Παράκλησις Παν.
ΚΑΣΤΡΙΑΝΗΣ Κέας.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν
θαυμαστήν Σου καὶ ἁγίαν Εἰκόνα, Καστριανὴ Θεογεννῆτορ Παρθένε, ἡ νῆσος Κέα
χαίρουσα ἐκτήσατο, ὡς σεπτὸν ἁγίασμα, καὶ πηγὴν ἰαμάτων· χάριν γὰρ καὶ ἔλεος,
καὶ παντὸς καλοῦ δόσιν, ἀεὶ λαμβάνει Κόρη ἐξ αὐτῆς, τὴν ἀρωγήν Σου, τοῖς πᾶσι
κηρύττουσα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὑπὸ φωτὸς
τοῖς εὐσεβέσι ποιμέσιν, ἐφανεροῦτο Θεοτόκε ὁ τόπος, ἔνθα Εἰκών Σου ἡ ἁγία
κέκρυπται, ἧς ἡ θεία εὕρεσις, Κὲαν ταῦτην τὴν νῆσον, τὴν ἀνακειμένην Σοι, χαρᾶς
ἔπλησε πλείστης· ὅτι ἐκ ταύτης βλύζεις μυστικῶς, τῆς σῆς εὐνοίας, τοῖς Κείοις
τὰς χάριτας.
Ὁ Ν´
Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανὼν, οὗ ἡ ἀκροστιχίς: Κέας σκέπη Καστριανὴ πέλεις· Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Κατεῖδον
οὐράνιον πάλαι φῶς, ἔνθα ἡ Εἰκών Σου, ἀνευρέθη ἡ ἱερὰ ἐντεῦθεν ἡ νῆσος Κέα
Κόρη, τῶν Σῶν θαυμάτων γεραίρει τὸ μέγεθος.
Εὐφράνθη ἡ
Κέα ἡ εὐσεβὴς, Κεχαριτωμένη, τῇ εὑρέσει τῆς Σῆς Μορφῆς, καὶ ταύτην κατέχουσα ὡς
πλοῦτον, ταῖς Σαῖς πλουτίζεται πάντοτε χάρισι.
Ἀῤῥώστοις
τὴν ἴασιν χορηγεῖς, καὶ τοῖς θλιβομένοις, τὴν τῶν πόνων ἀπαλλαγὴν, καὶ εὔπλοιαν
τοῖς ναυτιλλομένοις, Καστριανὴ Θεοτόκε ἑκάστοτε.
Σωτήριον
σκέπην καὶ προσφυγὴν, τὴν Σὴν προστασίαν, Θεοτόκε Καστριανὴ, πλουτοῦντες
ῥυσθείημεν παντοίων, πειρατηρίων τοῦ βίου καὶ θλίψεων.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Σπουδῇ
πλείστῃ συνῆλθον, οἱ εὐσεβεῖς κάτοικοι, Κέας τῆς Σῆς νήσου Παρθένε, ᾠδὴν
ἱκέσιον, προφρόνως μέλψαι σοι· ὅτι ηὐδόκησας δοῦναι, τούτοις τὴν Εἰκόνα Σου, ὡς
δῶρον ἔνθεον.
Καταφύγιον
μέγα, καὶ ἐν παντὶ ἔφορος, ταύτην Σου τῆς νήσου ἐδείχθης, Παρθένε Ἄχραντε, τῆς
καυχωμένης πιστῶς, τῇ Σῇ ἁγία Εἰκόνι· ἥν ἀεὶ περίεπε, ἐκ πάσης θλίψεως.
Εὐλαβῶς Σοι
Παρθένε, ναὸν σεπτὸν ἤγειραν, ἔνθα ἡ Εἰκών Σου εὑρέθη, ἡ πανσεβάσμιος, ᾧ
καταφεύγοντες, πάσης ἀνάγκης καὶ βλάβης, λύσιν κομιζόμεθα, τῇ Σῇ χρηστότητι.
Πᾶσαν δόσιν
τελείαν, καὶ πᾶν σεπτὸν δώρημα, ἐκ τῆς Σῆς Εἰκόνος οἱ Κεῖοι, ἀεὶ καρπούμεθα·
ὅθεν κηρύττομεν, Καστριανὴ Παναγία, ἥν παρέχεις πάντοτε, ἡμῖν βοήθειαν.
Διάσωσον, Καστριανὴ Θεοτόκε τοὺς Σοὺς ἱκέτας, ὅτι πάντες τῇ Σῇ Εἰκόνι
προστρέχομεν, ἵνα ῥυσθῶμεν κινδύνων καὶ νοσημάτων.
Ἐπίβλεψον...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγὴ ἀγαθῶν,
Εἰκών Σου ἡ ὑπέρτιμος, προνοίᾳ τῇ Σῇ, τῇ Κέᾳ πάλαι εὕρηται· πηγάζει γὰρ
ἑκάστοτε, ἰαμάτων τὰ θεῖα δωρήματα, καὶ πληροῖ τὰς αἰτήσεις ἀεὶ, τῶν
ἐπικαλουμένων Σου τὸ ὄνομα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἠγνοεῖτο μὲν
πρότερον, ὑπὸ γῆς Εἰκών Σου οὖσα ἡ ἄχραντος, ἀλλὰ ταύτην ἡμῖν δέδωκας, ὡς
παραμυθίαν ἐν ταῖς θλίψεσι.
Κατιδόντες
ἀνύμνησαν, Κεῖοι τὴν Εἰκόνα Σου τὴν σεβάσμιον· ἐκ λαγόνων γῆς γὰρ ἔλαμψεν, ὡς
λαμπὰς τῆς δόξης Σου πολύφωτος.
Ἀσθενοῦσι
τὴν ἴασιν, καὶ τοῖς θλιβομένοις θείαν παράκλησιν, ὡς πηγὴ ἐλέους ἄφθονος,
βλύζεις Θεοτόκε τοῖς ὑμνοῦσί Σε.
Συμπαθῶς τῶν
καλούντων Σε, τὰ πρὸς σωτηρίαν πληροῖς αἰτήματα· διὰ τοῦτό Σου τῇ χάριτι, ὦ
Καστριανὴ, θερμῶς προστρέχομεν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τείχος
ἀῤῥαγὲς, ἡ ἀντίληψίς Σου γένοιτο, ἀποτρέπουσα ἀεὶ τὰς καθ’ ἡμῶν, προσβολὰς
Καστριανὴ τοῦ πολεμήτορος.
Ῥώμην καὶ
χαρὰν, ἡ Σὴ κλῆσις νέμει Ἄχραντε, τοῖς ἐν Κέᾳ καὶ μακρὰν οὖσιν αὐτῆς, ἀληθῶς
Καστριανὴ Κείοις ἑκάστοτε.
Ἴασαι ἡμῶν,
τῶν τὴν πάνσεπτον Εἰκόνα Σου, Θεοτόκε προσκυνούντων εὐλαβῶς, καὶ σωμάτων καὶ ψυχῶν
τὰ ἀῤῥωστήματα.
Ἄνωθεν ἡμῖν,
ἀπεκάλυψας Πανάμωμε, τὴν ἁγίαν Σου Εἰκόνα θαυμαστῶς, καὶ ἡγίασας τὴν Κέαν τῇ Σῇ
χάριτι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ναόν Σοι, ἐν
εὐλαβείᾳ ἤγειραν, πειθαρχήσαντες τῇ Σῇ εὐδοκίᾳ, καὶ ἐν αὐτῷ ἐναπέθεντο πάλαι,
Θεογεννῆτορ τῆς Κέας οἱ κάτοικοι, Εἰκόνα Σου τὴν ἱερὰν, ἐξ αὐτῆς πᾶσαν χάριν
καρπούμενοι.
Ἡγίασται, τῇ
ἁγίᾳ εὑρέσει, τῆς ἁγίας Σου Εἰκόνος ἡ Κέα, καὶ ὡς πολύτιμον δώρημα ταύτην, ἐν
ταῖς ἀγκάλαις κρατοῦσα κραυγάζει Σοι· Σύ μου ἰσχὺς Καστριανὴ, Παναγία καὶ δόξα
καὶ καύχημα.
Πλωτῆρα, τὸν
κινδυνεύσαντα πάλαι, ἐν μεγίστῃ τρικυμίᾳ θαλάσσης, τὴν Σὴν ἁγίαν φωνήσαντα
κλῆσιν, Καστριανὴ Παναγία διέσωσας· ἀλλὰ καὶ νῦν τρικυμιῶν, νοητῶν ἡμᾶς Κόρη
διάσωσον.
Ἐφάνης,
Καστριανὴ παραδόξως, ἐν σεπτῇ τῆς Σῆς Μορφῆς λιτανείᾳ, καὶ τὸ σεπτόν Σου ἐτύπωσας
πέλμα, ἐπὶ τοῦ βράχου οὗ ἔστηκας Πάναγνε, ὅ ἄχρι δεῦρο ἐμφανῶς, τὴν σεπτήν Σου
κηρύττει ἐμφάνειαν.
Διάσωσον...
Ἄχραντε...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ ὧν ἡ
Ἱερά Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Ταῖς
τῶν αἱμάτων Σου.
Ὡς προστασίαν
θερμὴν καὶ ἀντίληψιν, ἡ νῆσος Κέα ὑμνεῖ Σε Πανύμνητε, καὶ πόθῳ τὴν θείαν Εἰκόνα
Σου, Καστριανὴ προσκυνοῦσα κραυγάζει Σοι· ἀπαύστως με Δέσποινα φύλαττε.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με
πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα
Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου...
Στ.: Ἄκουσον, Θύγατερ...
Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (α΄. 39-49, 56): Ἐν ταῖς ἡμέραις ἐκείναις...
Δόξα: Πάτερ, Λόγε, Πνεῦμα...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἐλεῆμον, ἐλέησόν με... Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄλβον ὡς
ἀκένωτον, τῶν οἰκτιρμῶν Σου Παρθένε, καὶ στήλην θεόγραφον, καὶ λαμπρὸν ἐχέγγυον
τῆς Σῆς χάριτος, θαυμαστῶς δέδωκας, ἐν γῇ κεκρυμμένην, τὴν ὑπέρτιμον Εἰκόνα
Σου, ἡμῖν τοῖς δούλοις Σου, τοῖς ἀπὸ ψυχῆς πεποιθόσι Σοι· ὅθεν ἡ Κέα ἅπασα,
ταύτῃ εὐλαβῶς καταφεύγουσα, νόσων καὶ κινδύνων, καὶ πάσης ἄλλης βλάβης καὶ
ὀργῆς, Καστριανὴ Ὑπερένδοξε ῥύεται ἑκάστοτε.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λάμψαν φῶς
οὐρανόθεν, τὴν ἁγίαν Εἰκόνα Σου ἀπεκάλυψε, τοῖς εὐσεβέσι Κείοις, Παρθενομῆτορ
πάλαι· ἥν εὑρόντες ἐπλήσθησαν, πνευματικῆς χαρμονῆς, καὶ θείας θυμηδίας.
Ἐν κινδύνοις
Παρθένε, καὶ δειναῖς ἀσθενείαις καὶ περιστάσεσι, τῇ θείᾳ Σου Εἰκόνι,
προστρέχομεν ἐν πίστει, καὶ τὴν λύσιν εὑρίσκομεν, τῶν χαλεπῶν συμφορῶν,
Καστριανὴ ἐν τάχει.
Ἰαμάτων τὰ
ῥεῖθρα, ἀναβλύζουσα Κόρη τῇ Σῇ χρηστότητι, τοὺς ἄνθρακας τῶν νόσων, καὶ τῶν
παθῶν τὴν φλόγαν, καταπαύεις ἑκάστοτε, τοῖς ἀφορῶσι πρὸς Σὲ Καστριανὴ Παρθένε.
Σωτηρίας τὸν
ὄμβρον, ἐπομβρήσασα κόσμῳ Χριστὸν τὸν Κύριον, αὐχμὸν καὶ ἀνομβρίαν, τῇ χάριτί
Σου λύεις, ἐν τῇ Κέᾳ ἑκάστοτε, λιτανευούσῃ Ἁγνὴ, τὴν θείαν Σου Εἰκόνα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γέρας ἡ Κέα,
Καστριανὴ Παναγία, τὴν ἁγίαν Σου ἐκτήσατο Εἰκόνα, ὅθεν ἀνυμνεῖ Σου, τὰ θεῖα
μεγαλεῖα.
Ἐν τῇ
θαλάσσῃ, τοὺς κινδυνεύοντας σώζεις, καὶ ἐν γῇ Ἁγνὴ λυτροῦσαι πάσης βλάβης, τοὺς
Σὲ πιστῶς φωνοῦντας, Καστριανὴ Παρθένε.
Ῥῦσαι
Παρθένε, ταύτην τὴν νῆσόν Σου Κέαν, πάσης μάστιγος καὶ ἀπειλῆς καὶ βλάβης, καὶ
ταύτῃ χορήγει, τὴν Σὴν πλουσίαν σκέπην.
Ἄνωθεν
φρούρει, οὐ μόνον Κόρη τὴν Κέαν, ἀλλὰ ἅπαντας τοὺς ταύτης ἀποδήμους, Κείους
τοὺς αἰτοῦντας, τὴν Σὴν Παρθένε χάριν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σωτήριον
λιμένα, Κεχαριτωμένη, Καστριανὴ τὴν ἁγίαν Εἰκόνα Σου, ἡ νῆσος Κέα πλουτοῦσα
κινδύνων ῥύεται.
Ἰδοὺ ὥσπερ
νοσσία, ἅπαντες οἱ Κείοι, Καστριανὴ τῇ Σῇ σκέπῃ προστρέχομεν, ὡς ἄν βελῶν
λυτρωθῶμεν τοῦ πολεμήτορος.
Μητρῷα Κόρη
σπλάγχνα, ἐπιδεικνυμένη, Καστριανὴ τοῖς αἰτοῦσι τὴν χάριν Σου, σκέπε καὶ
φρούρει καὶ σῶζε τοὺς προσιόντας Σοι.
Οἱ νόσοις
βαρυτάτοις, στένοντες Παρθένε, ἀναψυχὴν καὶ ταχεῖαν ἀνάῤῥωσιν, ἐκ τῆς σεπτῆς
Σου Εἰκόνος ἀεὶ λαμβάνουσι.
Ὑπέραγνε
Μαρία, Κεχαριτωμένη, δίδου καμοὶ τῷ ὑμνοῦντι τὴν χάριν Σου, Καστριανὴ Θεοτόκε
πταισμάτων ἄφεσιν.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Δεῦτε τὴν
Εἰκόνα τὴν θαυμαστὴν, τὴν ὀνομασθεῖσαν φερωνύμως Καστριανὴν, τῆς Ἁγνῆς
Παρθένου, καὶ μόνης Θεοτόκου, οἱ εὐσεβοῦντες Κεῖοι κατασπασώμεθα.
Φῶς ὡράθη
μέγα δηλοποιοῦν, τοῖς πιστοῖς ποιμέσι, τὴν Εἰκόνα Σου τὴν σεπτὴν, τὴν
ἐγκεκρυμμένην, ὑπὸ τὴν γῆν Παρθένε, ἥν πόθῳ ἀνευρόντες χαρᾶς ἐπλήσθησαν.
Ἅπαντες οἱ
Κεῖοι πίστει θερμῇ, συνέδραμον Κόρη τῇ εὑρέσει τῆς Σῆς Μορφῆς, καὶ ναόν Σοι
θεῖον, ἐδείμαντο Παρθένε, ὑμνοῦντές Σου τὴν δόξαν καὶ τὰ θαυμάσια.
Λύεις
ἀνομβρίαν Κόρη τῆς γῆς, καὶ τὰς ἀσθενείας θεραπεύεις τὰς χαλεπὰς, καὶ τοὺς ἐν
θαλάσσῃ, ταχέως διασώζεις, Καστριανὴ Παρθένε θερμῶς καλοῦντάς Σε.
Χαίρει τῇ
Εἰκόνι Σου τῇ σεπτῇ, ἡ Κέα Παρθένε, λυτρουμένη πάσης πληγῆς, τῇ χάριτι ταύτης
τῇ Σῇ ἐπισκιάσει, Καστριανὴ καὶ μέλπει τὰ Σὰ θαυμάσια.
Ἐν πάσῃ
ἀνάγκῃ πίστει θερμῇ, τῇ Σῇ προστασίᾳ Παναγία Καστριανὴ, σπεύδομεν οἱ Κεῖοι·
σκέπε ἡμᾶς οὖν Κόρη, ἐκ πάσης δυσχερείας καὶ χαλεπότητος.
Πᾶσαι τῶν Ἀγγέλων...
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,* Κύριε,
ἐλέησον ἡμᾶς,* πάσης γάρ
ἀπολογίας ἀποροῦντες,*
ταύτην Σοι τήν
ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί
προσφέρομεν,* ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,*
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ
ἡ σωτηρία τοῦ
γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν θείαν
Εἰκόνα Σου, Θεογεννῆτορ Ἁγνὴ, φωτὶ ἀπεκάλυψας, ἐκ τῶν ταμείων τῆς γῆς, ἡμῖν ὡς
θησαύρισμα· ὅθεν ἡ νῆσος Κέα, εὐλαβείᾳ καὶ πόθῳ σπεύδει Καστριανή Σοι, καὶ
πιστῶς ἀνακράζει· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ, καταποντισμοῦ,
πυρός, μαχαίρας, ἐπιδρομῆς
ἀλλοφύλων, ἐμφυλίου
πολέμου, καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων
ἀρωγὸς καὶ προσφυγὴ, καὶ παραμυθία ἐδείχθης, τῶν Κείων Πάναγνε· τούτοις γὰρ
δεδώρησαι, ὡς πλοῦτον ἔνθεον, τὴν ἁγίαν Εἰκόνα Σου, ἐκ γῆς τῶν ταμείων, χάριν
ἀναβλύζουσαν, πᾶσι καὶ ἔλεος· ὅθεν τῇ Σῇ σκέπῃ ἡ Κέα, πάσης ῥυομένης ἀνάγκης,
μέλπει Θεοτόκε τὰ Σὰ θαύματα.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Δι’ Εὐχῶν.
Δίστιχον.
Καστριανὴ πρόσδεξαι
Θεογεννῆτορ,
Ὅν Σοί Γεράσιμος ἐξύφανεν
ὕμνον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου