Δευτέρα 19 Οκτωβρίου 2015

Παράκλησις ἁγ. ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ καί ΔΑΜΙΑΝΟΥ.



Παράκλησις ἁγ. ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ καί ΔΑΜΙΑΝΟΥ.
Ποίημα
τοῦ ταπεινοῦ Ἐπισκόπου Κυρίλλου, τοὐπίκλην Κογεράκη,
Μητροπολίτου τῆς Ἁγιωτάτης Μητροπόλεως Ρόδου.

      Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Ἀναργύρων εὐλαβῶς τῇ Εἰκόνι, οἱ χειμαζόμενοι πικραῖς ἀσθενείαις, ἀπὸ ψυχῆς προσπέσωμεν, κραυγάζοντες αὐτοῖς· Ἅγιοι Ἀνάργυροι, ἰατροὶ τῶν νοσούντων, δεῦτε πρυτανεύοντες, τὴν κατ᾿ ἄμφω ὑγείαν, τοῖς ταπεινοῖς ἡμῖν ὡς συμπαθεῖς, Δαμιανὲ καὶ Κοσμᾶ παμμακάριστοι.
Δόξα. Τὸ αὐτό.
Τῶν Ἀναργύρων εὐλαβῶς τῇ Εἰκόνι, οἱ χειμαζόμενοι πικραῖς ἀσθενείαις, ἀπὸ ψυχῆς προσπέσωμεν, κραυγάζοντες αὐτοῖς· Ἅγιοι Ἀνάργυροι, ἰατροὶ τῶν νοσούντων, δεῦτε πρυτανεύοντες, τὴν κατ᾿ ἄμφω ὑγείαν, τοῖς ταπεινοῖς ἡμῖν ὡς συμπαθεῖς, Δαμιανὲ καὶ Κοσμᾶ παμμακάριστοι.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανὼν τοῦ Ἁγίων, οὗ ἡ Ἀκροστιχὶς κατ᾿ Ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων.

Ὠδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
γίων συνόντες ταῖς στρατιαῖς, ὡς δικαιοσύνης, ἐκβλαστήσαντες τοὺς καρπούς, δέξασθε ἡμῶν τὰς ἐκ καρδίας, ἱκετηρίους δεήσεις  Ἀνάργυροι.
Βοήθεια γένοιτο θαυμαστή, Κοσμᾶ θεομάκαρ, καὶ θεόφρον Δαμιανέ, ὑμῶν ἡ πρεσβεία ῥυομένη, πάσης ἡμᾶς συμφορᾶς καὶ κακώσεως.
Γαλήνην αἰτεῖσθε παρὰ Θεοῦ, τοῖς προσερχομένοις, τῇ πρεσβείᾳ ὑμῶν πιστῶς, Ἀνάργυροι θεῖοι τοῦ Σωτῆρος, Δαμιανὲ καὶ Κοσμᾶ θεοδόξαστοι.
Θεοτοκίον.
πέραγνε Μῆτερ τοῦ Ἰησοῦ, τῶν κυριευόντων, τὴν ψυχήν μου ἁμαρτιῶν, ῥῦσαί με καὶ δίδου μοι βαδίζειν, ἐν σωφροσύνῃ τὸν ἅπαντα βίον μου.

Ὠδὴ γ’. Οὐρανίας ἁψῖδος.
Δωρεὰν τοῖς νοσοῦσιν, ὡς συμπαθεῖς δίδετε, χάριν ἰαμάτων ἐν τάχει, θεῖοι Ἀνάργυροι· διὸ προστρέχω ὑμῶν, τῇ δραστικῇ ἰατρείᾳ· μή μου τὴν ἱκέσιον, φωνὴν παρώσητε.
Εὐσπλαγχνίας πλουτοῦντες, θεοειδὲς χάρισμα, δέξασθε ἡμῶν τὰς δεήσεις, θεῖοι Ἀνάργυροι, καὶ θεραπεύσατε, ἡμᾶς κατ᾿ ἄμφω νοσοῦντας, τῇ βοτάνῃ χρώμενοι, ὑμῶν τῆς χάριτος.
Ζωῆς ἄϋλον ὕδωρ, πᾶσιν ἡμῖν βλύσατε, ταλαιπωρουμένοις ἀθλίως, παθῶν τῷ καύσωνι· πηγὴν γὰρ ἔχετε, Δαμιανὲ θεοφόρε, καὶ Κοσμᾶ μακάριε, θείας χρηστότητος.
Θεοτοκίον.
Πανύμνητε Μῆτερ, ἡ τὸν Χριστὸν τέξασα, καὶ τὴν σωτηρίαν τῷ κόσμῳ, ἐξανατείλασα, χάριν μοι βράβευσον, τὴν μητρικήν σου πλουσίως, ἵνα μακαρίζω σε, τὴν Ἀειπάρθενον.
Διάσωσον δυὰς τιμία τῶν Ἀναργύρων, Δαμιανὲ καὶ Κοσμᾶ παμμακάριστοι, ἡμᾶς παντοίων κινδύνων καὶ νοσημάτων.
πίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κάθισμα.Ἦχος β’. Πρεσβεία θερμή.
Χριστοῦ τοῦ Θεοῦ, τὸ λόγιον πληρώσαντες,  αὐτῷ εὐκλεῶς, ἐν οὐρανοῖς παρίστασθε, τοῖς ἐν κόσμῳ Ἅγιοι, δωρεὰν τὰς ἰάσεις παρέχοντες· διὸ ἡμᾶς ἐν ὕμνοις οἱ πιστοί, Δαμιανὲ καὶ Κοσμᾶ μακαρίζομεν.

Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.
δονῶν με θλιβόμενον, ἔνδοξοι Ἀνάργυροι ταῖς προσρήξεσι, μὴ παρίδητε ὡς εὔσπλαγχνοι, ἀλλ᾿ ἐπιφανέντες διασώσατε.
Θεῷ πάντοτε πρέσβευε, ἡ τῶν Ἀναργύρων δυὰς ἡ πάντιμος, ἵνα εὕρωμεν τὴν ἄφεσιν, τῶν ἀπειραρίθμων παραπτώσεων.
λασμός τε παράκλησις, γένοιτο καὶ ἴαμα ἡμῖν Ἅγιοι, παμμακάριστοι Ἀνάργυροι, ἡ ὑμῶν πρεσβεία πρὸς τὸν Κύριον.
Θεοτοκίον.
ῦσαι Ἄχραντε Δέσποινα, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος, τοὺς πιστῶς ἐξαιτουμένους σε, βοηθὸν ἐν βίῳ καὶ ὑπέρμαχον.

Ὠδὴ ε’. Φώτισον ἡμᾶς.
Κύριον Θεόν, ἱκετεύσατε Ἀνάργυροι, ἵνα νόσων χαλεπῶν καὶ συμφορῶν, ἡμᾶς ῥύσηται ὡς μόνος πολυέλεος.
Λύσιν τῶν παθῶν, ἡμῖν Ἅγιοι βραβεύσατε, καὶ κατ᾿ ἄμφω ὑγιαίνοντας ὑμᾶς, τῇ θερμῇ ὑμῶν πρεσβείᾳ ἀναδείξατε.
Μείνατε ἀεί, μεθ᾿ ὑμῶν θεῖοι Ἀνάργυροι, τὴν εἰρήνην καὶ εὐστάθειαν ἡμῖν, ὡς συμπάθειαν πλουτοῦντες πρυτανεύοντες.
Θεοτοκίον.
Δέσποινα Ἁγνή, ἡ σαρκώσασα τὸν Ὕψιστον, τῆς σαρκὸς μου τὰς ὀδύνας συμπαθῶς, τῇ βοτάνῃ τῆς σῆς χάριτος θεράπευσον.

Ὠδὴ στ’. Τὴν δέησιν ἐκχεῶ.
Νοσήματα χαλεπὰ διώκετε, καὶ ἰᾶσθε ἀλγεινὰς ἀσθενείας, Δαμιανὲ καὶ Κοσμᾶ θεοφόρε, θαυματοφόροι Κυρίου Ἀνάργυροι· διὸ ἰάσασθε κἀμέ, ἀσθενοῦντα ψυχῇ τε καὶ σώματι.
Ξενήκουστα ἐνεργεῖτε θαύματα, ὡς θεόθεν εὐκλεῶς δοξασθέντες· διὸ προστρέχομεν πίστει καὶ πόθῳ, ὑμῶν τῇ χάριτι θεῖοι Ἀνάργυροι, παρακαλοῦντες δι᾿ ὑμῶν, ἵνα εὕρωμεν Ἅγιοι ἔλεος.
λόφωτον κατοικοῦντες θάλαμον, ἐν ὑψίστοις ὦ Ἀνάργυροι θεῖοι, ὡς μιμηταὶ ἀκραιφνεῖς τοῦ δι᾿ οἶκτον, σωματωθέντος ἐκ Κόρης Θεόπαιδος, μὴ παύσητε ὡς εὐμενεῖς, ἐπακούειν ἡμῶν τῶν δεήσεων.
Θεοτοκίον.
Πταισμάτων μου τὸ δεινὸν χειρόγραφον, ῥῆξον Ἄχραντε Παρθένε Μαρία, τῆς συνεχούσης ἀθλίως με λύπης, χαριζομένη τὴν λύσιν ὡς εὔσπλαγχνος, καὶ τὴν ζωήν μου τῶν παθῶν, τῆς ἐφόδου τηροῦσα ἀλώβητον.
Διάσωσον δυὰς τιμία τῶν Ἀναργύρων, Δαμιανὲ καὶ Κοσμᾶ θεοδόξαστοι, ἡμᾶς παντοίων κινδύνων καὶ νοσημάτων.
       χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Τῶν ἰαμάτων τὴν χάριν πλουτήσαντες, τοῖς ἀσθενοῦσιν ἰάσεις παρέχετε· διὸ θεοφόροι Ἀνάργυροι, Δαμιανὲ καὶ Κοσμᾶ θεοδόξαστοι, ἡμᾶς οἱ πιστοὶ μακαρίζομεν.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον. Ἦχος δ’. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον  (Κεφ. ι’ 1, 5-8).
Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα. Ταῖς τοῦ Ἀναργύρων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Στίχ. Ἐλέησόν με, ὁ Θεός……

Προσόμοιον. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
λην παρωσάμενοι, τὴν ἐν τῷ κόσμῳ ἀπάτην, τοῦ Χριστοῦ τοῖς ἴχνεσιν, κατηκολουθήσατε, ὡς ἐχέφρονες, καὶ ἀνεδείχθητε,  τῆς φιλευσπλαγχίας, ποταμοὶ ὑπερεκβλύζοντες, ἀχρύσως νείμαντες, τοῖς ἐν ἀσθενείας ἰάματα, καὶ πᾶσιν ἐπαρκέσαντες, τοῖς ἐν ἀλγειναῖς περιστάσεσιν. Ὅθεν δοξασθέντες, Ἀνάργυροι ἀξίως καὶ ἡμῖν, Θεοῦ αἰτεῖσθε τὸ ἔλεος, παῤῤησίᾳ πάντοτε.

Ὁ Ἱερεύς
Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φμς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλομαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φσον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται3) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                                
Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθ’ ο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.

Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ποταμὸς ἰαμάτων, τοῖς νοσοῦσιν ὑπάρχει, ὑμῶν ὁ θεῖος ναός, ἐν ᾧ συναθροισθέντες, αἰτούμεθα ἐν πίστει, θεοφόροι Ἀνάργυροι, ἀπαλλαγὴν τῶν κακῶν, καὶ λύσιν τῶν πταισμάτων.
αντισμῷ τῷ ἀΰλῳ, τῆς ὑμῖν δωρηθείσης, παρὰ Θεοῦ δωρεάς, τὴν τάλαινα ψυχήν μου, κακίας ῥυπαρίας, συμπαθῶς ἐκκαθάρετε, Δαμιανὲ καὶ Κοσμᾶ, δυὰς τῶν Ἀναργύρων.
Σωτηρίαν αἰτεῖσθε, καὶ παθῶν θεραπείαν, παρὰ τοῦ μόνου Θεοῦ, ἡμῖν τοῖς ἐκ βεβήλων, χειλέων ἱκεσίας, πρὸς ἡμᾶς ἀναφέροντας, Δαμιανὲ καὶ Κοσμᾶ, ψυχῇ συντετριμμένη.
Θεοτοκίον.
κ πηγῶν σωτηρίου, Θεοτόκε Παρθένε, τὸ μυστικὸν τῆς ζωῆς, ἀνάβλυσόν μοι ὕδωρ, καὶ πρὸς ἀθανασίας, τὴν νομήν με ὁδήγησον, τῆς μητρικῆς σου στοργῆς, Ἁγνὴ τῇ βακτηρίᾳ.

Ὠδὴ η’. Τὸν Βασιλέα.
Τοὺς τρυχομένους, ἐν ἀσθενείαις ποικίλαις, ἐπισκέψασθε Ἀνάργυροι Κυρίου, βραβεύοντες ῥῶσιν, αὐτοῖς καὶ σωτηρίαν.
μνοις τιμῶμεν, ὑμᾶς Ἀνάργυροι θεῖοι, ἐκδεχόμενοι ὑμῶν τὴν προστασίαν, ἐν πειρατηρίοις, τοῦ βίου καὶ ἀνάγκαις.
Φῶς κατοικοῦντες, ἐν οὐρανοῖς φῶς αἰτεῖσθε, ταῖς ψυχαῖς τῶν ἐν ναῷ προσερχομένων, ὑμῶν τῷ ἁγίῳ, Ἀνάργυροι ἐκ πόθου.
Θεοτοκίον.
ν ἁμαρτίαις, μεμολυσμένον τὸν νοῦν μου, ἀποκάθαρόν Πανάχραντε Μαρία, ἵνα σε γεραίρω, τὴν Κεχαριτωμένην.

Ὠδὴ θ’. Κυρίως Θεοτόκον.
Χαρίσματα πλουτοῦντες, τὰ τῶν ἰαμάτων, τὰς ἀμπλακίας ἡμῶν ἰατρεύσατε, καὶ τὴν κατ᾿ ἄμφω ὑγείαν, πᾶσι χαρίσατε.
Ψαλμοῖς ὑμᾶς καὶ ὕμνοις, πόθῳ εὐφημοῦντες, Δαμιανὲ καὶ Κοσμᾶ ἱκετεύομεν· Δεῦτε ἡμᾶς πάσης ζάλης, ἀπολυτρούμενοι.
ς πάντων τῶν νοσούντων, θεῖοι ἰατῆρες, τὰς ἀσθενείας ἡμῶν ἐπισκέψασθε, τῶν εὐλαβῶς προστρεχόντων, ἡμῖν Ἀνάργυροι.
Θεοτοκίον.
πέραγνε Μαρία, Κεχαριτωμένη, τῷ σταλαγμῷ τῆς θερμῆς εὐσπλαγχνίας σου, τὴν ταπεινήν μου καρδίαν, δεῦρο δροσίζουσα.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μεγαλυνάρια.
Χαίρετε Ἀνάργυροι εὐκλεεῖς, Κοσμᾶ θεομάκαρ, καὶ θεόφρον Δαμιανέ, οἱ τῶν ἰαμάτων, θαυματουργοὶ δοτῆρες, καὶ ἀληθῶς θαυμάτων, λαμπτῆρες ἄσβεστοι.

Χαίρετε Ἀνάργυροι εὐκλεῖς, Κοσμᾶ θεοφόρε, καὶ παμμάκαρ Δαμιανέ, οἱ ἀμπλακημάτων, βραβεύοντες τὴν λύσιν, τοῖς πόθῳ προσιοῦσιν, ὑμῶν τῇ χάριτι.

Χάριτος Ἀνάργυροι τὴν πηγήν, ὡς ἀναστομοῦντες, τῇ τοῦ κρείττονος δωρεᾷ, ἐπιχορηγεῖτε, νοσοῦσι τὰς ἰάσεις, καὶ δείκνυσθε προστάται, πιστῶν θερμότατοι.
ς ἀξιωθέντες παρὰ Θεοῦ, δωρεῶν ἐνθέων, ἀναβλύζετε μυστικῶς, τοῖς προσερχομένοις, ὑμῶν ἐν τῷ τεμένει, πηγὰς τῶν ἰαμάτων, θεῖοι Ἀνάργυροι.

Σκότος νοσημάτων ἐκ τῶν πιστῶν, Ἀνάργυροι θεῖοι, διαλύετε θαυμαστῶς, καὶ φωταγωγεῖτε, Χριστοῦ τὴν Ἐκκλησίαν, τῆς χάριτος τὸ φέγγος, ἐξανατέλλοντες.

Πρὸς δικαιοσύνης τὴν μυστικήν, ἀνάβασιν πάντας, κυβερνήσατε ἀσφαλῶς, τοὺς ἐξαιτουμένους, Ἀνάργυροι ἐκ πόθου, ἐνέργειαν τὴν θείαν, ὑμῶν τῆς χάριτος.

Πάντοτε πρεσβεύετε τῷ Χριστῷ, Ἀνάργυροι θεῖοι, ὑπὲρ πάντων τῶν εὐσεβῶς, ἐπιβοωμένων, ὑμῶν τὴν προστασίαν, ἐν βίου ταῖς ἀνάγκαις, καὶ περιστάσεσι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.  

Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.

ερεύς. Ὃτι σου ἐστιν…..

Tά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.
λέησον  ἡμᾶς,* Κύριε,  ἐλέησον  ἡμᾶς,* πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες,* ταύτην  Σοι  τήν  ἱκεσίαν,* ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν,* ἐλέησον  ἡμᾶς.
Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς,* ἐπί  Σοί  γάρ  πεποίθαμεν.* Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα,* μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος*  καί  λύτρωσαι  ἡμᾶς* ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν.* Σύ  γάρ  εἶ  Θεός  ἡμῶν*  καί  ἡμεῖς  λαός  Σου,* πάντες  ἔργα  χειρῶν  Σου*  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν,* εὐλογημένη  Θεοτόκε,* ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν,* ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων·* Σύ  γάρ    σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.

Ἐκτενής.

ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.

ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Πρ δ το δι’ εχν·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε εὐφημήσωμεν πιστῶς, ἐν ἀγαλλιάσει καρδίας, Δαμιανὸν τὸν σοφόν, καὶ Κοσμᾶν τὸν ἔνδοξον, ὡς παρακλήτορας, ἀληθεῖς καὶ ἀκέστορας, τῶν ἐν ἀσθενείαις, καὶ ποικίλοις πάθεσιν, αὐτοῖς κρυαγάζοντες· Δεῦτε τὰς αἰτήσεις πληροῦντες, τῶν ἐν τῷ ναῷ ὑμῶν πίστει, προστρεχόντων Ἅγιοι Ἀνάργυροι.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δι’ Εὐχῶν.

Δίστιχον.
Κύριλλον λυτρώσασθε Ἀρχιερέα,
Ἅγιοι Ἀνάργυροι πάσης ἀνάγκης.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου