίσεως, εἰμὶ ὁ ἄθλιος, σὺ ὁ Σωτὴρ τῶν ἁπάντων
φεῖσαί μου, δεήσεσι Παρασκευῆς τῆς σεμνῆς.
Θεοτοκίον.
Χαριτώνυμε Κόρη, ἡ τὴν χαρὰν τέξασα, τὴν ἀναφαιρέτως
δοθεῖσαν, παντὶ τῷ πλάσματι, ζόφωσιν τῆς λύπης, ἥν ὁ ἐχθρός μου ἐπάγει, ἵνα
ἀπωλέσῃ με, σκέδασον τάχιστα.
Ἀπάλλαξον, ἐξ ἐπηρείας δαιμονικῆς τοὺς σοὺς δούλους, ὁ
γὰρ Κτίστης σὲ ἀνεδέξατο Καλλιπάρθενε, ὑπέρμαχον καὶ προστάτιν σῆς ποίμνης.
Ἐπίσκεψαι, ἡμῶν τὰς νόσους ἱλέῳ ὄμματί σου, καὶ γὰρ τὴν
προστασίαν σου, ὄντως ἔχομεν Ὁσία, σωτήριον φάρμακον.
Ἐπίβλεψον…
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ χρωμένη πρὸς τὸν Κύριον, τὰς νόσους ἡμῶν
ἰάτρευσον Ἀείμνηστε, τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ κινδύνων πάντων ἀπάλλαξον,
ῥυομένη τοὺς ἱκέτας σου Σεμνή, ἀνάγκης καὶ λοιμώδους φθορᾶς.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θρηνωδίας με λύτρωσαι, τῆς αἰωνιζούσης τῇ μεσιτείᾳ σου,
Καλλιπάρθενε τὸν δοῦλόν σου, τῶν δακρύων ἄξια ἐργασάμενον.
Ἡ Θεὸν ἀγαπήσασα, ἐξ ὅλης καρδίας σου μισηθέντα με, ὑπ’
Αὐτοῦ διὰ τὰ ἔργα μου, ταῖς λιταῖς σου πάλιν σὺ κατάλλαξον.
Τετραυμάτισμαι βέλεσι, δεινοῖς ἰοβόλοις τοῦ
πολεμήτορος, καὶ δακρύων τὸν οἰκτρότατον, τῆς ψυχῆς μου μύρον Χριστὲ σῶσόν με.
Θεοτοκίον.
Ἰατρὸν ἡ κυήσασα, ὅς τὸ μέγα τραῦμα βροτῶν ἰάσατο, μὴ
παρίδῃς τὴν καρδίαν μου, δειναῖς ἀῤῥωστίαις κινδυνεύουσαν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄλισθον δεινῶς, ἀσωτείας εἰς τὸ βάραθρον, καὶ
κατακείμενος εἰς βάθος κακῶν, σοὶ βοῷ Μῆτερ μὴ ἐάσῃς ἀπωλέσθαι με.
Ἡ περικαλλής, τοῦ Χριστοῦ νύμφη ἡ ἄσπιλος, ἐμὲ τὸν
κατάστικτον πληγαῖς, ἡδονῶν λιταῖς σου σῶσον, ἡ ἐξαλείψασα τὰ αἴσχη μου.
Μὴ μὲ Ἰησοῦ, ἀποῤῥίψης τοῦ προσώπου Σου, διὰ τὸ μέγεθος
τῶν Σῶν οἰκτιρμῶν, δωρεάν σῶσον ἱκεσίαις τῆς Ὁσίας Σου.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, ἐπισκοπῆς Σου
ἀξιώσασα, καὶ τὴν ὑγείαν, ταῖς πρεσβείαις Σου παράσχου μοι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐγένετο, ὡς γῆ ἄνυδρος ὄντως, ἡ ταλαίπωρος ψυχή μου
μηδόλως, καλὸν καρπόν, ἐξισχύουσα δοῦναι, ἀλλ’ ἡ ῥανὶς τοῦ Σοῦ αἵματος Κύριε,
ἐνστάξασα πάσης αὐτόν, ἀπαλλάξῃ σκληρότητος Δέσποτα.
Ῥυπώσαντες, ὦ ψυχὴ τὸ ἔνδυμα, τοῦ γάμου πῶς τολμήσωμεν
εἰσιέναι, σὺν τοῖς καλοῖς, διαιτυμόσιν ἀφρόνως, εἰς τὸν νυμφῶνα Χριστοῦ τὸν
οὐράνιον; πῶς μὴ ῥιφθῶμεν ἐκ Θεοῦ; ὦ Ὁσία πρεσβείαις σου σῶσόν με.
Μὴ Δέσποτα, μετ’ ἐμοῦ τοῦ δούλου Σου, εἰσελθεῖν
καταξιώσῃς εἰς κρίσιν, εἰ γὰρ οὐδεὶς ζῶν ἐν τῷ κόσμῳ τούτῳ, δικαιωθήσεται σοῦ
κατενώπιον, ἐγὼ ὁ πάντας ὑπερβάς, ἀσωτείᾳ πολλῇ, πῶς ὀφθήσωμαι;
Θεοτοκίον.
Ἐξέλιπεν, ἡ ζωή μου Δέσποινα, ἐν ὁδύνῃ καὶ τὰ ἔτη μου
πάντα, ἐν στεναγμοῖς, ἡ ἰσχὺς δέ μου Κόρη, ἐν ἀπορίᾳ πολλῇ ἐξησθένησε,
παρώργισα γὰρ τὸν Θεόν, Ὅν μου ταῖς πρεσβείαις ἱλέωσαι.
Ἀπάλλαξον, ἐξ ἐπηρείας δαιμονικῆς τοὺς σοὺς δούλους, ὁ
γὰρ Κτίστης σὲ ἀνεδέξατο Καλλιπάρθενε, ὑπέρμαχον καὶ προστάτιν σῆς ποίμνης.
Ἐπίσκεψαι, ἡμῶν τὰς νόσους ἱλέῳ ὄμματί σου, καὶ γὰρ τὴν
προστασίαν σου, ὄντως ἔχομεν Ὁσία, σωτήριον φάρμακον.
Ἄχραντε…
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις
τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Νηστείαις πολλαῖς τὸ σῶμα κατατήξασα, τὸν νοῦν πρὸς
Θεὸν ἀνύψωσας μετάρσιον, καὶ ζωὴν ἀσώματον, μετὰ σώματος ἔζης Ἀείμνηστε,
λιποῦσα τῆς ὕλης τὸν τάραχον· διὸ νῦν ἀγάλλῃ σὺν Ἀγγέλων χοροῖς.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με
πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ
προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεως μου.
Στίχος: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας
μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
ΕΥΑΓΓΕΛΙΟΝ ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. Ια΄, 27-30).
Εἶπεν ὁ Κύριος τοῖς αὐτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη
ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν
Πατέρα τὶς ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε
πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν
ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ,
καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ
φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Στ.: Ἐλέησόν με ὁ
Θεός… Ἦχος πλ. β’.
Εἰς σὲ καλλιπάρθενε Παρασκευή, τὰς δεήσεις ἐκχέω
ἐπάκουσον, καὶ ταύτας προσάγαγε τῷ ποιήσαντι· τόλμη γὰρ ἅπασα ἐξ ἐμοῦ πέφευγε,
συνειδότος τὴν αἰσχρότητα, τῶν ἐπαράτων μου, ἔργων καὶ δεινῶν ἐνθυμήσεων, καὶ
λόγων ἐξ ὧν πάντοθεν, Τούτου τὰ ἐλέη παρώξυνα· καὶ νῦν βοηθείας δεόμενος Αὐτοῦ
τῆς κραταιᾶς, δέδοικα ὅλως αἰτήσασθαι, σὺ Σεμνὴ μεσίτευσον.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λελόγισταί σοι Μῆτερ σταθερότητα γνώμης, ὥσπερ πηλὸς ὁ
χρυσός, διό μου τὴν καρδίαν, κλῖνον ταῖς εὐχαῖς σου, εἰς τοῦ Θεοῦ τὰ μαρτύρια,
καὶ μὴ εἰς βάθος δεινόν, τὸ τῆς πλεονεξίας.
Ἐν φόβῳ τοῦ Κυρίου περιτείχισον Μῆτερ τὸ φρόνημα, τῆς
σαρκὸς σκιρτῶν οἷά περ πῶλος, ἀτάκτως τε βαδίζον, καὶ βυθὸν ἐξωθεῖσαί μου, τὴν
ταπεινὴν καὶ οἰκτράν, ψυχὴν Ὁσία.
Τίς μὲ ἀπολυτρώσει πυρὸς τοῦ τῆς γεέννης, καὶ σκότους
τοῦ ἀφεγγοῦς τὸν ἄξιον, παντοίας ἁμαρτίας ἡμαρτηκότα, εἰ μὴ σὺ ἡ προστάτις μου;
ῥῦσαι Ὁσία Χριστοῦ, ψυχὴν ἠπορημένην.
Θεοτοκίον.
Ἰσχύϊ Σου Παρθένε δεινῶς τὴν παρειμένην, ταλαίπωρόν μου
ψυχὴν περίσφιγξον, καὶ γάρ με κατέλιπε ἰσχύς μου, μηκέτι ποδηγοῦσα, εἰς τρίβους
τοῦ Κυρίου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁ τῶν Ὁσίων, κατακοσμῶν τὰς χορείας, ἀγγελικαῖς
ἀγλαΐαις Σωτήρ μου, δέξαι καὶ τὰς τούτων, ὑπὲρ ἡμῶν ἐντεύξεις.
Ὑλομανοῦσαν, τῶν ἡδονῶν ταῖς ἀκάνθαις, τὴν ψυχήν μου
ἔμπλησον Ὁσία, πόθῳ τοῦ Δεσπότου, καὶ δεῖξον καρποφόρον.
Κακοδοξίαν, αἱρετικῶν τὴν σὴν πόλιν, καὶ ἐθνῶν
ἀλλοφύλων μανίας φύλαττε, Ὁσία λιταῖς σου εἰς αἰῶνας.
Θεοτοκίον.
Ῥαθυμοτάτους, ἐκ τῆς ψυχῆς μου φροντίδας, ἀποκρύβει
πάντοτε Παρθένε, ἵνα Σὸν τόκον, ἐν προθυμίᾳ μέλπω.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡμάρτηκα Σωτήρ μου, καὶ ἀνόμως ἅπαν τὸ τῆς ζωῆς μου
διέδραμον, στάδιον ὁμολογῶ· ἀλλὰ φεῖσαι Χριστὲ τοῦ δούλου Σου.
Τοὺς πίστεως προμάχους, ἡμῶν Ἡγεμόνας, καὶ Ἱερέων τὸν
στέφανον φύλαττε, Παρασκευὴ ἐν εἰρήνῃ καὶ λαόν σου ἅπαντα.
Εἰς σὲ Τριὰς Ἁγία, πίστει προσκυνοῦντες, μοναδικῇ ἐν
οὐσίᾳ θεότητος, καὶ διαιρέσει προσώπων ἀεὶ σωθείημεν.
Θεοτοκίον.
Σωτῆρα τετοκυῖα, σῶσόν με Παρθένε, τὸν ἐν ἀσώτοις
βιώσαντα πράξεσι, καὶ σωτηρίας ἐλπίδα μὴ ἔχοντα.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάριον.
Τὸν τῆς ἐγκρατείας ὑπογραμμόν, καὶ τῆς Ἐκκλησίας τὸν
ἀένναον ποταμόν, τὴν βρύουσαν κρήνην, ἰάσεων πελάγη, Παρασκευὴ τὴν θείαν σεπτῶς
τιμήσωμεν.
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,*
Κύριε, ἐλέησον ἡμᾶς,* πάσης
γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι
τήν ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ
ἁμαρτωλοί προσφέρομεν,*
ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί τό ὄνομά
Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,* ἐλπίζοντες εἰς
Σέ μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ ἡ σωτηρία
τοῦ γένους τῶν
Χριστιανῶν.
Ἐκτενής
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Δι’ Εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου