Παράκλησις ΠΑΝΑΓΙΑΣ
ΟΔΗΓΗΤΡΙΑΣ Μονῆς Ξενοφῶντος.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν...
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς στῦλος πυρίμορφος καὶ ὁδηγία λαμπρά, πρὸς κλῆρον
ἀκήρατον, καθοδηγεῖς ἀσφαλῶς, ἡμᾶς Ὁδηγήτρια. Σὺ γὰρ πρὸς ἐπιδόσεις, τὰς
βελτίους ἰθύνεις, θείᾳ ἐπισκοπῇ Σου, τοὺς πιστῶς Σοι βοῶντας· Χαῖρε
Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Καὶ νῦν. Ὅμοιον.
Ὡς ὄντος φιλόστοργος ἡ ὁδηγία ἡ Σή, ἡμῖν ἀναδεικνύεται,
ἐν πολυτρόποις δεινοῖς, Ἁγνὴ Ὁδηγήτρια. Σὺ γὰρ ἐν περιστάσει, ἀσφαλὴς
Κυβερνῆτις, τῶν περιστατουμένων, ἀληθῶς χρηματίζεις, διὸ Θεογεννήτρια, ὑμνοῦμεν
τὴν χάριν Σου.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀσθενοῦσαν πάθεσι χαλεποῖς, τὴν πολυπαθῆ μου, οἰκτρὰν
καὶ βαρυαλγῆ, καρδίαν ἰάτρευσον Παρθένε, τὸν ἰατρὸν τῶν ψυχῶν ἡ γεννήσασα.
Ὑπέρτερον δεῖξόν με ἡδονῶν, σαρκικῶν τε βρόχων, καὶ
μερίμνων βιοτικῶν, τῶν ἄνω ταγμάτων ὑπερτέρα, καὶ λαμπροτέρα ἡλίου Θεόνυμφε.
Μυρίαις βαλλόμεθα συμφοραῖς, σφοδρὰς τὰς ὀδύνας,
ὑφιστάμενοι ἐν αὐταῖς, ἀλλ’ ἤδη Σὺ τούτων Θεομῆτορ, τοὺς ἐπὶ Σοὶ πεποιθότας
ἐξάρπασον.
Ἡ πύλη τῆς θείας ἀνατολῆς, ἄνοιξόν μοι πύλας, μετανοίας
καὶ ἐκ πυλῶν, τῆς θανατηφόρου ἁμαρτίας, τῇ μεσιτείᾳ Σου ῥῦσαί με Δέσποινα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος
Καταφύγιον κόσμου, Χριστιανῶν καύχημα, σκέπη καὶ
ἀντίληψις πάντων, τῶν ἐλπιζόντων εἰς Σέ, τὸν πεποιθότα Σοι, μὴ οὖν κἀμὲ
ὑπερίδης, ἀλλὰ τῷ ἐλέει Σου, Δέσποινα σῶσόν με.
Ἐπηρείας δαιμόνων, ὡς τὰ πολλὰ πάσχομεν, ὅθεν καὶ
κατώδυνον ὅλην, ζωὴν ἀνύομεν. Σὺ οὖν βοήθησον, θείας χαρὰς ἡ αἰτία, τὰ λυποῦντα
τάχιστα, διασκεδάζουσα.
Παναγία Παρθένε, ἡ τοὺς πιστοὺς σκέπουσα, τέκνα Σου
ὑπάρχομεν πάντες, ὦ Μῆτερ εὔσπλαγχνε, ὑπὸ τὴν σκέπην τὴν Σήν, φύλαξον Ἄχραντε
Κόρη, καὶ ὑγείαν δώρησαι, ψυχῆς τε καὶ σώματος.
Μητρικαῖς ἱκεσίαις τὸ τῶν δεινῶν κλύδωνα, τὸν
καταλαβόντα Σοὺς δούλους, παῦσον Πανάμωμε, κατακοιμίζουσα, τὰς πονηρὰς
ἀντιπνεύσεις, ἐναντίαν ζάλην τε, πόῤῥω ἐλαύνουσα.
Διάσωσον...
Ἐπίβλεψον...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείας ταῖς Σαῖς ἀπαύστοις πρὸς Κύριον, παντοίων
δεινῶν, κινδύνων τε καὶ θλίψεων, δούλοις Σου ἀπάλλαξον, Θεοτόκε Ὁδηγήτρια, καὶ
τῶν παγίδων ῥῦσαι τοῦ ἐχθροῦ, τηροῦσα τὴν ποίμνην Σου ἀπήμαντον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ ἐλπίς μου καὶ καύχημα, ἡ καταφυγὴ ζωὴ καὶ ἀντίληψις,
προστασία καὶ παράκλησις, Σὺ ὑπάρχεις Κόρη Πανσεβάσμιε.
Σωτηρίαν παράσχου μοι, τὴν κατὰ ψυχὴν καὶ σῶμα
Πανάμωμε, καὶ νοσοῦντι δὸς τὴν ἴασιν, καὶ τῶν ὀδυνῶν τὴν ἀπολύτρωσιν.
Ἱκετεύω Σε Δέσποινα, μὴ ἐγκαταλίπῃς με ὥρᾳ θλίψεως,
ἀλλὰ ἵλεως μοι φάνηθι, καὶ τῆς τῶν δαιμόνων ῥύου τροπώσεως.
Δωρεάν με ἐλέησον, νόσων τε παντοίων Κόρη ἀπάλλάξον,
καὶ κολάσεως ἐξάρπασον, ἡ καταφυγὴ καὶ προστασία μου.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Πονηρίας δαιμόνων, καὶ κακίας ἀνθρώπων ῥῦσαί με
Δέσποινα, καὶ ψυχῆς τὴν νόσον, καὶ τοῦ σώματος θᾶττον θεράπευσον, ἡ τεκοῦσα
μόνη, πάσης σαρκὸς καὶ τῶν πνευμάτων, ἰατρὸν καὶ Σωτῆρα καὶ Κύριον.
Συνεχόμενοις πλείστοις, πειρασμοῖς Πανάχραντε, καὶ
περιστάσεσι, πανταχόθεν οἴμοι! Καὶ κλονούμενον ζάλαις καὶ θλίψεσι,
περιφρούρησόν με, ὑπὸ τὴν σκέπην Σου τὴν θείαν, λυτρουμένη καὶ σώζουσα πάντοτε.
Τῇ θερμῇ Σου πρεσβείᾳ, τῇ πρὸς τὸν Υἱόν Σου κεχρημένη
Πάναγνε, ὑπὲρ τοῦ ἀχρείου, καὶ πολλὰ ἐπτακότος ἱκέτου Σου, ὅπως εὕρω λύσιν,
ἁμαρτιῶν μου τὸν Σωτῆρα, ἐκδυσώπησον πρὸ τῆς ἐτάσεως.
Θεοτόκε Παρθένε, καύχημα καὶ στήριγμα πιστῶν Πανάμωμε,
ὦ Θεογεννῆτορ, τῆς κτίσεως πάσης Βασίλισσα, τοὺς ὑμνολογοῦντας, τὸν Σὸν Υἱὸν
λύτρωσαι πάσης, ἐπηρείας δεινοῦ πολεμήτορος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Χρεωστικῶς, τῷ ναῷ τῷ ἱερῷ Σου προσέδραμον, καὶ ὡς
ἰκέτης οἰκτρός, παρίσταμαι Δέσποινα, τὰ δάκρυα δέξαι μου, ὡς τῆς χήρας τότε, τὰ
λεπτὰ Χριστὸς ὁ Κύριος.
Ἀθέων αἱρετικῶν, μανίας σύντριψον Δέσποινα, καὶ πᾶσαν
ἐπιβουλήν, δαιμόνων ματαίωσον, λαὸν χριστεπώνυμον, σκέπων καὶ φυλάττων, ἵνα
πόθῳ Σε δοξάζωμεν.
Ἐπέθεντο, κραταιοὶ ἐπέθεντο, τοῖς Σοῖς δούλοις Θεομῆτορ
Παρθένε, οἱ ἐχθρικῶς, ἡμῖν ἔχοντες φύσει, ἐκπολεμοῦντες καὶ θλίβοντες ἄμετρα.
Σὺ οὖν ἐλπὶς ἡ κραταιά, ἐπηρμένην ὀφρὺν τούτων σύστειλον.
Ἐξέχεεν, ἐφ’ ἡμᾶς ὁ Κύριος, τὴν ὀργὴν Αὐτοῦ εὐθείᾳ τῇ
ψήφῳ, ὡς γὰρ ὀργῆς χρηματίσαντες τέκνα, καὶ ὁ θυμὸς τῆς ὀργῆς Αὐτοῦ ἔλαβε,
κατάβρωμα δεινῶς ποιῶν, ἀλλ’ Αὐτὸν ἡμῖν Σὺ ἐξιλέωσαι.
Διάσωσον...
Ἄχραντε...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Θλιβομένων καὶ τῶν ἀσθενῶν ἀρωγότατον, ὁ Χριστὸς ἰατρόν
Σε πιστῶν ἐδωρήσατο, ἰατρεύειν τὰς νόσους τῶν φοιτώντων εὐλαβῶς, Σῷ τεμένι ὦ
Ὁδηγήτρια Παντάνασσα, λιταῖς γοῦν ταῖς Σαῖς περισώζουσα, πρόφθασον ἐν ἀνάγκαις,
βοήθησον ἐν κινδύνοις, καὶ τῶν ἐχθρῶν τὰς μηχανάς, καὶ βουλεύματα διάλυσον.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με
πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Ἦχος δ´. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον,Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ
σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α´ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς
τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου
καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς
Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ
Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ
εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ
Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου
ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα
ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ
Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ
νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον
τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς
τὸν οἶκον αὐτῆς.
Δόξα: Πάτερ,Λόγε,
Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός……
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Πάντων τὰ αἰτήματα, Ὁδηγήτρια Κόρη, πλήρωσον τῶν δούλων
Σου, τῶν εἰς Σὲ ἐκ πίστεως προσιόντων Σοι, καὶ τὴν Σὴν Δεσποινα, ἐπικαλουμένων,
ἀρωγήν τε καὶ ἀντίληψιν, ἐκ πάσης θλίψεως, καὶ ἀσθενειῶν καὶ κακώσεων, ψυχῆς
ὁμοῦ καὶ σώματος, ἅπαντας ἡμᾶς ἐλευθέρωσον· ἵνα Σὲ ὑμνῶμεν, δοξάζοντες Χριστὸν
τὸν Σὸν Υἱόν, Ὃν ἐκδυσώπει Πανύμνητε, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Οὐδεὶς προστρέχων ἐπὶ Σοί, κατησχυμμένος ἀπὸ Σοῦ ἐκπορευέται,
Ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ’ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ
συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων...
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁ καρπὸς Θεοτόκε, τῆς σεπτῆς Σου νηδύος ἡμᾶς ἐζώωσε,
καρπῷ θανατωθέντας, διό Σε κατὰ χρέος ἀνυμνοῦντες κραυγάζομεν· ὁ τῶν Πατέρων
ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θρόνος πύρινος ὤφθης καὶ παλάτιον θεῖον τοῦ
Παντοκράτορος, τοῦ κόσμου σωτηρία, καὶ σκέπη τοῖς βοῶσι, τῷ Υἱῷ Σου Ὁδηγήτρια·
ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σαῖς λιταῖς Θεοτόκε, Σὸν Υἱὸν ἐκδυσώπει οἶκτον
ἐνδείξασθαι, εἰς πταίοντας ἱκέτας, θερμῶς δὲ ἐκβοῶντας, καὶ ἐν πίστει
κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θαυμάτων παραδόξων, Σῷ τεμένει ἐπλήσω τοῖς προσιοῦσι
πιστῶς, αὐτῶν τὰς ἀσθενείας, κουφίζουσα Παρθένε, καὶ τὴν ῥῶσιν χαρίζουσα, καὶ
αἰωνίου δόξης, αὐτοὺς καταξιούσα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἁγνὴ Παρθένε, Χριστιανῶν ἡ προστάτις, ἐξελοῦ ἡμᾶς πάσης
ἀνάγκης, ἵνα Σε ὑμνῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Φέρεις ὡς βρέφος, ἐν ταῖς ἁγίαις χερσί Σου, τὸν τὰ
παρόντα φέροντα τῷ λόγῳ, ὅθεν σὺν Αὐτῷ Σε, ὑμνοῦμεν εἰς αἰῶνας.
Ἵνα δοξάζω, καὶ προσκυνῶ μετὰ δέους, Σοῦ τὸ πάνσεπτον
ὄνομα Κόρη, θλίψεως με πάσης, ἐκλύτρωσαι καὶ βλάβης.
Ὡς ἀσφαλῆ Σε, ἐλπίδα μόνην κατέχων, καθικετεύω
ἁμαρτιῶν, καὶ κινδύνων Ἄχραντε Μαρία, ἐκλύτρωσαί με τάχει.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χαρᾶς καὶ εὐφροσύνης, πλήρωσον Σοὺς δούλους, εἰλικρινῶς
Σοι προσφεύγοντας Ἄχραντε, τῶν καρδιῶν τὰς ὀδύνας ἀποῤῥαπίζουσα.
Ἱλάσθητι Σωτήρ μου, πᾶσι τοῖς τιμῶσι, τὴν ὑπερένδοξον
ὄντως Μητέρα Σου, καὶ Παραδείσου τῆς δόξης δεῖξον οἰκήτορας.
Εὐπρέπειαν Σοῦ οἴκου, τοὺς ἠγαπηκότας, ἐκ πειρασμῶν
διατήρει ἀτρώτους, καὶ δεῖξον Ἁγνή, τοῦ Παραδείσου ἀξίους, Ὁδηγήτρια.
Ὕμνον Σοι τελευταῖον, πρῶτόν τε καὶ μέσον, τοῦ
Ἀρχαγγέλου τὸ χαῖρε προσφέρω Σεμνή· Σοί γάρ κατάλληλον ἄλλον εὐρεῖν οὐ δύναμαι.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν...
Ἴθυνον πρὸς τρίβους τῶν ἀρετῶν, Κεχαριτωμένη, Ὁδηγήτρια
τοὺς βροτούς, τοὺς τὰ μεγαλεῖα, τὰ Σὰ ὑμνολογοῦντας, καὶ σὺν τῷ Ἀρχαγγέλῳ,
χαῖρε βοῶντάς Σοι.
Πάσης ἐπηρείας τῶν δυσμενῶν, λύτρωσαι Παρθένε τοὺς
προσφεύγοντας Σῷ ναῷ, καὶ πάσης τε ἐκ βλάβης, ψυχῶν τε καὶ σωμάτων, καὶ θείας
βασιλείας αὐτοὺς ἀξίωσον.
Πρόσδεξαι Κυρία Μήτηρ Χριστοῦ, ὕμνον Σοῦ ἱκέτου,
ταπεινοῦ καὶ ἁμαρτωλοῦ, κατακεκρυμένου, καὶ βεβορβορωμένου, ἐκ βάθους τῆς
καρδίας, καὶ μὴ παρίδης με.
Ἄχραντε Παρθένε Μήτηρ Θεοῦ, καὶ δεδοξασμένη, ὑπὲρ πᾶσαν
φύσιν βροτῶν, Ὁδηγήτρια Κόρη, Ἁγία Θεοτόκε, περίσωζε τοὺς πίστει, Σὲ
μεγαλύνοντας.
Τὸ θυμιατήριον τὸ χρυσοῦν, τὴν στάμνον, τὴν ῥάβδον, τὴν
λυχνίαν τὴν θεαυγῆ, τὸν τόμον τὸν θεῖον, ἐν ᾧ Θεοῦ δακτύλῳ, ὁ Λόγος ἐνεγράφη,
Σὲ μεγαλύνομεν.
Χαῖρε τῶν Ἀγγέλων ἡ χαρμονή, καὶ τῶν Ἀποστόλων
Ἀρχαγγέλων καὶ Προφητῶν, Μαρτύρων Ὁσίων, καὶ πάντων τῶν Δικαίων, ἀνύμφευτε
Παρθένε, σκέπε τὴν πόλιν Σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς
τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα...
Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,*
Κύριε, ἐλέησον ἡμᾶς,* πάσης
γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι
τήν ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ
ἁμαρτωλοί προσφέρομεν,*
ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,*
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ
ἡ σωτηρία τοῦ
γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς στῦλος πυρίμορφος καὶ ὁδηγία λαμπρά, πρὸς κλῆρον
ἀκήρατον, καθοδηγεῖς ἀσφαλῶς, ἡμᾶς Ὁδηγήτρια. Σὺ γὰρ πρός ἐπιδόσεις, τὰς βελτίους ἰθύνεις, θείᾳ
ἐπισκοπῇ Σου, τοὺς πιστῶς Σοι βοῶντας· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Ἐκτενής
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πλοῦτος, πτωχευόντων καὶ τρυφή, καὶ καταφυγὴ τῶν
πενήτων, καὶ ὀρφανῶν ἡ ἐλπίς, Σὺ ὑπάρχεις Ὁδηγήτρια, καὶ Σέ δοξάζομεν, οἱ ἐν
θλίψει κραυγάζοντες· Ἁγία Ἁγίων, λύτρωσαι προφθάσασα, καὶ νῦν τοὺς δούλους Σου,
πάσης ἐπηρείας δαιμόνων, καὶ τῆς χαλεπῆς τιμωρίας, καὶ τῆς αἰωνίου κατακρίσεως.
Ὥσπερ, ἐν λιμένι προσδραμών, ὑπὸ τὴν ἁγίαν Σου σκέπην,
Παρθενομῆτορ Ἁγνή, δέομαι σπλαγχνίσθητι, μὴ ἀποῤῥίψης με, ἀλλὰ ῥῦσαι τὸν δοῦλόν
Σου, τῆς νῦν ἐπελθούσης, θλίψεως ὡς ἔχουσα, τό συμπαθὲς φυσικόν, Μῆτερ τοῦ Θεοῦ
τοῦ Ὑψίστου, πάντοτε πρεσβεύουσα σῷζε, πάσης περιστάσεως τοὺς δούλους Σου.
Ἦχος πλ. δ΄.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β.
Τὴν πάσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην Σου.
Δι’ Εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου