Παράκλησις Ὁσίου
ΝΙΚΗΦΟΡΟΥ τοῦ Λεπροῦ.
τοῦ ἐν Χίῳ ἐπ᾿ ἐσχάτων τῇ καρτερίᾳ ἀθλήσαντος καὶ ἐν ἀσκήσει διαπρέψαντος.
Ποίημα Γεροντίσσης Ἰσιδώρας Ἁγιεροθεϊτίσσης
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ Ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀνδρειοφρόνως τῆς σαρκός σου τὴν λέπραν, καθυπομείνας
ὡς Ἰὼβ Νικηφόρε, τῆς σῆς ψυχῆς ἐξήγνισας, λαμπρῶς τὴν στολήν· τέλεον τὴν
κλίμακα, ἀρετῶν δὲ ἀνέβης, φθάσας τῇ ἀσκήσει σου, πολιτείαν Ἀγγέλων·
ἀδιαλείπτως ψάλλων τῷ Θεῷ, σοὶ δόξα πρέπει, Τριὰς ὁμοούσιε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν...
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ
ἀρχόμεθα τοῦ Κανόνος, οὗ ἡ ἀκροστιχίς: «Χαῖρε Νικηφόρε λεπρῶν καινὴ λαμπρότης».
Ἦχος πλ. δ´. ᾨδὴ α´. Ὑγρὰν διοδεύσας.
Χαρίτων τὸ σκεῦος τὸ καθαρόν, χιόνος ἁπάσης τὸν
λευκότερον τῇ ψυχῇ, λεπρὸν Νικηφόρον δεῦτε πάντες, καθαρωτάταις ᾠδαῖς
μεγαλύνωμεν.
Ἀγάπης σφραγῖδα τὴν ἱεράν, τῆς πίστεως δρόμον τὸν
τελέσαντα ἀνδρικῶς, ἐλπίδι τῆς ἄνω Βασιλείας, νῦν Νικηφόρον λεπρὸν μακαρίσωμεν.
Ἱδρῶσιν ὁσίας σου ἀγωγῆς, ψυχήν σου τὴν θείαν Νικηφόρε
παναληθῶς, ποιήσας χρυσίου λαμπροτέραν, εἰς τοῦ Θεοῦ σου τὰς χεῖρας παρέθηκας.
Θεοτοκίον.
Ῥημάτων ἀῤῥήτων τοῦ Γαβριήλ, ἀκούσασα Κόρη Παναγία
πανευπειθῶς, Θεὸν ἀπεκύησας τῷ κόσμῳ, παρακοήν τε τῆς Εὔας ἠνόρθωσας.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἐκ τῆς Κρήτης προῆλθες, ὡς νεαυγὴς ἥλιος, πᾶσαν δὲ τὴν
γῆν ἀνταυγείαις, τῆς πολιτείας σου, καινοποιεῖς εὐπρεπῶς, υἱὲ φωτὸς Νικηφόρε,
καὶ παθῶν τὴν ζόφωσιν, λύεις ἑκάστοτε.
Νουνεχῶς μοναζόντων, τρῖβον στενὴν ἤνυσας, πάσῃ
ἐγκράτειᾳ παμμάκαρ, ἐνδιαιτώμενος, καὶ Ἀσωμάτων χορούς, φθάσας σαρκὶ Νικηφόρε,
ἀληθῶς ἐτίμησας, σχῆμα ἰσάγγελον.
Ἰαμάτων ὁ ἔχων, τὸ ἀχανὲς πέλαγος, καὶ ἐν ἀσθενείᾳ
παιδεύων, οὓς παραδέχεται, ὡς ἀνόθευτους υἱούς, Χριστὸς σαρκός σοι τὴν λέπραν,
Νικηφόρε δέδωκε, φίλτρου εἰς πίστωσιν.
Θεοτοκίον.
Κυριώνυμε Κόρη, κόσμου παντὸς Δέσποινα, τὴν
δεδουλωμένην ψυχήν μου, τοῖς παραπτώμασι, ταῖς Μητρικαῖς σου λιταῖς, δεῖξον
παθῶν ἀνωτέραν, εἰς τὴν πρώτην δόξαν μου, πάλιν ἀνάγουσα.
Ἰάτρευσον, ἡμῶν τὰ πάθη πρεσβείαις σου Νικηφόρε, ὁ
βαστάσας τῆς σῆς σαρκὸς ἀνδρείως τὴν λέπρωσιν, εἰς τέλειον μέτρον τῆς
καρτερίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Ὀδύνας μακράς, τῆς λέπρας ἐκαρτέρησας, γενναίᾳ ψυχῇ,
καὶ γνώμῃ καρτερόφρονι, τῷ Θεῷ φθεγγόμενος, Νικηφόρε ᾆσμα γηθόμενος, καὶ
μεγαλύνων χείλεσιν ἁγνοῖς, τὴν θείαν ἀπαύστως ἀγαθότητα.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Ἡδονὰς τὰς τοῦ σώματος, πάσῃ ἐγκράτειᾳ πολιτευόμενος,
Νικηφόρε ἀπενέκρωσας, τὸ δὲ πνεῦμα θείως ἀνεζώωσας.
Φερωνύμως τῆς κλήσεως, τῆς ἐπουρανίου μάκαρ γενόμενος,
Νικηφόρε κατενίκησας, παρατάξεις πάσας τοῦ ἀλάστορος.
Ὀφθαλμών σου τὴν πήρωσιν, φέρων Νικηφόρε ἔνδον σου
ἔβλεπες, ἐπιλάμψεις θείου Πνεύματος, καὶ λαμπρῶν ἀκτίνων φῶς ἀπρόσιτον.
Θεοτοκίον.
Ῥητορεύσεις πεπλήρωνται, τῶν προφητευόντων ἐν σοὶ
Πανάμωμε, ἀπειράνδρως γὰρ ἐκύησας, ὅνπερ πάλαι οὗτοι προηγόρευσαν.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἔστησας τὸν νοῦν, ἐπὶ πέτραν τοῦ Κυρίου σου, Νικηφόρε
διὸ ἔμεινας στεῤῥός, ὥσπερ ἀδάμας, ἀλγηδόσι μὴ πτοούμενος.
Λέπραν τῆς σαρκός, ὡς Ἰὼβ ἐνεκαρτέρησας, διὸ λάμπεις
Νικηφόρε τῇ ψυχῇ, ὑπὲρ χρυσίον, καὶ ἀργύριον πολύτιμον.
Ἔθηκας Θεῷ, Νικηφόρε τὴν ἐλπίδα σου, ὀρφανῶν τε καὶ
χήρων προασπιστῇ, πατρῴων σπλάγχνων, παρ᾿ οὗ εὗρες τὴν ἀντίληψιν.
Θεοτοκίον.
Πύργος ὀχυρός, κατ᾿ ἐχθρῶν ὑπάρχεις Δέσποινα,
καταράττουσα αὐτῶν τὰς μηχανάς, ὡς τετοκυῖα, τὸν ἰσχύϊ ἀπροσμέτρητον.
ᾨδὴ στ´. Τὴν δέησιν.
Ῥωννύμενος, τοῦ Θεοῦ τῇ χάριτι, ἐκ παθῶν τῶν χαμερπῶν
Νικηφόρε· τὸ ἀσθενές, τῆς σαρκός σου ἐδέχθης, ὡς τῆς Θεοῦ συμπαθείας τὸ δώρημα,
τοῦ στέργοντος τὴν τῶν βροτῶν, σωτηρίαν δι᾿ οἶκτον ἀμέτρητον.
Ὡς λύχνον σε, τῆς Τριάδος ἔγνωμεν, Νικηφόρε ἐπὶ ὅρους
τεθέντα καὶ ἱλαρῶς, διαχέοντα πᾶσι, τὸν φωτισμὸν καὶ τὴν αἴγλην τοῦ Πνεύματος,
τὴν λύουσαν ἀχλὺν παθῶν, καὶ φραιδρύνουσαν γῆς τὰ πληρώματα.
Νενίκηκας, τοῦ ἐχθροῦ ὑψώματα, Νικηφόρε ταπεινώσει σου
θείᾳ, ὅτι ψυχῇ, εὐγνωμόνῳ ἐδέχθης, τῇ σῇ σαρκὶ ἀλγηδόνας καὶ στίγματα, καὶ γέγονας
παναληθῶς, τῆς χιόνος ἀμέτρως λευκότερος.
Θεοτοκίον.
Κοιλία σου, ἡ ἅγια γέγονε, Μαριὰμ τῶν οὐρανῶν
πλατυτέρα, ὅτι Θεός, ἐν αὐτῇ ἐχωρήθη, ὃν οὐρανοῦ οὐκ χωροῦσι τὰ πέρατα· Αὐτὸν
δυσώπει μητρικῶς ,τῆς παθῶν μὲ ῥυσθῆναι στενώσεως.
Ἰάτρευσον, ἡμῶν τὰ πάθη πρεσβείαις σου Νικηφόρε, ὁ
βαστάσας τῆς σῆς σαρκὸς ἀνδρείως τὴν λέπρωσιν, εἰς τέλειον μέτρον τῆς
καρτερίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον. Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Ἀσθενείας τὴν στενὴν ὁδὸν ἐπεβάδισας, Νικηφόρε καὶ
ὁλοσχερῶς ἠκολούθησας, τὸν Δεσπότην ὡς εὐπειθὴς καὶ ἄξιος υἱός· ζυγὸν τούτου δὲ
τὸν ἐλαφρύν, καὶ τὸ φορτίον τὸ χρηστόν, ἐν τοῖς ὥμοις ἐβάστασας· χαίρων ὅθεν
εἰσῆλθες, εἰς δόξης τῆς αἰωνίου, τὰς καταπαύσεις τὰς τερπνάς, χαρμοσύνως
ἀγαλλόμενος.
Οἱ Ἀναβαθμοί. Ταὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με
πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
ταὰ ταῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ
Ὁσίου αὐτοῦ.
Στίχ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (ια᾿, 2730):
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη
ὑπὸ τοῦ Πατρός μου...
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ
πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεός...
Προσόμοιον. Ἦχος πλ. β´.
Κλίμακα οὐράνιον, τῶν ἀρετῶν Νικηφόρε, λογισμῷ
θεόφρονι, καὶ ψυχῆς στεῤῥότητι ἀναβέβηκας· ὡς Ἰὼβ ἔφερες, τῆς σαρκὸς γὰρ
λέπραν, καὶ ὀμμάτων σου τὴν πήρωσιν, πληγὰς καὶ στίγματα, καὶ τὴν τῶν μελῶν
πᾶσαν κάκωσιν, εἰς ὕψος δὲ αἰρόμενος, τὰ τῶν οὐρανίων ἑώρακας, κάλλη καὶ τὴν
δόξαν, ἥν Κύριος ἡτοίμασεν Θεός, τοῖς ἐκτελοῦσιν ἑκάστοτε,Αὐτοῦ τὰ προστάγματα.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀδιάλειπτον ἔσχες, προσευχὴν ὥσπερ ἔργον ἐν βίῳ
ἄριστον, δι᾿ ἧς Θεῷ ὡμίλεις, Ἀγγέλων πολιτείαν, Νικηφόρε μιμούμενος· ὁ τῶν
Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰθυνόμενος μάκαρ, παρ᾿ Ἀνθίμου τοῦ πάνυ ἐν Χίῳ ἤνυσας,
ἀσκήσεως τὸν δρόμον, καὶ τρόπαια μεγάλα, Νικηφόρε ἐπέγραψας· διὸ στεφάνους
χειρί, ἐδέξω ζωηφόρῳ.
Νέμων θείας εὐχάς σου, Νικηφόρε Κυρίῳ τὸ μεσονύκτιον,
μετέωρος ἐπήρθης, ξενίσας μαθητήν σου, σὲ ἰδόντα Εὐμένιον, μεθ᾿ οὗ τὸν ὕμνον
Θεῷ, προσάγεις εἰς αἰῶνας.
Θεοτοκίον.
Ἡ τοῦ μάννα σὲ στάμνος, ἀληθῶς προετύπου Παρθενομῆτορ
Ἁγνή, καὶ γὰρ ἐν τῇ γαστρὶ σου, ἐφύλαξας τὸν Ἄρτον, τῆς ζωῆς τὸν Οὐράνιον,
Χριστὸν ψυχὰς τῶν πιστῶν, ἐκτρέφοντα ἀῤῥήτως.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Λόγοις σου θεῖοις, καὶ νουθεσίαις σοφαῖς σου, ταῖς
ψυχαῖς θλιβομένων γλυκεῖαν, τὴν παρηγορίαν, παρεῖχες Νικηφόρε.
Ἀκτημοσύνης, σὲ θησαυρὸν Νικηφόρε, ἀσφαλῆ καὶ μεγάλον
πλουτοῦμεν, ὅτι τῇ καρδίᾳ, πτωχὸς μάκαρ ἐγένου.
Μακρὰν τὰ ὄντα, ὡσεὶ ἐγγὺς ἐνοπτρίζου, ψυχικοῖς
ὀφθαλμοῖς Νικηφόρε, ὅτι διοράσει, τῇ θείᾳ ἐκοσμήθης.
Θεοτοκίον.
Πεποικιλμένη, τῇ θείᾳ δόξῃ Παρθένε, Βασιλεῖ δεξιόθεν
παρέστης, τῷ ἐπουρανίῳ, ὡς Δέσποινα τοῦ κόσμου.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ῥαδίως τὸ φορτίον, λέπρας βαρυτάτης, ὦ Νικηφόρε
βαστάσας, εἰς πόλιν Θεοῦ, τὴν ἐλευθέραν μετέβης, κούφως πτερούμενος.
Ὁ σπόρος Νικηφόρε, τοῦ Εὐαγγελίου, εἰς ἀγαθῆς καὶ καλῆς
σου, καρδίας τὴν γῆν, γεωργηθεὶς τὸν πολύχουν, στάχυν ἐποίησεν.
Τὸν λύχνον τῆς ψυχῆς σου, πλήσας Νικηφόρε, ὑπομονῆς ἐν
ἐλαίῳ, Νυμφίος Χριστός, χορῷ φρονίμων Παρθένων, σὲ συνηρίθμησεν.
Ἡ θήκη σῶν λειψάνων, βλύζει Νικηφόρε, τοῦ Παρακλητοῦ
τὴν χάριν, ὀσμήν τε ζωῆς, τοῖς εὐλαβῶς προσκυνοῦσι, ταύτην ἑκάστοτε.
Θεοτοκίον.
Σελήνη Θεοτόκε, ὡς παμφαεστάτη, ἑξανατέλλεις τῷ κόσμῳ,
τὸ ἄδυτον φῶς, ὡς τετοκυῖα τῆς Δόξης, τὸν μέγαν Ἥλιον.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια, ὧν ἡ ἀκροστιχίς: «Ἰσιδώρας».
Ἵνα αἰωνίου σε χαρμονῆς, μέτοχον ποιήσῃ ὁ Δεσπότης ἐν
οὐρανοῖς, μάστιγας καὶ θλίψεις, ἐν βίῳ σοι τῆς λέπρας ἐδίδου Νικηφόρε, Πατὴρ ὡς
εὔσπλαγχνος.
Στάθμην σε ἐγκώκαμεν ἀκριβῆ, ταπεινοφροσύνης,
ἐγκρατείας ὑπογραμμόν, στῦλον ἀγρυπνίας, ὑπακοῆς ἐργάτην εὐχῆς τε, Νικηφόρε,
μέγαν διδάσκαλον.
Ἰσχύσας πρωτίστως ὡς ὁ Ἰώβ, ἐν τῇ καρτερίᾳ, Νικηφόρε
τῶν ἀλγεινῶν, ὅθεν σὺν ἐκείνῳ, ἀγάλλει αἰωνίως, ἀφράστῳ θεοπτίᾳ, μεγαλυνόμενος.
Δεῦρο φιλοχρίστων θεία πληθύς, τοῦ Χριστοῦ τὸν φίλον
Νικηφόρον νῦν τὸν λεπρόν, ὕμνοις ἐγκωμίων κοσμήσωμεν ἀξίως, ὡς θείας καρτερίας,
πύκτην πανάριστον.
Ὥριμος ὡς βότρυς ἐν τοῖς ληνοῖς, πανωδύνου λέπρας,
Νικηφόρε ἀποθλιβείς, ἔδωκας τὸν οἶνον τῶν ἀρετῶν τὸν θεῖον, εὐφραίνοντα
καρδίας, τῶν εὐφημούντων σε.
Ῥάβδον τῆς δυνάμεως τοῦ Θεοῦ, ἔχων Νικηφόρε βακτηρίαν
ὡς κραταιάν, ἔδραμες εὐτόνως τὴν στενωπὸν τοῦ βίου, εἰς θείων σκηνωμάτων πλάτος
ἀπάγουσαν.
Ἄκμων ὡς ὑπάρχων ὑπομονῆς, ἄκαμπτος ἐδείχθης Νικηφόρε
ἐν τοῖς δεινοῖς, καὶ ἐν τῷ χαλκείῳ δοκιμασθεὶς τῶν πόνων, χρυσίου ἀπαστράπτεις,
πάνυ λαμπρότερον.
Σήμερον δυνάμεις Ἀγγελικαί, χαίρουσιν ὁρῶσαι Νικηφόρου
θείαν ψυχήν, θρόνῳ τοῦ Δεσπότου σὺν τούτοις παρεστῶσαν· καὶ δόξῃ ἑλλαμφθείσαν,
τῆς καθαρότητος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα...
Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Νικηφόρου Ὁσίου τοῦ λεπροῦ τὰ παλαίσματα, καὶ τὴν ἐν
ἀσκήσει ἀνδρείαν, κατεπλάγησαν Ἄγγελοι, ὡς ἄλλος γὰρ Ἰὼβ τὰ ἀλγεινά, ὑπέμεινε
δοξάζων τὸν Θεόν, νῦν δὲ δόξῃ ἐστεφάνωται παρ’ Αὐτοῦ, θαυμάτων διακρίσεσιν.
Χαίροις τῶν μοναστῶν χειραγωγέ, χαίροις φωτὸς ὁ πρόβολος, χαίροις ὁ εὐωδίας
χαρμονήν, προχέων ἐκ λειψάνων σου.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις καρτερίας ἀθλητά, τῆς παρηγορίας ὁ λύχνος,
ἐλπίδος θεία εἰκών, πίστεως ἐκσφράγισμα, ἀγάπης πλήρωμα, προσευχῆς ὁ
διδάσκαλος, κανὼν ἐγκρατείας, πλοῦτος πολυέραστος, τῆς καθαρότητος. Λέπρας
παιδευθεὶς τῇ καμίνῳ, λάμπεις Νικηφόρε τῷ κόσμῳ, τοῦ χρυσοῦ ἀμέτρως
θαυμαστότερον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου,
τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτιρμῶν.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Δι’ εὐχῶν….
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου