Παράκλησις
Νεομάρτυρος ΝΙΚΗΤΑ τοῦ Νισυρίου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Τροπάρια· ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τοῦ
Σωτῆρος εὐκλεὴς Νεομάρτυς, καὶ βοηθὸς τῶν προσιόντων σοι πόθῳ, Νικήτα
παμμακάριστε, Μαρτύρων κοινωνὲ, λύτρωσαι τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης,
πρέσβευε ἑκάστοτε, τῇ Ἁγίᾳ Τριάδι, ἵνα ῥυσθῶμεν νόσων καὶ παθῶν, καὶ τῶν
πταισμάτων τὴν ἄφεσιν λάβωμεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν
ποτέ Θεοτόκε...
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παθῶν
ἐπιθέσεσι χαλεπῶν, βαλλόμενος Μάρτυς, καταφεύγω σοι ἐκβοῶν· λύτρωσαι τῆς
τούτων με μανίας, τῇ σῇ πρεσβείᾳ Νικήτα μακάριε.
Ἀχείμαστος
ὅρμος καὶ γαληνὸς, γένοιτό μου Μάρτυς, ἡ θερμή σου ἐπισκοπὴ, ἐν ταῖς τρικυμίαις
ταῖς τοῦ βίου, τὰ δυσχερῆ εὐχερῶς διαλύουσα.
Θεὸν
ἐκδυσώπει τὸν ἀγαθὸν, Νικήτα θεόφρον, ἀγαθύναι μου τὴν ψυχὴν, τὴν κεκαμωμένην
τῇ κακίᾳ, καὶ σωτηρίας μοι δοῦναι τὴν ἔλλαμψιν.
Θεοτοκίον.
Ἡλίου νεφέλη
τοῦ νοητοῦ, λάμψον μοι ἀκτῖνα, μετανοίας εἰλικρινοῦς, καὶ ἀπάλλαξόν με Θεοτόκε,
τῆς ζοφερᾶς ἁμαρτίας καὶ σῶσόν με.
ᾨδὴ γ’. Οὐρανίας ἁψίδος.
Νεοστήρικτος
βάσις, τῶν εὐσεβῶν πέφηνας· ὅθεν τὴν ψυχήν μου Νικήτα, στήριξον δέομαι, φόβῳ τῷ
κρείττονι, τὴν χαλεπῶς κλονουμένην, προσβολαῖς ἑκάστοτε, τοῦ πολεμήτορος.
Ἱλαρότητι
Μάρτυς, τῆς σῆς σεπτῆς χάριτος, λῦσον τῆς ψυχῆς μου τὸ ἄχθος, καὶ καθιλάρυνον,
ταῦτης τὴν αἴσθησιν, καὶ θεϊκῆς εὐφροσύνης, τὴν βαρυαλγοῦσαν, καρδίαν πλήρωσον.
Κοσμικῶν με
σκανδάλων, καὶ πολλαπλῶν θλίψεων, καὶ ἐπηρειῶν ἐπωδύνων, τοῦ κοσμοκράτορος,
Νικήτα λύτρωσαι, καὶ ἐν εἰρήνῃ τελείᾳ, τὴν ζωήν μου ρύθμισον, θείοις
ἐντάλμασιν.
Θεοτοκίον.
Ἡλιόμορφε
θρόνε, καὶ φωταυγὲς τέμενος, τοῦ Βασιλέως καὶ Κτίστου, Θεοχαρίτωτε, τὸν νοῦν
μου λάμπρυνον, τῇ θεουργεῖ σου πρεσβείᾳ, καὶ πρὸς φῶς με ἴθυνον, Παρθένε
ἄδυτον.
Διάσωσον, ὦ Νεομάρτυς Νικήτα τῇ σῇ πρεσβείᾳ, ἀπὸ πάσης ἐπιβουλῆς καὶ κακώσεως, τοὺς πεποιθότας τῇ θείᾳ σου ἀντιλήψει.
Ἐπίβλεψον...
Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά ὀνόματα τῶν
ὑπέρ ὧν ἡ
Ἱερά Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης
θερμὸς, καὶ μέγα καταφύγιον, καὶ πρέσβυς ταχὺς, πρὸς τὸν Θεὸν τὸν εὔσπλαγχνον,
γενοῦ τοῖς σοὶ προστρέχουσιν, ἀθλοφόρε Νικήτα πανεύφημε, τὴν ἐξ ὕψους
αἰτούμενος ἡμῖν χρηστότητα Μάρτυς τὴν σωτήριον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σωτηρίαν
ἐξέτησαι, τὴν κατὰ ψυχὴν καὶ σῶμα μακάριε, τοῖς προστρέχουσι τῇ σκέπῃ σου,
θρόνῳ τοῦ Δεσπότου παριστάμενος.
Ἀθυμοῦσι
παράκλησιν, καὶ ἐταζόμενοις δυσελήτοις πάθεσι, χάριν ἄνωθεν καὶ ἔλεος,
βράβευσον Νικήτα θεοδόξαστε.
Ἱλαρὸς ἡμῖν
φάνηθι, οἷα στρατιώτης Χριστοῦ περίδοξος, καὶ παράσχου τὰ αἰτήματα, τῶν
εἰλικρινῶς παρακαλούντων σε.
Δωρεὰν θείας
χάριτος, τῆς ἐν σοὶ οἰκούσης πλουσίως ἔνδοξε, τῇ καρδίᾳ μου πρυτάνευσον, ὡς ἄν
γεωργήσῃ τὰ σωτήρια.
Θεοτοκίον.
Ἰατρὸν ἡ
κυήσασα, Κόρη καὶ σωτῆρα ἡμῖν τὸν Κύριον, θεραπείας μὲ ἀξίωσον, ἐκ τῆς
συνεχούσης ἀσθενείας μου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δίωξον
μακρὰν, ἐξ ἡμῶν Νικήτα ἔνδοξε, τὸν ἀρχέκακον καὶ δόλιον ἐχθρὸν, τὸν ἀπαύστως
καθ’ ἡμῶν δολιευόμενον.
Ὄμβρησον
ἡμῖν, ὡς νεφέλη χαριτόβρυτος, χαρισμάτων οὐρανίων προχοὴν, τῶν παθῶν ἡμῶν σβεννύουσαν
τοὺς ἄνθρακας.
Ὕπερθεν ἡμᾶς,
μὴ ἐλλείπῃς Μάρτυς ἵλεως, ἐποπτεύων καὶ διέπων ἀσφαλῶς, καὶ ἰθύνων πρὸς τὴν
θείαν εὐαρέστησιν.
Θεοτοκίον.
Μύρον τῆς
ζωῆς, τὸ ἀκένωτον κυήσασα, μυροθήκη οὐρανίων δωρεῶν, τὴν ψυχήν μου εὐωδίασον
Πανάμωμε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὅλόσωμον, τὴν
πληγὴν τῷ δήγματι, τοῦ δολίου ἐδεξάμην Βελίαρ, ἀλλὰ τῇ σῇ προσιὼν ἀντιλήψει,
τῆς ποθεινῆς θεραπεύσεως εὔχοιμι· Νικήτα Μάρτυς τοῦ Χριστοῦ, μὴ παρίδης δεινῶς
με θλιβόμενον.
Ἰλέωσαι, ταῖς
σεπταῖς πρεσβείαις σου, τοῖς ποθοῦσι σε τριπόθητε Μάρτυς, τὸν εὐδιάλλακτον
Λόγον καὶ Κτίστην, καὶ τὴν αὐτοῦ ἀγαθότητα μείλιξον, ὡς ἄν δωρήσηται ἡμῖν, τῶν
πολλῶν ἁμαρτάδων συγχώρησιν.
Ματαίωσον,
καὶ εἰς τὸ τέλος ὄλεσον, τὰς βουλὰς καὶ τὰς σκοτίους Βελίαρ, καὶ τῆς αὐτοῦ
κακουχίας περίσωζε, Νικήτα νέε Ἀθλητὰ, τούς θερμῶς προσιόντας τῇ σκέπῃ σου.
Θεοτοκίον.
Ἀκήρατε,
Μαριὰμ Μῆτερ ἄνανδρε, θεοχώρητε σκηνὴ Παναγία, ἁμαρτωλῶν ἱλαστήριον μέγα,
ἁμαρτιῶν μου παράσχου τὴν ἄφεσιν, καὶ πρὸς μετάνοιαν στεῤῥὰν, τὴν ψυχήν μου
κυβέρνησον δέομαι.
Διάσωσον...
Ἄχραντε...
Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν
Χριστιανῶν.
Νικητάς κατὰ
τοῦ δολίου πολεμήτορος εὐπροσδέκτοις σου πρὸς τὸν Χριστὸν παρακλήσεσιν,
ἀπεργάζου μυστικῶς ἔνδοξε ἡμᾶς· ἰδοὺ γὰρ πάντες εὐλαβῶς, τῇ σῇ ἁγίᾳ ἀρωγῇ
καταφεύγομεν κράζοντες· φύλαττε ἀνωτέρους, κινδύνων καὶ νοσημάτων, Νικήτα νέε
Ἀθλητὰ, τοὺς θερμῶς ἐξαιτουμένους σε.
Προκείμενον: Δίκαιος ὡς
φοίνιξ ἀνθήσει...
Στ.: Θαυμαστὸς ὁ Θεὸς...
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννην.
Εἶπεν ὁ
Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς: Ταῦτα ἐντέλλομαι ἡμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ
κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου
ἦτε, ὁ κόσμος ἄν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστὲ, ἀλλ’ ἐγὼ
ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ
λόγου, οὗ ἐγὼ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ Κυρίου αὐτοῦ. Εἰ ἐμὲ
ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον
τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὀνομά μου, ὅτι οὐκ οἴδασι
τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ
πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου
μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἅ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ
εἶχον· νῦν δὲ καὶ ἐωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. Ἀλλ’ ἵνα
πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν. Ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ
ἔλθη ὁ Παράκλητος, ὅν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός [τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ
παρὰ τοῦ Πατρὸς ἐκπορεύεται], ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ
μαρτυρεῖται, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστέ. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ
σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶ· ἀλλ’ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ
ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. δ΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεήμον, ἐλέησόν με ὁ Θεός...
Πλήρης ὤν
ἐλλάμψεως, ὡς ἀθλοφόρος Κυρίου, καὶ χαρᾶς τῆς κρείττονος, ἐντρυφῶν τῷ Πνεύματι
ἀγαλλόμενος, σπεῦσον καὶ λύτρωσαι, ἐκ τῶν ἐπελθόντων, πειρασμῶν καὶ
περιστάσεων, Νικήτα ἔνδοξε, τοὺς εἰλικρινῶς αἰτουμένους σε, εἰρήνην καὶ
εὐστάθειαν, καὶ τῶν λυπηρῶν ἀπολύτρωσιν, παρέχων ὑψόθεν, τῇ σῇ μαρτυρικῇ
ἐπισκοπῇ, θεοφρόνως μέλπουσιν.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥωστικῇ σου
πρεσβεία, τῶν σωμάτων τὰς νόσους καὶ τῶν ψυχῶν τὰς οὐλὰς, θεράπευσον Νικήτα τῶν
σὲ ὑμνολογούντων, καὶ βοόντων ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Τῶν παθῶν μου
τὴν φλόγα, τὴν φλογίζουσα Μάρτυς τὴν τάλαινάν μου ψυχὴν, κατάσβεσον τῇ δρόσῳ,
τῆς σῆς ἐπιστασίας, καὶ βοῶντα μὲ οἴκτειρον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός
εἶ.
Ὑπεράνωθεν
Μάρτυς, σῶν προσφύγων καθάπερ χρυσόπτερος ἀετὸς, κατάπτηθι Νικήτα, καὶ σκέπασον
τοὺς δούλους, τῶν βελῶν τοῦ ἀλάστορος, πτέρυξι θείαις χρυσαῖς, σεπτῆς σου
προμηθείας.
Θεοτοκίον.
Σωτηρίας
λιμένα, ἐπιστάμενος Κόρη, τὴν σὴν λαμπρὰν ἀρωγὴν, προστρέχω ταύτῃ πόθῳ, ὡς ἄν
τῶν ἐν τῷ βίῳ λυτρωθῷ περιστάσεων, καὶ πληρωθῷ Ἀγαθὴ, τῆς παρὰ σοῦ γαλήνης.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γενοῦ Νικήτα,
καταφυγὴ καὶ προστάτης, τοῖς προστρέχουσι τῇ σῇ ἐπιστασίᾳ, τούτοις ὁμαλίζων, τὰ
δυσχερῆ τοῦ βίου.
Ἔπιδε Μάρτυς,
Χριστομιμήτῳ σου γνώμῃ, τοῖς αἰτοῦσί σε ἀνενδοιάστῳ πίστει καὶ τούτοις
παράσχου, ὑγείαν τὴν κατ’ ἄμφῳ.
Ῥῦσαι
κινδύνων, καὶ συμφορῶν ἀνηκέστων, καὶ ἁπάσης με ἐχθρῶν κακεντρεχείας, ἵνα σὲ
γεραίρω, Νικήτα Νεομάρτυς.
Θεοτοκίον.
Ἄλυτον βίον,
ἐν μετανοίᾳ τελείᾳ, βιοῦν Ἄχραντε, ἀξίωσον Παρθένε, τοὺς ὑπερυψοῦντας, τὴν σὴν
μεγαλωσύνην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σαρκός μου
τὴν ὀδύνην, καὶ ψυχῆς τὸν πόνον, μαρτυρικῇ σου πρεσβείᾳ θεράπευσον, καὶ
χαρμονῆς οὐρανίου με πλήσον ἔνδοξε.
Ἰθύνων
οὐρανόθεν, πρὸς ὁδὸν εἰρήνης, μὴ διαλίπῃς Νικήτα περίδοξε, τοὺς εὐσεβεῖ διανοίᾳ
σὲ μεγαλύνοντας.
Μαρτύρων ταῖς
χορείαις, ἤδη συγχορεύων, καὶ τῷ στεφάνῳ τῆς δόξης κοσμούμενος, τῆς τῶν παθῶν
ἀδοξίας ἡμᾶς ἀπάλλαξον.
Ὁλόφωτον
παστάδα, νῦν κεκληρωμένος, νεῦσον Νικήτα φωνῇ τοῦ ἱκέτου σου, καὶ τὴν παροῦσάν
μου δέξου, Μάρτυς παράκλησιν.
Θεοτοκίον.
Ὑψίστου θεία
πύλη, ἄνοιξον μοι πύλας τῆς μετανοίας Παρθένε Πανύμνητε, τὰς πρὸς ζωὴν
ὁδηγούσας τὴν ἀτελεύτητον.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις τῆς
Νισύρου ἄνθος τερπνὸν, καὶ τῶν Ἀθλοφόρων, θιασώτης καὶ κοινωνὸς· χαίροις ὁ ἐν
Χίῳ, γενναίως ἐναθλήσας, Νικήτα Νεομάρτυς, ἡμῶν ἀντίληψις.
Ἡλικία Μάρτυς
ἐν ἀτελεῖ, Χριστὸν ἐξηρνήσω, ἀλλ’ ὡς ἔγνωκας τὴν δεινὴν, πτῶσιν ἐπανῆλθες, πρὸς
τὴν πατρώαν πίστιν, καὶ ὑπὲρ ταύτης χαίρων, Νικήτα ἤθλησας.
Θείαις
ὑποθήκαις στοιχειωθεὶς, ταῖς τοῦ θεοφόρου Μακαρίου τοῦ ἱεροῦ, πρὸς τοῦ
μαρτυρίου, ἀνέδραμες τὸ ὕψος, Νικήτα ἀφειδήσας ἀκμῆς νεότητος.
Ὅλος τῇ ἀγάπῃ
ἀναφλεχθεὶς, Χριστοῦ τοῦ Σωτῆρος, οἷον ἄνθραξ θεοειδὴς, ἐν ἀγαλλομένῃ, καρδίᾳ
πρὸς τοὺς πόνους, ἐξέδραμες Νικήτα, τοὺς τῆς ἀθλήσεως.
Νικήσας
Νικήτα τὸν δυσμενῆ, ἄθλους σου ἐνθέους, φερωνύμως παρὰ Χριστοῦ, τὸ τῆς νίκης
στέφος, ἐδέξω ἐπαξίως, βληθείς σου τὸν αὐχένα, Μάρτυς γηθόμενος.
Πᾶσαι τῶν
Ἀγγέλων...
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα...
Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τοῦ
Σωτῆρος εὐκλεὴς Νεομάρτυς, καὶ βοηθὸς τῶν προσιόντων σοι πόθῳ, Νικήτα
παμμακάριστε, Μαρτύρων κοινωνὲ, λύτρωσαι τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης,
πρέσβευε ἑκάστοτε, τῇ Ἁγίᾳ Τριάδι, ἵνα ῥυσθῶμεν νόσων καὶ παθῶν, καὶ τῶν
πταισμάτων τὴν ἄφεσιν λάβωμεν.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου