Παρασκευή 30 Οκτωβρίου 2015

Παράκλησις Παν. ΕΣΦΑΓΜΕΝΗΣ Μ. Βατοπεδίου.



Παράκλησις Παν. ΕΣΦΑΓΜΕΝΗΣ Μ. Βατοπεδίου.
Ποίημα Δρ. Χαραλάμπους  Μ. Μπούσια 

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Κεκοσμημένην ἐξ ἰχώρων Σου θείων, ἡ παναγία Σου Εἰκὼν Ἐσφαγμένη, θαυματουργεῖ ἑκάστοτε τοῖς ταύτῃ πιστῶς, προσιοῦσι Δέσποινα χαλεπῶς τρυχομένοις, ἐκ παντοίων θλίψεων καὶ δεινῶν ἀλγηδόνων, διὸ ὑμνοῦμεν ᾄσμασι τερπνοῖς, Αὐτῆς προνοίας, πρὸς πάντας τὸ ἄμετρον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἐσφαγμένη,σῶσόν με τὸν ἀνόμως βιοῦντα. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
λέους κατάπεμψον ὑετόν, τοῦ θείου Σου τόκου, ἐπὶ πάντας τοὺς εὐλαβῶς, ὑμνοῦντάς Σε Μῆτερ Ἐσφαγμένη, καὶ τὴν σεπτὴν προσκυνοῦντας Εἰκόνα Σου.
Σκοπεύοντες δόξαν τῶν οὐρανῶν, οἱ Σὲ ἀνυμνοῦντες, Ἐσφαγμένη περιχαρῶς, ἀσπάζονται ἔκτυπον τὸ θεῖον, καὶ τὴν θερμὴν ἐκζητοῦσι πρεσβείαν Σου.
Φωτόλαμπρος λύχνος ἡ Σὴ Εἰκών, αὐγάζει καρδίας, Ἐσφαγμένη τῶν μοναστῶν, τῆς θείας Μονῆς Βατοπεδίου, οὓς ἐποπτεύεις ὑψόθεν ἑκάστοτε.
Γλυκεῖα μερόπων καταφυγή, ταῖς Σαῖς Ἐσφαγμένη, καταφεύγοντες προσευχαῖς, λαμβάνομεν χάριν οὐρανόθεν, τὰ κέντρα πλῆξαι τοῦ πλάνου ἀλάστορος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μὴ παρίδῃς δεήσεις τῶν μοναστῶν Δέσποινα, Μῆτερ Ἐσφαγμένη καὶ πάντων, τῶν προσιόντων Σοι, ὑπάρχεις γὰρ ταχινή, προστάτις σκέπη καὶ ῥῦστις, τῶν χαρίτων ἄβυσσον,μεγαλυνόντων Σου.
σφαγμένη βοῶ Σοι· ὥσπερ ποτὲ ᾤκτειρας, μεταμεληθέντα βιαίως, Σοῦ πάλαι τρώσαντα, τὴν παναγίαν μορφήν, Ἐκκλησιάρχην μοὶ πέμψον, οἰκτιρμῶν τὸ πλῆθός Σου, ἵνα γεραίρω Σε.
Νουνεχῶς διαπλεῦσαι τὸ τῆς ζωῆς πέλαγος, καὶ εἰς ὅρμον εὔδιον φθάσαι, αἰωνιότητος, τοὺς Σὲ ὑμνοῦντας ἀεί, θαυματουργὲ Ἐσφαγμένη, μελιχροῖς μελίσμασι, πάντας ἀξίωσον.
ἐν θρόνῳ κειμένῃ περικαλλεῖ Ἄνασσα, τοῦ Βατοπεδίου Εἰκών Σου, ὄμμα γλυκύτατον, ῥίπτει ἡμῖν δαψιλῶς, Σῆς μητρικῆς συμπαθείας, Ἐσφαγμένη ἅπασι, τοῖς προσκυνοῦσί Σε.
Διάσωσον, Ἐκκλησιάρχην ὡς πάλαι πληγώσαντά Σε, Ἐσφαγμένη τοὺς Σὲ πιστῶς ὑμνοῦντας καὶ δώρησαι, μετάνοιαν πᾶσι σωτηριώδη.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Εἰκόνα τὴν Σὴν πιστῶς κατασπαζόμενοι, ὑγείαν ψυχὴν καὶ σώματος λαμβάνομεν, Ἐσφαγμένην πάνσεμνε, καὶ παθῶν παντοίων λυτρούμεθα, ὅθεν βοῶμεν πίστει ἀκλινεῖ· ἀκέστωρ ἡμῶν ὑπάρχεις Δέσποινα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σοὶ ὁ τλήμων οἰκέτης Σου, νῦν προσπίπτω κράζων· πταισμάτων ἄφεσιν, Ἐσφαγμένη ὥνπερ ἔπραξα, Σαῖς λιταῖς παράσχου πρὸς τὸν Κύριον.
ς ποτὲ συνεχώρησας, Ἐσφαγμένη Δέσποινα Σὲ τὸν τρώσαντα, τὰ πολλά μου ἀτοπήματα, καὶ ἀνόμους πράξεις μου συγχώρησον.
Στῆσον ὄμβρους πταισμάτων μου, ὄμβρον τὸν οὐράνιον ἡ ἐν μήτρᾳ Σου, δεξαμένη καὶ τοὺς αὔλακας,Μῆτερ τῆς ψυχῆς μου πλῆσον χάριτος.
λοφύρομαι Δέσποινα, ἀναμιμνησκόμενος τῆς κακίας μου, Ἐσφαγμένη πλὴν κραυγάζω Σοι· αὔξησον πρὸς πάντας τὴν ἀγάπην μου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νύκτα πειρασμῶν, τῶν δεινῶν συνεχομένων με, διασκέδασον φωτὶ Σῶν πρεσβειῶν, Ἐσφαγμένη ἵνα πόθῳ μακαρίζω Σε.
Μόνη τῶν πιστῶν, προστασία καὶ βοήθεια, Ἐσφαγμένη ἐνδυνάμωσον ἡμᾶς, ἀντιστῆναι τῇ μανίᾳ τοῦ ἀλάστορος.
λκη χαλεπά, Ἐσφαγμένη τῆς καρδίας μου, ἀντιλήψεως ἐξάλειψον τῆς Σῆς, τῷ φαρμάκῳ Ὄρους Ἄθωνος ἰάτειρα.
Τείχισον ἡμᾶς, ἐν τῇ σκέπῃ τῆς προνοίας Σου, Ἐσφαγμένη καὶ ἀπάλλαξον δεινῶν, τοὺς ἱκέτας Σου στερήσεων βοῶμέν Σοι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
δήγησον, τὰς ψυχὰς τῶν δούλων Σου, Ἐσφαγμένη σωτηρίας πρὸς τρίβους, ἡ τοῦ ὀργίλου ποτὲ δεξαμένη, Ἐκκλησιάρχου τὴν μῆνιν πρὶν ἄφθονον, μεταμελείας δωρεάν, δῷς ἐκείνῳ καὶ δάκρυ ἀείῤῥοον.
Νυχθήμερον, Ἐσφαγμένη δέησιν, μονοτρόπων ἣν προσφέρουσι δέξαι, Βατοπεδίου Μονῆς αἱ χορεῖαι καὶ πρὸς τὸν θρόνον τοῦ Κτίστου προσάγαγε, αὐτὰς καὶ τόκου Σου σεπτοῦ, ὡς μεσίτρια πάντων ὑπάρχουσα.
νάγαγε, τοὺς πεσόντας δούλους Σου, Ἐσφαγμένη εἰς βυθὸν ἁμαρτίας, τῆς βοηθείας Σου τείνουσα χεῖρας, καὶ ἀτραποὺς μετανοίας δεικνύουσα, αὐτοῖς πρὸς ὕψος νοητόν, ὁδηγούσας καὶ δόμους λαμπρότητος.
Νοσοῦσάν μου, τὴν ψυχὴν θεράπευσον, καὶ σαρκίου μου ἀπέλασον ἄλγη, Βατοπεδίου τῆς Μάνδρας ἀκέστορ, ἀναβοῶμεν πιστῶς ἀσπαζόμενοι, τὴν θαυματόβρυτον ἁγνή, Ἐσφαγμένη καὶ θείαν Εἰκόνα Σου.
Διάσωσον, Ἐκκλησιάρχην ὡς πάλαι πληγώσαντά Σε, Ἐσφαγμένη τοὺς Σὲ πιστῶς ὑμνοῦντας καὶ δώρησαι, μετάνοιαν πᾶσι σωτηριώδη.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν τῶν δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μετανοίας τῆς σωτηριώδους ὑπάνοιξον, Ἐσφαγμένη ἁγνὴ Μαριὰμ πύλας ἅπασι, τοῖς ἐν πίστει, ἀσπαζομένοις ἔκτυπον τὸ Σόν, καὶ ὑμνοῦσιν ὕμνοις μελιχροῖς, τὴν Σὴν ταχεῖαν ἀρωγήν, καὶ ἀσίγητον εὔνοιαν, δέξαι οὖν τὰς δεήσεις, Παρθένε τῶν ὑμνητῶν Σου, καὶ ἀπὸ πάσης τοῦ ἐχθροῦ, Ἐσφαγμένη βλάβης λύτρωσαι.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον. Ἦχος δ´. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (κεφ. α´ 39-49, 56)
ν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Ἐσφαγμένης, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλέησόν με, Θεός,………
Σῶσόν με τὸν ἄσωτον, καὶ τὸν ὀργίλον Παρθένε, δοῦλόν Σου τὸν σπεύδοντα, τὴν σεπτὴν Εἰκόνα Σου, κατασπάσασθαι, ποτὲ σώσασα, τὸν Ἐκκλησιάρχην, τὸν μαχαίρας Σε πληγώσαντα, ἀκμῇ σκαιότατα, ἐξ ὀργῆς κινούμενον Ἄνασσα, ὡς γὰρ οὗτος ἦλθεν, Παρθένε εἰς ἐπίγνωσιν λιταῖς, ταῖς σαῖς κᾀμοὶ πύλας ἄνοιξον, μετανοίας δέομαι.
Ἱερεύς
Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φμς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλομαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φσον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                               
Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθ’ ο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
ρμος ἀχείμαστος ὑπάρχεις, ποντουμένων σάλῳ βίου οἰκετῶν Σου, καὶ θεμένων ἐν Σοί, τοὺς οἴακας Παρθένε, ψυχῆς αὐτῶν εἰς ἄγρυπνον, ὥσπερ θεῖον κυβερνήτην.
Μάργαρον ὤφθη Ἐσφαγμένη, πολυτίμητον Εἰκών Σου ἡ Ἁγία, ἡ πληγὴ παρειᾶς, δεικνύουσα Σῆς θείας, καὶ ἐκροᾶς αἱμάτων Σου, τοῖς πιστῶς Σε προσκυνοῦσιν.
ς κιβωτόν Σε σωτηρίας, ἄλλην ἔγνωμεν Κυρία Ἐσφαγμένη, ἐκ τοῦ κατακλυσμοῦ, τὴν σώσασαν τὸ γένος, ἡμῶν ζοφώδους θλίψεως, καὶ θανάτου αἰωνίου.
Σύ μου χαρὰ Σύ μου καὶ τεῖχος, Σὺ ψυχῆς μου ἀγαλλίαμα καὶ εὖχος, Ἐσφαγμένη βοῶν, καὶ πόθῳ τὴν Σὴν θείαν, Εἰκόνα ἀσπαζόμενος, Σὲ δοξάζω εἰς αἰῶνας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Βυθῷ πεσόντες, ἁμαρτημάτων παντοίων, Ἐσφαγμένη πιστῶς Σοι βοῶμεν· ἔγειρον Σοὺς δούλους, ἐκ βόθρου ἀπωλείας.
σχὺν πρεσβεύειν, ὑπὲρ ἡμῶν Ἐσφαγμένη, τῶν Εἰκόνα τὴν Σὴν προσκυνούντων, ἔχεις ὥσπερ Μήτηρ, Θεοῦ δεδοξασμένη.
Οἱ εὐλαβῶς Σε, ἐπικαλούμενοι Μῆτερ, Ἐσφαγμένη λαμβάνουσι ῥώμην, καὶ ἰσχὺν τὸν πλάνον, ἐχθρὸν καταπαλαῖσαι.
ψόθεν πέμψον, παντὶ πιστῷ Ἐσφαγμένη, δαψιλῶς τὴν κατ’ ἄμφω ὑγείαν, ψυχικὴν εἰρήνην,καὶ ἄκραν εὐρωστίαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ναμάτων ζωηῤῥύτων, ἐμπλησθῆναι πάντας, τοὺς προσκυνοῦντας τὸ θεῖόν σου ἔκτυπον, περικλεὲς Ἐσφαγμένη ταχὺ ἀξίωσον.
Ταπείνωσιν τελείαν, δός μοι Ἐσφαγμένη, καὶ μετανοίας μοι πύλας ὑπάνοιξον, ἵνα εἰσέλθω ὁ τάλας εἰς θεῖα δώματα.
γίασον τοὺς πόθῳ, νῦν ἀσπαζομένους, τὴν ἱερὰν Ἐσφαγμένη Εἰκόνα Σου, καὶ ῥᾶνον τούτους εὐχῶν Σου ψεκάσιν ἄνωθεν.
Χαρᾶς μου Ἐσφαγμένη, πάνσεπτον δοχεῖον, τοὺς Σὲ ὑμνοῦντος τὸ ἄχθος ἐκδίωξον, καὶ προσκυνεῖν Σε καρδίᾳ ἁγνῇ ἀξίωσον.
ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
χει τὴν Εἰκόνα Σου τὴν σεπτήν, τοῦ Βατοπεδίου, τὸ σεμνεῖον ὡς θησαυρόν, θεῖον Ἐσφαγμένη, Κυρία Θεοτόκε, καὶ κρήνην θαυμασίων, ὄντως ἀστείρευτον.
Σκότος ζοφερώτατον τῆς ὀργῆς, σκέδασον λιταῖς Σου, καὶ ἀνάτειλον χρυσαυγῆ, ἥλιον εἰρήνης, Κυρία Ἐσφαγμένη, ἡμῖν τοῖς προσιοῦσι, Σῷ ἐκτυπώματι.
Μάνδραν περιφρούρει τὴν εὐαγῆ, τοῦ Βατοπεδίου, οἷαν κόσμον περικλεῆ, τὴν σεπτὴν πλουτοῦσαν, Εἰκόνα Σου ἐν κόλποις, Παρθένε Ἐσφαγμένη, κόσμου διάσωσμα.
Πύλας ἄνοιξόν μοι τῆς σωστικῆς, μετανοίας Κόρη, Ἐσφαγμένη θαυματουργέ, ἡ ἐκ τοῦ θανάτου, τοῦ αἰωνίου πάλαι, τὸν τρώσαντα βιαίως, Σὲ διασώσαντα.
Τρόμον ἐμποιεῖ μοι τῷ δυστυχεῖ, Ἐσφαγμένη Κόρη, τῶν αἱμάτων ἡ ἐκροή, ἐν τῇ παρειᾷ Σου,καὶ τῆς ὀργῆς μου νέφη, διώκει τὰ ζοφώδη, πρᾷε Μητρόθεε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.
ερεύς. Ὃτι σου ἐστιν…..
Tά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.
λέησον  ἡμᾶς,* Κύριε,  ἐλέησον  ἡμᾶς,* πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες,* ταύτην  Σοι  τήν  ἱκεσίαν,* ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν,* ἐλέησον  ἡμᾶς.
Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς,* ἐπί  Σοί  γάρ  πεποίθαμεν.* Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα,* μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος*  καί  λύτρωσαι  ἡμᾶς* ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν.* Σύ  γάρ  εἶ  Θεός  ἡμῶν*  καί  ἡμεῖς  λαός  Σου,* πάντες  ἔργα  χειρῶν  Σου*  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν,* εὐλογημένη  Θεοτόκε,* ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν,* ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων·* Σύ  γάρ    σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
σφαγμένη Παρθένε τὸ Σὸν ἐκτύπωμα, φέρον αἱμάτων τὰ ἴχνη, ἐν τῇ τρωθείσῃ δεινῶς, παρειᾷ Σου ὑπ’ ὀργίλου διακόνου Σου, Βατοπεδίου ἡ Μονή, ὡς ὑπόδειγμα ἡμῖν, προβάλλει ἀοργησίας, καὶ μετανοίας ἐνθέου, ἥσπερ ἀξίωσον ταχὺ καὶ ἡμᾶς.

Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.

ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Πρ δ το δι’ εχν·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Νέφη, ἀποδίωξον ὀργῆς, τὰ θανάτου φέροντα ὄμβρον, ἡ τοῦ ὀργίλου ποτέ, δεξαμένη μάχαιραν, Θεογεννήτρια, Ἐσφαγμένη καὶ πότισον, ἡμῶν τὰς καρδίας, νάμασι συνέσεως, καὶ ταπεινώσεως, ἵνα πρὸς τὸν πέλας ἀγάπης, καὶ τὸν Λυτρωτὴν ἄνθος θεῖον, οὐρανίου μύρου ἐκβλαστήσωμεν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου