Παράκλησις Ὁσίου
ΝΗΦΩΝΟΣ Σκιάθου.
Ποίημα Δρ. Χαραλάμπους Μπούσια
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε,
ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς νήσου Χίου τὸν θειότατον γόνον, πνευματοφόρον
οἰκιστὴν ὄρους Ἄθω, τῆς Ἰκαρίας σέμνωμα, τῆς Πάτμου πυρσόν, τῶν Λειψῶν
κοσμήτορα καί Σκιάθου τὸ κλέος, Νήφωνα τὸν Ὅσιον, εὐφημήσωμεν πόθω, ἀναβοῶντες·
ῥῦσαι συμφορῶν, καὶ νοσημάτων, τοὺς σοὶ καταφεύγοντας.
Δόξα. Τὸ αὐτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε…
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανών, οὗ ἡ ἀκροστιχίς· Νήφων νέε Ὅσιε, νήφειν ἀεὶ ἀξίωσόν με. Χ.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγράν διοδεύσας.
Νεόφωτε λύχνε ἡσυχαστῶν, καί φέγγος πατέρων, Νήφων ὅσιε
ἀσκητά, τοῦ βίου μου φώτισον τὰς τρίβους, ἵνα ὁδὸν διανύσω χρηστότητος.
Ἡλίου ἀκτίσι τοῦ νοητοῦ, λαμπόμενος Νήφων, σκοτομήνην
μου τῶν παθῶν, πρεσβείαις σου λύσον φωτοφόροις, πρὸς τὸν φωτίζοντα πάντα τὰ
πέρατα.
Φλεγόμενος οἴμοι ὑπὸ πυρὸς, παθῶν χαμαιζήλων δρόσισόν με σὲ δυσωπῶ, τῷ ὕδατι παρακλήσεών σου, πρὸς τὸν Χριστὸν μόνον σωζειν δυνάμενον.
Θεοτοκίον.
Ὡς μήτηρ φιλεύσπλαγχνος τοῦ Χριστοῦ, Παρθένε Μαρία, τῆς
ψυχῆς μου τὸν μολυσμὸν ῥοαῖς τῶν ἄμετρων οἰκτιρμῶν σου, εὐλογημένη ταχὺ
ἀποκάθαρον.
ᾨδὴ γ´. Οὐρανίας ἁψίδος.
Νεαυγέστατον ἄστρον τῆς τοῦ Χριστοῦ πίστεως, Νήφων
θαυμαστέ, ὁ δομήσας μάνδραν περίδοξον, τὴν τοῦ Εὐαγγελισμοῦ ἐν τῇ Σκιάθῳ,
σκοτείαν ἀγνωσίας σκέδασον τῶν προστρεχόντων σοι.
Νῦν θερμῶς δυσωπῶ σε· ἀπὸ κακῶν, ὅσιε καὶ ἐπηρειῶν
ψυχοκτόνων τοῦ πολεμήτορος ἁπάλλαξόν με ταχῦ τῷ ἀδιστάτῳ καρδίᾳ, πόνους σου
γεραίροντι, Νήφων πρὸς θέωσιν.
Ἐπώδυνων ταχέως τὴν συνοχήν, ὅσιε, λύσον καί τῶν
θλίψεων ζάλην παῦσον προσφυγῶν σου, ὡς δεδεγμένος πολλήν, παρὰ Ὑψίστου τὴν
χάριν, Νήφων ἀξιάγαστε, Πνεύματος σκήνωμα.
Θεοτοκίον.
Εὐεργέτην τοῦ κόσμου, σωματικῶς τέξασα, τῶν σωματικῶν ἀλγηδόνων,
Δέσποινα, ῥῦσαί με, καὶ τὴν στολήν μου ψυχῆς, ἐκ λογισμῶν ἀκαθάρτων, Μῆτερ
ἀποκάθαρον, σοῦ τῇ χρηστότητι.
Χαρίτωσον, καὶ καταξίωσον νήφειν τοὺς σοὺς ἰκέτας,
πνευματέμφορε ἀσκητά, σοφὲ Νήφων, ὅσιε, νεόφωτε φάρε τῆς εὐσέβειας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Πρεσβεύων Χριστῷ ἀπαύστως τῷ οἰκτίρμονι, μὴ παύσῃ,
σεπτέ, ὑπὲρ τῶν εὐφημούντων σε, Νήφων, πάτερ ἰσάγγελε, τοῦ Αἰγαίου νήσων
διάκοσμε, ἵνα τοῦ βίου πέλαγος καλῶς, οἱ σὲ ἀνυμνοῦντες διαπλεύσωμεν.
ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Οἱ πιστῶς καταφεύγοντες, σοῦ τῇ προστασίᾳ πληροῦνται
χάριτος, Νήφων, καὶ εὐχαριστήριον, ὕμνον ἐξυφαίνουσι σοὶ χαίροντες.
Σωτηρίαν ἑξαίτησαι καί ζωῆς ἀγήρω μετόχους ποίησον,
Νήφων μάκαρ, τοῖς ἰκέταις σου, ἡσυχίας κόσμημα πολύτιμον.
Ἱερώτατον σκήνωμα προσευχῆς καὶ νήψεως, Νήφων πάνσοφε,
νήφειν πάντας καταξίωσον τοὺς ἀνευφημοῦντάς σου τὰ σκάμματα.
Θεοτοκίον.
Εὐσυμπάθητε Δέσποινα, τὸν κυριευθέντα ὑπό τοῦ δαίμονος
ἀπολύτρωσαι καὶ δεῖξόν μοι, μετανοίας τρίβον τὴν σωτήριον.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Νήφων θαυμαστέ, τῆς μανίας τοῦ ἀλάστορος, καὶ δεινῶν
δυσχερειῶν ῥῦσαι ἡμᾶς, καταφεύγοντας τῇ θείᾳ ἀντιλήψει σου.
Ἥμάρ μοι λαμπρόν, μετανοίας ἑξανάτειλον, τῷ ἐν σκότει
ἀνομίας ζοφερῳ, Νήφων ἔνθεε ἱκέτη σου καθεύδοντι.
Φέγγει σῶν εὐχῶν, οὐρανόθεν Νήφων σκέδασον, τὴν
σκοτόμαιναν κακότητος δεινῆς, κατ᾿ ἀνόμου πολιτείας μου, κραυγάζω σοι.
Θεοτοκίον.
Ἔπιδε ἡμῖν ἐκ τοῦ θρόνου Μητροπάρθενε, σοῦ Υἱοῦ
προσδεχομένη τὰς λιτὰς τοῦ σοῦ δούλου καὶ παράσχου μοι τὰ πρόσφορα.
ᾨδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Ἰσχύος με πλῆσον, Νήφων ὅσιε θριαμβεῦσαι τὸν μισόκαλον
ὄφιν, ὁ τὰς αὐτοῦ πανουργίας συντρίψας σκληραγωγίᾳ νηστείᾳ καὶ δάκρυσιν ἐν τοῖς
ἐσχάτοις τοῖς καιροῖς, ἀσκητῶν τῶν ἀρχαίων ὁμόζηλε.
Νηφάλιε, ἄκακε, πραύτατε, καὶ σεμνὲ ἡσυχαστά, Νήφων
μάκαρ, ἡσυχασμοῦ ὁ μεταλαμπαδεύσας, φῶς εἰς τὰς νήσους Αἰγαίου τοῦ Ἄθωνος,
δεόμενος τοῦ Λυτρωτοῦ, ὑπὲρ πάντων μὴ παύση τιμώντων σε.
Ἀνάστησον ἐκ βυθοῦ φαυλότητος, τοὺς πιστῶς ἀποζητοῦντας σὴν χάριν, δομῆτορ
θεῖε μονῆς περιδόξου, ἐν τῇ Σκιάθῳ τῇ νήσῳ, θεόφιλε Νήφων, τοῦ Εὐαγγελισμοῦ,
τῆς σεμνῆς καὶ πανάγνου θεόπαιδος.
Θεοτοκίον.
Ἐπίβλεψον, οὐρανόθεν, Δέσποινα, καὶ ἐπισκεψαί τοὺς σὲ
ἀνυμνοῦντας, εὐλογημένη Παρθένε, Μαρία, ὡς ἀκαταίσχυντος πάντων ἀντίληψις,
παραμυθία, βοηθὸς καὶ προστάτις ἀεὶ τῶν τιμώντων σε.
Χαρίτωσον, καὶ καταξίωσον νήφειν τοὺς σοὺς ἰκέτας,
πνευματέμφορε ἀσκητά, σοφὲ Νήφων, ὅσιε, νεόφωτε φάρε τῆς εὐσέβειας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿
ἐσχάτων τῶν ἥμερων τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις
τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τῇ ἀντιλήψει σου Νήφων, προστρέχοντες δυσπραγιῶν καὶ κίνδυνων λυτρούμεθα
καὶ θείας πληρούμεθα χάριτος καλῶς ἀνῦσαι τὸ στάδιον θλίψεων διόπερ ἐκθύμως
ὑμνοῦμέν σε.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στίχος: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις
Αὐτοῦ.
Εὐαγγέλιον κατὰ Λουκᾶν (κέφ. στ´ 17 33):
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ....
Δόξα: Ταῖς τού Σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον...
Ἰδιόμελον,
Ἦχος πλ. β´. Ὅλην ἀποθεμένοι.
Στίχος. Ἐλέησόν με, ὁ Θεός,….
Βίον ἀκηλίδωτον, ἐν προσευχῇ ἀκτησίᾳ, νήψει καί
ἀσκήσεως, πόνοις, Νήφων ὅσιε, πεπολίτευσαι, καί ζωῆς κρείττονος, ἤδη ἠξιώθης,
ἡσυχίας ἐγκαλλώπισμα, κρηπὶς σεμνότητος, καὶ φιλανθρωπίας διάκοσμε· διὸ
παρακαλοῦμέν σε· δέχου ἱκετῶν σου αἰτήματα, καί Χριστὸν δυσώπει, ἤμας ἐν
εὐπραγία καί χαρὰ, καὶ ὁμονοίᾳ τὸ βρότειον, διανύειν στάδιον.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰατρεύων τὰς νόσους τῶν ψυχῶν καὶ σωμάτων μὴ παύση,
Ὅσιε, τῶν ἐπικαλουμένων τὸ θεῖον ὄνομά σου, Νήφων, πίστεως σέμνωμα, καί βάθρον
νεοπαγὲς εὐχῆς καὶ ἡσυχίας.
Ἁγιάζεις ἀπαύστως τοὺς πιστῶς ἐκζητοῦντας τὴν θείαν
χάριν σου, πνευματοφόρε Νήφων, ἐκβλάστημα τῆς Χίου εὐθαλὲς καί ἀνάστημα τοῦ Ἄθω
πνευματικόν, ἁγιασμοῦ ὡς ρεῖθρον.
Ξύλου νῦν ἀπολαύων τῆς ζωῆς σὺν Ἄγγελοις ἐν θείοις
δώμασι Χριστὸν ἀεὶ δυσώπει καὶ τοὺς προσφεύγοντάς σοι ἀξιῶσαι τῆς κρείττονος
καί ἀενάου χαρᾶς τῆς ἐν τῷ πόλῳ Νήφων.
Θεοτοκίον.
Ἰατρὲ τῆς ψυχῆς μου τῆς δεινῶς ἀσθενούσης,
Θεογεννήτρια, ἀπόκρουσον μανίαν τὴν κατ᾿ ἐμοῦ τοῦ πλάνου βροτοκτόνου καί σῶσόν
με, ἵνα ἐκ βάθους ψυχῆς ἀεὶ σὲ μεγαλύνω.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Ὡς ἡσυχίας πυρσὸν καὶ νήψεως φάρον σὲ ἀεί μεγαλύνοντες,
Νήφων, τὰς πρὸς τὸν Δεσπότην αἰτούμεθα λιτᾶς σου.
Σκέδασον πάσαν ἐπιφορὰν τοῦ ἐχθίστου καὶ συγχώρησιν
αἰτεῖ πταισμάτων, Νήφων, τοῖς ἐν πίστει σε ἀνυμνολογοῦσι.
Ὁδήγησόν με πρὸς ἀτραποὺς μετανοίας, ὁ σαφῶς ὁδηγήσας
ἀζύγων, Νήφων, τὰς χορείας πρὸς δόμους σωτηρίας.
Θεοτοκίον.
Νῦν δυσωπῶ σε· Θεοκυῆτορ Παρθένε, ἐκ δεινῶν νοσημάτων
ἄτρωτους φύλαττε σοὺς δούλους, ἰάτειρα ὡς θεία.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Μὴ παύση οὐρανόθεν πάντων προστατεύειν τῶν εὐφημούντων
τὴν πάνσεπτον μνήμην σου, Ὁσίων κλέϊσμα, Νήφων, νέον τῆς πίστεως.
Εἰρήνευσον τὸν βίον, Νήφων, σῶν προσφύγων τῶν ὡς βροτόν
σε ἰσάγγελον μέλποντα καὶ ζηλωτῶν ἡσυχίας θεοφορούμενον.
Χαρίτων σου τὸ πλῆθος, Νήφων, ἀνυμνοῦντες τὴν σὴν
αἰτούμεθα θείαν ἀντίληψιν, ἣν δίδου πᾶσι τοῖς πόθω σὲ μακαρίζουσι.
Θεοτοκίον.
Μητράνανδρε Παρθένε, Νήφωνος πρεσβείαις παθῶν ὑπέρτερον
δεῖξον τὸν δοῦλόν σου, ἵνα ὑμνῶ σὲ ἀπαύστως ὡς κόσμου σώτειραν.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως
Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις, νήσου Χίου γόνος λαμπρός, σέμνωμα τοῦ Ἄθω, ἐγκαλλώπισμα τῆς Λειψοῦς, Σάμου, Ἰκαρίας, Σκιάθου τε καί Πάτμου, κοινοβιάρχα νέε, Νήφων μακάριε.
Πύργος εὐσέβειας νεοπαγὴς καί φανὸς σοφίας τῆς ἐνθέου νεολαμπῆς ὠφθης, Νήφων μάκαρ, ἡσυχαστῶν λαμπρότης καὶ ἀγωγῆς ἀρίστης στύλε νεόφωτε.
Χαίροις, εὐσυμπάθητε ἀσκητά, ὁ μονὴν δομήσας θείαν τοῦ
Εὐαγγελισμοῦ τῆς ἁγνῆς Παρθένου ἐν νήσῳ τῆς Σκιάθου, πνευματοφόρε Νήφων,
θεοειδέστατε.
Χαίροις, εὐσεβούντων ὁ ἀρωγός, Νήφων, καὶ προστάτης,
τῶν σπευδόντων σοι ταπεινῶς, καὶ ἐκδεχομένων, ταῖς θείαις σου πρεσβείας, πρὸς
τὸν Θεὸν τῶν ὅλων τὸν εὐσυμπάθητον.
Χαίρων ἠκολούθησας τῷ Χριστῷ, Νήφων δι᾿ ἀγώνων
ἐγκρατείας καὶ προσευχῆς καὶ τὸν νοῦν καθάρας της τῶν παθῶν κηλίδος ἐλλάμψεως
ἐπλήσθης θείας θεσπέσιε.
Εὐαγγελιστρίας σεπτῆς μονῆς, τῆς Σκιάθου, δεῦτε, τὸν
δομήτορα εὐλαβῶς, Νήφωνα τὸν θεῖον, ὡς εὐσέβειας κέρας, καὶ νήψεως πυξίον,
ἀνευφημήσωμεν.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,
εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἀρετὴν τὸν ἀρτίως φιλοῦντα, νήφοντα καὶ τῶν Πατέρων τῶν
πάλαι ἀσκητικὴν ἀγωγὴν, τὸν ζηλοῦντα, θεῖον Νήφωνα, τιμήσωμεν, φάρον ὡς νήσων
τηλαυγῆ, τοῦ Αἰγαίου ἀστραπαῖς, φωτίζοντα εὐσέβειας, ψυχᾶς τὰς ἐζοφωμένας,
θερμᾶς αὐτοῦ λιτᾶς αἰτούμενοι.
Ἕτερον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Νήσου Χίου τὸν γόνον, Ὄρους Ἄθωνος ἄνθισμα καὶ ἡδύπνουν
νήσων Αἰγαίου ἄνθος ὕμνοις τιμήσωμεν, τὸν κτίτορα τοῦ Εὐαγγελισμοῦ μονῆς ἐν τῇ
Σκιάθῳ τῆς λαμπρᾶς, θεῖον Νήφωνα, ἐκθύμως ὡς ἀσκητὴν θεόπνουν ἀνακράζοντες·
Δόξα, τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα, τῷ σὲ στεφανώσαντι, δόξα τῷ δεδοκότι σοὶ
ἡμῖν πρέσβυν ἀκοίμητον.
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα...
Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἦχος β´. Ὀτε ἐκ τοῦ Ξύλου.
Ἔχων παῤῥησίαν πρὸς Θεόν, Νήφων, θεοείκελε πάτερ, ὡς
νέος ἡσυχαστής, καί ἀλείπτης ἄριστος ἀζύγων, πρέσβευε περιστάσεων ῥύεσθαι,
κίνδυνων, ἀνάγκης, βλάβης τὲ κακώσεως καὶ πάσης θλίψεως πάντας τοὺς
προσφεύγοντας πίστει τῇ σῇ ἀντιλήψει, παμμάκαρ, ἵνα βίον ἤρεμον ἀνύσωμεν.
Δέσποινα, προσδεξαι…
Τὴν πάσαν ἐλπίδα μου…
Δίστιχον.
Δίδου σὴν χάριν, Νήφων κοινοβιάρχα,
Χαραλάμπει σπεύδοντα σῇ μεσιτείᾳ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου