Δευτέρα 13 Ιουλίου 2015

Παράκλησις Ἁγίου ΝΙΚΟΛΑΟΥ ἀρχιεπ. Μύρων.



Παράκλησις Ἁγίου ΝΙΚΟΛΑΟΥ ἀρχιεπ. Μύρων.
ψαλλομένη ἐν ζάλῃ καὶ τρικυμίᾳ θαλάσσης χειμαζόμενου πλοίου καὶ κινδυνεύοντος.
******** 

Αἰτήσει μὲν τοῦ Πανοσιοελλογιμωτάτου ἁγίου Καθηγουμένου τοῦ Ἱεροῦ Κοινοβίου τῆς Μονῆς τοῦ Ἁγίου Γρηγορίου Κυρίου Κυρίου Συμεῶν Πελοποννησίου.
*******
Πόνῳ δὲ οἰκτροῦ Μοναχοῦ Ἰακώβου Μελενδύτου (1859)

      Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ´. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Τὸν τῶν Μυρέων Ἱεράρχην φανώτατον, καὶ τὸν ἐν ζάλῃ τρικυμίας προφθάνοντα, Νικόλαον τὸν μέγιστον προστάτην καὶ φρουρόν, πάντες εὐφημήσωμεν πρὸς αὐτὸν ἐκβοῶντες, κόπασον τὸν κλύδωνα, καὶ διάσωσον πλοῖον, μὴ παραβλέψῃς δέησιν ἡμῶν, τῶν σὲ καλούντων δεινῶς κινδυνεύοντας.
Δόξα.
ς κατὰ πάντα μιμητὴς τοῦ Σωτῆρος, καὶ χορηγὸς τῶν δωρεῶν τῶν ἐκεῖθεν, ταῖς πρὸς Θεὸν πρεσβείαις σου προφθάνεις ἀεί, καὶ λυτροῦσαι ἅπαντας, τρικυμίας θαλάσσης, τοὺς πιστῶς καλοῦντάς σε, ὦ Νικόλαε μάκαρ· διὸ βοῶμεν λύτρωσαι ἡμᾶς, τῆς ἐνεστώσης ἀνάγκης καὶ κλύδωνος.
Καὶ νῦν. Θεοτοκίον.
ς ὑπέρ ἔννοιαν Θεὸν τετοκυῖα, καὶ ὑπὲρ φύσιν ἐκτελεῖς τὰ τεράστια, καὶ τὰς δυνάμεις πάναγνε Πανύμνητε, τοῖς προσκαλουμένοις σέ, ἐν θαλάσσῃ καὶ χέρσῳ, σῴζουσα ἐκ κλύδωνος, τρικυμίας καὶ σάλου· ἀλλὰ καὶ νῦν διάσωσον ἡμᾶς, τῆς ἐνεστώσης ἀνάγκης δεόμεθα.

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ Κανών τοῦ Ἁγίου μετὰ τῆς Θεοτόκου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τῶν σῶν θαυμάτων ἀστραπὰς Νικόλαε, ἐκπέμπων ἅπασι, καὶ δαδούχων μάκαρ, πᾶσαν τὴν ὑφήλιον, καὶ νῦν ἡμῖν κατάστειλον, τρικυμίας τὸν σάλον, τὸν ἐνιστάμενον κόπασον, πνιγμονῆς θαλάσσης ῥυόμενος.
Νῦν καταιγίδες χαλεπαὶ ἐφώρμησαν κατὰ τοῦ πλοίου ἡμῶν, καὶ βυθῷ θαλάσσης, αὔτανδρον βυθίζουσιν, ἀλλὰ προφθάσας Ἅγιε, ῥῦσαι τάχος κινδύνου, ὡς πάλαι πλοῖα διέσωσας, ἐκ πνιγμοῦ τρισμάκαρ Νικόλαε.
Μήτηρ Θεοῦ σὺν Νικολάῳ φθάσατε ἐπικουρίαν ἡμῖν, τῇ νῦν καταιγίδι, τάχος ἀπονέμοντες, βοήθειαν καὶ σώσατε, ἐν βυθῷ ἀπωλείας, καταντλουμένους οἰκτείρατε, καὶ πικροῦ θανάτου λυτρώσατε.
Θεοτοκίον.
Οὐ σιωπῶμεν τοῦ βοᾶν τρανώτατα ἐκ κατωδύνου ψυχῆς, μέγιστε προστάτα, ἱερὲ Νικόλαε, μετὰ τῆς Θεομήτορος, ἐξελοῦ ἐκ κινδύνου, τῆς ζάλης ταύτης ὡς ἔσωσας, βυθοῦ καὶ θανάτου σοὺς πρόσφυγας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τρικυμίᾳ θαλάσσης καὶ χαλεπῶν κλύδωνι, νῦν περιπεσόντες τὴν σὺν βοήθειαν ὄρεξον, καὶ σάλον κόπασον, ὡς ἀγαθὸς κυβερνήτης, καὶ τὸ πλοῖον λύτρωσαι μάκαρ Νικόλαε.
Καταιγίδες ὑδάτων τρικυμιῶν πέλαγος, νῦν καταλαβοῦσαι τὸ σκάφος καταποντίσαι ἡμᾶς, εἰς βυθὸν σπεύδουσιν, ἀλλ’ ὦ Νικόλαε τάχος, πρόφθασον βοήθησον μὴ ἀπολλύμεθα.
λαστήριον οὖσα τῆς λογικῆς φύσεως, μόνη Μητροπάρθενε λύτρωσαι κλύδωνος, τοῦ νῦν συνέχοντος, καὶ εἰς βυθὸν ἀπωλείας, νῦν ἡμᾶς καθέλκοντος τῇ προστασίᾳ σου.
Θεοτοκίον.
Σὺν σοφῷ Νικολάῳ ὦ Μαριὰμ Δέσποινα, σάλον τῆς θαλάσσης πρᾴϋνον νῦν καὶ διάσωσον, πλοῖον ποντώσεως, ὅπως σωθέντες ὑμνῶμεν, τὸ ἄμετρον ἔλεος τῆς δυναστείας σου. 
Διάσωσον, ἀπὸ κινδύνου θαλάσσης τὸν πλοῦν ἡμῶν Ἱεράρχα, καὶ κατεύνασον τὴν ζάλην καὶ σάλον, ὡς ἕτοιμος βοηθὸς ἐν ἀνάγκαις.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμός, καὶ μέγιστος ὑπέρμαχος, μεσίτης στεῤῥὸς πρὸς Θεὸν ἀνεπαίσχυντος, σὺ ὑπάρχεις Ἅγιε, πάντων τῶν ἐπικαλουμένων σε, διὸ σῶσον πλοῖον ἐκ τοῦ κλύδωνος, προφθάσας νῦν μέγιστε Νικόλαε.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Δεῦτε θερμῶς τῷ Νικολάῳ προσπέσωμεν, ἐν πελάγει, σάλου κινδυνεύοντες, καὶ πρὸς αὐτὸν δάκρυσι θερμοῖς, κράξωμεν βοῶντες· σῶσον ἡμᾶς κινδυνεύοντας, πνιγμονῆς τοῦ σκάφους, ὡς προστάτης καὶ ῥύστης, ἵνα πόθῳ σὲ μάκαρ γεραίρομεν.
λῃ ψυχῇ, σὲ τὸν θερμὸν ἀντιλήπτορα, δυσωποῦμεν, μέγιστε Νικόλαε, πρόφθασον λύτρωσαι νῦν ἡμᾶς, κλύδωνος θαλάσσης, καὶ σῶσον τοὺς κινδυνεύοντας, ὡς ἔσωσας τὸ πάλαι, χαλαιποῦ ναυαγίου, τοὺς ὁμοίως ἡμῖν κινδυνεύοντας.
Πρὸς Σὲ Ἁγνή, μετὰ Θεὸν καταφεύγομεν, ὁλοψύχως, σὲ καθικετεύοντες ὑπὸ σφοδροῦ λαίλαπος δεινοῦ, φερόμενοι βία ὁλοσχερῶς κινδυνεύοντες, διὸ πρὸς σὲ βοῶμεν, σὺν σοφῷ Νικολάῳ, ναυαγίου πικροῦ ἡμᾶς σώσατε.
Θεοτοκίον.
Πῶς σου Ἁγνή, τὴν θείαν δόξαν θεάσομαι; πῶς εἰκόνα, θείαν σου ἀσπάσομαι; φευκτὸς ὑπάρχων καὶ ἐναγής; ἀλλὰ δέομαί σου, τῆς κατεχούσης ἀνάγκης με, καὶ σάλου τρικυμίας, νῦν προφθάσασα σῶσον, Νικολάου τοῦ θείου ἐντεύξεσιν.

ᾨδὴ ε΄. Ἵνα τι μὲ ἀπώσω.
Μέγα ὄντως τὸ κλέος, μέγα τὸ ἀξίωμα τὸ σὸν Νικόλαε· πανταχοῦ γὰρ πᾶσι, τοῖς πιστῶς σὲ καλοῦσι τὸ ὄνομα, ἐν ὑγρᾷ καὶ χέρσῳ σῴζεις κινδύνων καὶ θανάτου· διὸ πόθῳ καὶ πίστει τιμῶμέν σε.
ν νυκτὶ καὶ ἡμέρᾳ, σοῦ τὸ θεῖον ὄνομα ἐπικαλούμεθα, ἐν παντὶ οὖν τόπῳ, καὶ θαλάσσῃ Νικόλαε φύλαττε, ἐκ παντὸς κινδύνου, καὶ ἐπηρείας ἐναντίας, τοὺς τιμῶντας τὴν θείαν εἰκόνα σου.
Στερεᾶς καὶ θαλάσσης, τοὺς κινδύνους σκεδάζεις Δέσποινα, ἅμα Νικολάῳ, σῷ θεράποντι πλοῖα ποντούμενα, διασώζεις ὅθεν, καὶ νῦν ἡμᾶς τῆς καταιγίδος, σὺν τῷ πλοίῳ διάσωσον τάχιστα.
Θεοτοκίον.
λασμὸς ἡμῖν κόρη, καὶ πταισμάτων λύτρωσις καὶ μέγα ἔλεος, ἀνεδείχθη πᾶσιν, ὁ Υἱὸς καὶ Θεός σου τοῖς πίστει σε, ἐπικαλουμένοις, διὸ ἐκ ζάλης θαλαττίου, ἡμᾶς σῶσον ὡς πάντα ἰσχύουσα.
ᾨδὴ ς´. Τὴν δέησιν ἐκχεῶ.
Προστάτην σε, ἱερὸν καὶ πρόμαχον, καὶ φρουρὸν ἐν πολυτρόποις κινδύνοις, θαυματουργέ, ὦ Νικόλαε μάκαρ, ἔχομεν πάντας διό σου δεόμεθα, κατεύνασον τὴν ταραχήν, καὶ λιμένα πρὸς εὔδιον ἴθυνον.
Κηρύττει σου, γῆ καὶ θάλασσα μάκαρ, τῶν θαυμάτων σου τὰ πλήθη ἃ πάλαι, καὶ νῦν τελεῖς καθεκάστην τοῖς πᾶσι, τοῖς προσκαλοῦσι τὸ θεῖόν σου ὄνομα· διάσωσον οὖν καὶ ἡμᾶς, ἐκ βυθοῦ ἀπωλείας Νικόλαε.
κύκλωσε, καταιγὶς ἡμῶν πλοῖον, καὶ κλυδώνιον θαλάσσης Παρθένε, ἀγριωπῶς, τῶν ἀνέμων ἡ βία, ἀλλὰ τῷ σῷ παναγίῳ ὀνόματι, καὶ κλήσει θεράποντας τοῦ σοῦ, Νικολάου ἡμᾶς διασώσατε.
Θεοτοκίον.
ἔμψυχος, τοῦ Χριστοῦ παράδεισος, ἡ Ἐδὲμ ἡ τοῦ Ἀδὰμ τοῦ δευτέρου, ὁ φλογερὸς καὶ πυρίμορφος θρόνος, ὁ ὑψηλὸς οὐρανὸς Μητροπάρθενε, διάσωσον τῆς φοβερᾶς, τρικυμίας ἡμᾶς κινδυνεύοντας.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς σοὺς ἱκέτας, ὦ Νικόλαε θεράπων Κυρίου, καὶ παντοίας ἐπιφορὰς τοὺς τιμῶντάς σε, ὡς ἕτοιμος βοηθὸς ἐν ἀνάγκαις.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Προστασία τῶν σῶν ἱκετῶν ἀνεπαίσχυντε, μεσιτεία πρὸς Θεὸν καὶ ὀξεῖα ἀντίληψις, μὴ παρίδῃς ἁμαρτωλῶν προσφύγων σου φωνάς, ἀλλὰ πρόφθασον ὡς συμπαθής, καὶ ἐξελοῦ ἡμᾶς δεινῆς, ποντώσεως τρικυμίας χαλεπῆς, τάχυνον ἐν ἀνάγκαις, βοήθησον ἐν κινδύνοις, ὁ προστατεύων ἐν δεινοῖς ἱερότατε Νικόλαε.

Προκείμενον: Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοι σοῦ ἀγαλλιάσονται.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον κατὰ Ματθαῖον. (Κεφ. ΙΔ´).
Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ὄρος προσεύξασθαι· ὀψίας δὲ γενομένης μόνος ἧν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἧν βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἧν γὰρ ἐνάντιος ὁ ἄνεμος. Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτός, ἦλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπάτων ἐπὶ τῆς θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατούντα, ἐταράχθησαν λέγοντες, ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος, εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεὶν ἐπὶ τὰ ὕδατα. Ὁ δὲ εἶπεν· ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος, περιεπάτησεν ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρόν, ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι, ἔκραξε λέγων· Κύριε σῶσόν με. Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτεῖνας τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ· ὀλιγόπιστε! εἰς τὶ ἐδίστασας; Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον, ἐπετίμησε τοῖς ἀνέμοις, καὶ τῇ θαλάσσῃ, καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. Καὶ ἐθαύμασαν οἱ ἄνθρωποι λέγοντες· ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ; Καὶ προσεκύνησαν αὐτῷ λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς εἶ. Καὶ διαπεράσαντες ἦλθον, καὶ προσωρμίσθησαν εἰς τὴν γῆν Γεννησαρέτ.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεὸς... Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
εράρχα μέγιστε, καὶ λειτουργὲ τοῦ Κυρίου, θαυμαστὲ Νικόλαε, τῶν πιστῶν τὸ καύχημα, καὶ ἐντρύφημα, Ἱερέων δόξα, μοναζόντων ἐγκαλλώπισμα, δικαίων πρόμαχε, καὶ τῶν ἐν θαλάσσῃ διάσωσμα, κινδύνου ἡμᾶς λύτρωσαι, τοὺς προσκαλουμένους σὸν ὄνομα, ζάλης τε καὶ τρικυμίας, δαιμόνων ἐπιθέσεως δεινῆς, καὶ σωτηρίας ἀξίωσον, τοὺς παρακαλοῦντάς σε.

Ὁ Ἱερεύς
Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φμς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλομαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φσον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται3) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                                
Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθ’ ο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.
  χορός: μήν.

ᾨδὴ ζ´. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Σκέπη τῇ σῇ καὶ προστασίᾳ, καταφεύγομεν Νικόλαε τρισμάκαρ, τρικυμίας δεινῆς δεόμεθα ῥυσθῆναι, προφθάσας οὖν διάσωσον, ποντώσεως τὸ πλοῖον.
να σε πόθῳ ἀνυμνοῦμεν, καὶ γεραίρομεν Νικόλαε τρισμάκαρ, τρυκυμίας δεινῆς, διάσωσον τὸ πλοῖον, καὶ ἐκ θανάτου λύτρωσαι, τοὺς πιστῶς σὲ προσκαλοῦντας.
λην ψυχῆς ἡμῶν ἐλπίδα, ἀνεθέμεθα πρὸς σὲ τὴν Θεοτόκον, ἅμα θείῳ ἡμῶν προστάτῃ Νικολάῳ, προφθάσαντες οὖν ῥύσατε, πνιγμονῆς ἡμῶν τὸ πλοῖον.
Θεοτοκίον.
Θεοτόκε Παρθένε ἡ τεκοῦσα, τὸν Σωτῆρα Χριστὸν διάσωσον σοὺς δούλους, ζάλης κλύδωνος θαλάσσης, νῦν φερομένης, καὶ εἰς λιμένα εὔδιον, ἡμᾶς εὔθυνον ἐν τάχει.

ᾨδὴ η΄. Τῶν ἐν ὄρει ἁγίῳ.
Νῦν τὰ ἄνω βασίλεια τρισμάκαρ, σὺν Ἀγγέλοις οἰκεῖς τὸν πάντων κτίστην, Θεὸν ὑμνῶν καὶ σῴζων τοὺς καλοῦντας, σάλου καὶ ζάλης Νικόλαε πάντας, ὡς εὐμενὴς προστάτης.
ντρυφῶντες θαυμάτων σου τὰ πλήθη, ἅπερ βρύει ὁ θεῖος χαρακτήρ σου, εὐχαριστίοις ὕμνοις σε γεραίρομεν, ζάλης λυτρωθέντες, Νικόλαε παμμάκαρ.
Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα.
κ παντοίων δεινῶν ἐπερχομένων, Θεοτόκε σὺν θείῳ Νικολάῳ, καὶ τρικυμίας ζάλης καὶ ποντώσεως, ῥύσατε τοὺς μέλποντας, καὶ ὑμνολογοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
νωτέραν ἁπάντων ποιημάτων, ὁ τῶν πάντων Θεός τε καὶ Δεσπότης, σὲ ὡς αὐτοῦ Μητέρα σεμνὴ ἔδειξεν, ὅθεν διασῴζεις, πλοῖα ἀπὸ ζάλης, προσφύγων σου Παρθένε.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Λαμπρὸς καὶ παμφαής σου ὁ χαρακτήρ, τῆς εἰκόνος Νικόλαε μέγιστε, πέλει καὶ γάρ, Κύριον δοξάσας ὡς ἀληθῶς, αὐτὸς σὲ ἀντεδόξασε, χάριν δεδωκώς σοι, σῴζειν πικράς, θαλάσσης τρικυμίας, τοῖς πόθῳ σὲ καλοῦσι, καὶ αἰτουμένοις σὴν ἀντίληψιν.
Παράσχου τοῖς τιμῶσί σε εὐλαβῶς, παμμακάριστε μάκαρ Νικόλαε, λύσιν παθῶν, καὶ πταισμάτων ἄφεσιν ταῖς λιταῖς, καὶ τρικυμίας λύτρωσαι, θαλάσσης πνιγμοῦ τε τοῦ χαλεποῦ, ὅπως σε κατὰ χρέος, δοξάζομεν ἀπαύστως, τὸν ἐπαξίως σε δοξάσαντα.
Οὐκ ἐστιν ὅστις πέφευγε πρὸς τὴν σήν, προστασίαν Νικόλαε πώποτε, καὶ οὐ τῆς σῆς, ἀπήλαυσε τάχιστα ἀρωγῆς· διὸ καὶ νῦν διάσωσον, πλοῖον χειμαζόμενον ἐκ βυθοῦ, θαλάσσης κυμαινούσης, ὅπως σοῦ ἐπαξίως, τὴν σὴν ἀντίληψιν γεραίρομεν.
Θεοτοκίον.
Φωνὰς τῶν ἱκετῶν σου ὡς ἀγαθή, μὴ παρίδῃς πανάμωμε Δέσποινα, ἀλλ’ εὐμενῶς, πρόσδεξαι καὶ λύτρωσαι ἐκ δεινῆς, τὸ πλοῖον τρικυμίας νῦν, καὶ τοῦ ναυαγίου τοῦ χαλεποῦ, καὶ ἴθυνον πρὸς ὅρμον, λιμένος σωτηρίου, ὅπως ἀεὶ σὲ μακαρίζομεν.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μεγαλυνάρια.
Σκέπε φρουρεῖ φύλαττε ἱερέ, Νικόλαε μάκαρ, τοὺς καλοῦντάς σε εὐλαβῶς, καὶ ῥῦσαι κινδύνου, καὶ πνιγμονῆς τὸ πλοῖον, ποντούμενον ἐκ ζάλης, προφθάσας τάχιστα.
χων παῤῥησίαν πρὸς τὸν Θεόν, τῶν σοι προστρεχόντων, τὰ αἰτήματα ἐκπληροῖς, τὰ πρὸς σωτηρίαν, διὸ χειμαζόμενους, διάσωσον κινδύνου, μάκαρ Νικόλαε.
Μέγιστος ὑπάρχεις ἡμῶν φρουρός, φύλαξ καὶ προστάτης, ἀντιλήπτωρ καὶ βοηθός, σώστης τρικυμίας, Νικόλαε τρισμάκαρ, διό σε κατὰ χρέος ὕμνοις γεραίρομεν.
Ταῖς θεοφεγγέσι μαρμαρυγαῖς, ἐκλελαμπρυσμένος, καὶ θαυμάτων ταῖς ἀστραπαῖς, πάντας καταυγάζων, Νικόλαε παμμάκαρ, σῶσον ἡμᾶς κινδύνου, ζάλης καὶ κλύδωνος.
ς νειλῷα ῥεῖθρα οὕτω τὰ σά, πλήθη τῶν θαυμάτων τοὺς προστρέχοντας εὐλαβῶς, θείῳ σου τεμένει, ποτίζουσιν ἀφθόνως, καὶ σῴζεις ναυαγίου πλοῖα Νικόλαε.
Δέχου τὰς αἰτήσεις Παμβασιλεῦ, τοῦ θεράποντός σου, Νικολάου τοῦ θαυμαστοῦ, καὶ ἡμᾶς κινδύνου, θαλάσσης καὶ τὸ πλοῖον, διάσωσον ἐν τάχει, πικρὰς ποντώσεως
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...

Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.

ερεύς. Ὃτι σου ἐστιν…..
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
   πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.

ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Ἦχος β΄. Πάντων προστατεύεις.
Πάντες οἱ ἐν ζάλαις χαλεπαῖς, καὶ κινδύνοις ἄλλοις παντοίοις, δεινῶς θλιβόμενοι, ἔνθα τὰ θαυμάσια, τοῦ Ἱεράρχου πατρός, Νικολάου ἐκβλύζουσιν, ὡς ῥεῖθρα νειλῷα, σπεύδοντες προφθάσωμεν γονυκλινῶς ἐν κλαυθμῷ, ῥῦσαι ἐκ κινδύνων βοῶντες, ζάλης τρικυμίας θαλάσσης, καὶ πνιγμοῦ τὸ πλοῖον καὶ τοὺς δούλους σου.
Θεοτοκίον.
Πάντας ἡμᾶς οἴκτειρον Ἁγνή, τοὺς προσκαλουμένους σὲ πόθῳ, καὶ αἰτουμένους θερμῶς, καὶ τὴν σὴν ἀντίληψιν ἐπιζητοῦντας πιστῶς, καὶ τὴν ζάλην κατεύνασον, θαλάσσης καὶ σάλου, πάντας καὶ διάσωσον ἐκ ναυαγίου πικροῦ, ῥύσαι πνιγμονῆς καὶ κινδύνου, πλοῖον καὶ ἡμᾶς Παναγία, σὲ γὰρ μόνην πρόμαχον κεκτήμεθα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δι’ Εὐχῶν……

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου