Παράκλησις ὁσ.
ΞΕΝΟΦΩΝΤΟΣ καί συνοδείας, γ. Ισιδώρας
Ποίημα Γεροντίσσης Ἰσιδώρας Ἁγιοϊεροθετίσσης
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ Τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς φερωνύμως ἐνηχῶν ἡμῖν Πάτερ, φωνὴν ξενίζουσαν ἐν
κόσμου ἀΰλου, τὴν σωτηρίαν πᾶσιν ἐναπόγραψον, ὅπως σοῦ γεραίρομεν, τῶν θαυμάτων
τὴν αἴγλην, Ξενοφῶν ἣν δέδεξαι, ὡς Ἰὼβ χορηγήσας, τῷ σῷ Δεσπότῃ ἅπασαν ῥοπήν,
σῆς διανοίας, ψυχῆς τε καὶ σώματος.
Δόξα.
Τῷ Ἰησοῦ συνανεκράθης τελείως, ὑπερπηδῶν τῶν
φθειρομένων τὴν ἕλξιν, καὶ τὸν σταυρὸν ἐπ’ ὤμων σου ἀράμενος, μόνος μόνῳ ᾕρησο,
ἐντρυφᾶν θεηγόρε, ὅθεν κατηγλάϊσαι, σὺν συζύγῳ καὶ τέκνοις, ὅθεν μοι δὸς σὴν
χάριν Ξενοφών, ἵνα δοξάζω, θερμὰς ἀντιλήψεις σου.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν
οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων
κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ,
Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ξενοφῶν ξένως ἐμφώνησόν μοι. Ἰσιδώρας.
ᾨδὴ α΄. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Ξενούμενος μάκαρ διὰ Χριστόν, ξένον με ὡς ὄντα ἐν
συνάξεσιν οὐρανῶν, οἰκείωσον φίλτρῳ τῶν Ἁγίων, ὦ Ξενοφῶν σὺν σεπτῇ συνοδείᾳ σου.
Ἐγκάρδιον ἔρωτα Ξενοφῶν, ἐν στέρνοις κατέχων, ἐβδελύξω
τῶν γεηρῶν, διὸ ἀγαπήσεως τὴν φλόγα, ἐμοὶ ἀνένδοτον ἆψον πρεσβείᾳ σου.
Νυττόμενος Πνεύματος καλλοναῖς, ἡδίστῃ ἐθέλχθης τῶν
Ἀγγέλων διαγωγῇ, διέγειρον ὅθεν Ξενοφῶν μου, πρὸς θείας πτήσεις ψυχὴν καὶ διάνοιαν.
Θεοτοκίον.
Ὁ Λόγος ἀξίαν ὦ Μαριάμ, ἐν κόσμῳ εὑρών Σε, ὑπὲρ ἅπαντα
τὰ κτιστά, τοῦ ἔργου φρικτῆς οἰκονομίας, τὴν Σὴν γαστέρα ἐνσάρκως κατώκησας.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φωτισμόν μοι παράσχου ὦ Ξενοφῶν πάντιμε, ἵνα προσβολῶν
τοῦ βελίαρ τάχει ῥυσθήσωμαι, σὺ γὰρ ἐξέλαμψας, τῷ τῆς ἀσκήσεως φάει, τοῦ
Χριστοῦ ὡς ἤκουσας ξενοφωνοῦντός σοι.
Ὡς ὁδὸν στενωτάτην σὺ διαβὰς ἔνδοξε, στένωσιν νοός μου
κραυγάζω νῦν καταπλάτυνον, ἵνα αὐλίζομαι, εἰς Παραδείσου τὸ πλάτος, ἔνθα εἰς
συγγένειαν χαίρει εἰς ἄδυτα.
Νεκταρώδης σοι δρόσος διὰ πολλῶν θλίψεων, καὶ ὑπομονῆς
σου τελείας Πάτερ ἐνέσταξε, ποιῶν σε ἄρωμα, ὦ Ξενοφῶν ἀφθαρσίας, ὅθεν δυσωδίας
με τάχος ἀπάλλαξον.
Θεοτοκίον.
Ξενοτρόπως Παρθένε Σῶν ὀφθαλμῶν χάριτες, εἵλκυσαν Πάτερ
τὰς εὐνοίας ἀναπτερώσασαι, ὅθεν ηὐδόκησεν,ἐν Σοὶ οἰκήσαι ὁ κόλποις, πατρικοῖς
καθήμενος ἵνα δοξάσῃ με.
Διάσωσον, ὦ Ξενοφῶν ἐκ κινδύνων, τοὺς σοὺς οἰκέτας, ὅτι πάντες πανευλαβῶς, σὴν χάριν αἰτούμεθα, ὡς ἵλεων κρήνη τῶν ἰαμάτων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις
τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Θεῷ ἀποδοὺς καὶ πλοῦτον καὶ σὴν εὔκλειαν, ὡσεὶ Ἀβραάμ,
τῷ Θεῷ εὐηρέστησας, σοὺς υἱοὺς δωρούμενος, εὐχαρίστοις ὕμνοις τῷ Κτίσαντι, διὸ
παρέχεις θεῖε Ξενοφῶν, θαυμάτων κρουνοὺς ὡσεὶ φιλόστοργος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐγκρατείας τοῖς πόνοις σου, ἐν Ἁγίᾳ Πόλει σὺν γόνῳ
ἔφανας, ἀστραπὰς αἰωνιότητος, ὅθεν Ξενοφῶν γενοῦ μοι σύμμαχος.
Νοητάς μοι παρέχουσα, δωρεὰς ἐνθέους ἡ σὴ συγγένεια,
Ξενοφῶν ἀειμακάριστε, ὀδυνῶν λυτροῦται καὶ κακώσεων.
Ὡς ταμίευμα κέκτησο, Ξενοφῶν ἐντός σου ἄρτον οὐράνιον,
συντηροῦντά σε ἐν πνεύματι, ὅθεν με πεινῶντα Πάτερ κόρεσον.
Θεοτοκίον.
Σωστικῶς ἐπιῤῥαίνουσα, ἐν ὑσσώπῳ Μῆτερ ἀποκαθάρσεως, ἐν
τοῖς δάκρυσί με λεύκανον, θείᾳ ἀντιλήψει Σου εὐφραίνουσα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἕλκυσον ἡμᾶς, ἐν τοῖς μύροις οὗ ἠγάπησας, καὶ ἐνήχησον
φωνὴν χερουβικήν, Ξενοφῶν ὁ πανοικίᾳ μεμνημένος μου.
Μέμνησο ἀεί, Ξενοφῶν ἡμῶν φιλούντων σε, καὶ ἐξάγαγε ἐκ
λάκκου ὀδυνῶν, σὺν συμβίᾳ σου καὶ τέκνοις τοῖς θεόφροσι.
Φαῦσον Ξενοφῶν, λάμψιν θείας ἐπιγνώσεως, ταῖς ἐντεύξεσι
Μαρίας καὶ υἱῶν, Ἀρκαδίου Ἰωάννου τε δεόμεθα.
Θεοτοκίον.
Ὥσπερ Ἀερμών, θείαν δρόσον Σε ἐγνώκαμεν, καταβαίνουσαν
καρδίας τῶν πιστῶν, καὶ σβεννύουσαν τὴν φλόγωσιν κακότητος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νοήσας, ξενοτερπεῖς λαμπηδόνας, ἐβδελύξω τῶν ματαίων
τὴν τύρβην, πανοικεσίᾳ φυγὼν ἐν ἐρήμῳ, ὦ Ξενοφῶν τῆς Σιὼν ἐν τοῖς ὄρεσι, διὸ
λιταῖς σου θερμουργοῖς, ἀποκάθαρον θείαν εἰκόνα μου.
Ἠλάθης, πρὸς θεωρίαν ἀΰλων, Ξενοφῶν σὺν τῇ Μαρίᾳ καὶ
τέκνοις, ὑπεριδόντες τῆς γῆς τὰ ἡδέα,διὸ τοὺς πόνους καὶ ἄλγη ἡδύνετε, τῶν
προσιόντων εὐλαβῶς, τοῖς λειψάνοις ὑμῶν καὶ τῇ χάριτι.
Συζύγων, χοροῦ διάδημα ὤφθης, ξυνωρὶς καταβαλοῦσα τὸν
πλάνον, ὦ Ξενοφῶν, σὺν Μαρίᾳ τῇ θείᾳ, διὸ ἡμᾶς ἐνισχύσατε ὄφεως, καταπατᾶν τὰς
μηχανάς, ταῖς ἐνθέοις ὑμῶν ἀντιλήψεσι.
Θεοτοκίον.
Ὀφθεῖσα, ἐσφραγισμένη ὡς βίβλος, ἡ γραφεῖσα ἐν δακτύλῳ
τῷ θείῳ, τῆς Σῆς πρεσβείας δακτύλοις ὦ Μῆτερ, τῶν ἐπταισμένων μοι γράψον
συγχώρησιν, ὅπως ὑμνῶ Σε ὦ χαρά, οὐρανῶν καὶ ἐμὸν ἀγαλλίαμα.
Διάσωσον, ὦ Ξενοφῶν ἐκ κινδύνων, τοὺς σοὺς οἰκέτας, ὅτι πάντες πανευλαβῶς, σὴν χάριν αἰτούμεθα, ὡς ἵλεων κρήνη τῶν ἰαμάτων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις
τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ξενοφώνως ὡς προσελκυσθεὶς εἰς οὐράνια, ἐξαστράπτων σὺν
λαμπροφαεῖ συνοδείᾳ σου, ἐκδυσώπει ἐν ἱλασμοῖς ὁσίων σου εὐχῶν, μολπὰς ἀπαύστου
χαρμονῆς, εὐφραίνειν μάκαρ Ξενοφῶν,τοὺς πιστῶς σοι κραυγάζοντας· ἴασαι
μυριπνόοις, ἐκχύσεσι τῆς σῆς κάρας, καὶ σῶν υἱῶν θεουργικῶν, ἀῤῥωστήματα
ἀνίατα.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με
πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων Αὐτῶν.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὤφθητε τετράφωνον, θεογνωσίας ὡς μέλος, Ξενοφῶν
μακάριε, καὶ ἡ σὴ συγγένεια, ἡ πανθαύμαστος, τὸν σταυρὸν ἄραντες, τὸν χρηστὸν
Κυρίου, χαρᾷ ὡς καρτερόφρονες, τὸν πλοῦτον νείμαντες, διὰ μαργαρίτην τὸν
ἄῤῥηκτον, καὶ νῦν καθικετεύσατε, ὅπως διανύσας τὸ πέλαγος, παθῶν τῆς κακίας
ὑμῶν ἐν ταῖς φαιδρότησιν ἀρθῶ, ἵνα φωναῖς ξέναις τέρπωμαι, εἰς αἰῶνας Ὅσιοι.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νεουργῶν ἀπαθείας, ἀγαλλίασιν Πάτερ τῇ ἱκεσίᾳ σου,
εὐστόργῳ ἀντιλήψει, ψυχὰς ἀποκαθαίρεις, πανοικὶ σπεύδων πάντοτε, ὦ Ξενοφῶν
θεουργέ, θερμάναι τὴν λατρείαν.
Μυστικῶς ἐνηχήθης ξενοφώνως ἀνήκουστον εἰς ἀπόλαυσιν,
διὸ θαυμάτων αἴγλην καὶ νόσων θεραπείαν, διανέμεις τῆς μέλπουσι, ὦ Ξενοφῶν
ἀρετάς, συμπνόων σου Ὁσίων.
Ὁρμισθέντες λιμένι ἡσυχίας ἐκ φίλτρου καθιερώσεως,
θέοθεν οἱ υἱοί σου, ἐξέλαμψαν ὁσίως, Ξενοφῶν ἱκετεύοντες, ἐκ ναυαγίου παθῶν,
ἡμᾶς λυτροῦσθαι τάχει.
Θεοτοκίον.
Ἰησοῦς ὡς εὑρών Σε εὐανθοῦν ἐν κοιλάσι ῥόδον
πανεύοσμον, ἐσκήνωμα Παρθένε, ἐν Σοὶ ὡς ἁγνοτέρα ὀρθριφώτου αὐγάσματος,
καταγλυκαίνων ἡμᾶς, μητρῷά Σου πρεσβείᾳ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰάσεις νέμεις, ἐκ θεοστόργων σου σπλάγχνων, Ξενοφῶν ἐμὴ
τερπνὴ παραμυθία, ἵνα σου γεραίρω, σὴν χάριν εἰς αἰῶνας.
Σκέπη ὑπάρχεις, μετὰ σεπτῆς σου χορείας, θλιβομένων τε
ἀντίληψις ἡδεῖα, ὅθεν Ξενοφῶν σε, τιμῶμεν ἐκ καρδίας.
Ἰσχὺν καὶ σθένος, ὦ Ξενοφῶν μοι παρέχεις, σὺν Μαρίᾳ καὶ
πανσέπτῳ Ἀρκαδίῳ, μετὰ Ἰωάννου, κατὰ τοῦ ἀλλοτρίου.
Θεοτοκίον.
Δεδοξασμένη,ἡ κλωσαμένη χιτῶνα, ἐνσαρκώσεως τῷ Κτίστῃ
τῶν ἁπάντων, θάλψον νῦν ῥιγῶσαν, Παρθένε τὴν ψυχήν μου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς ὄργανον τετράπνουν, χορεία Ὁσίων, ἡμῖν χαρὰ ἐπιχέει
τὴν ἄληκτον, τῆς μετανοίας ἐμπνέουσα ᾆσμα χάριτος.
Ῥαδάμνους εὐκαρπίας, ἤνθησας ὁσίως, σὺν Ἰωάννῃ τὸν
θεῖον Ἀρκάδιον, ὦ ξυνωρὶς χορηγοῦσα ἡμῖν τὰ πρόσφορα.
Ἀνάτειλόν μοι Πάτερ, αὐγὴν φωταυγείας, ἐσκοτισμένῳ ἐν
ζόφῳ πορώσεως, ὦ Ξενοφῶν ἐπιφαίνων χαρὰν τοῖς φίλοις σου.
Θεοτοκίον.
Σταγόνες μου δακρύων, ἐξέλιπον Μαρία, βεβαρυμένου ἐν
ὕπνῳ νεκρώσεως, ἀλλὰ μ’ ἐξέγειρον ὄμβροις τῆς κατανύξεως.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Λάμπετε τετράστερος ὡς πλειάς, βρύουσα ἰάσεις, ἐκ λειψάνων καὶ δωρεάς, Ξενοφῶν τρισμάκαρ, σὺν τῇ σοφῇ Μαρίᾳ, καὶ τέκνοις παμφαέσι, ξένοις αὐγάσμασι.
Πνοαῖς πανευόσμοις θέλγει ψυχάς, πλουτοῦσα ἰάσεις ἐκ
λειψάνων θεουργικῶν, ἡ πάνσεπτος χορεία, τοῦ θείου Ξενοφῶντος, ἀῤῥήτοις
εὐωδίαις ἀγαλλιάσεως.
Στίλβουσι τῆς δόξης μαρμαρυγάς, αἱ πάντιμοι κάραι,
Ξενοφῶντος καὶ ἀδελφῶν, θείου Ἀρκαδίου, καὶ Ἰωάννου ἅμα, ἀδάμαντες καθάπερ,
ξένης λαμπρότητος.
Ὡραῖοι ἐν κάλλει ὑπερφυεῖ, Χριστῷ συναφθέντες,
ἱκετεύσατε Ξενοφῶν, σὺν τῇ συγγενείᾳ, ἐν τρίβῳ μετανοίας, ὁδεύειν τοὺς
ποθοῦντας, δόξαν τρισήλιον.
Πυρσὸς ὡς τετράφωτος μυστικῶς, ψυχὰς καταυγάζει,
Ξενοφῶντος σεπτὸς χορός, ἡ σεπτὴ Μαρία,μετὰ τοῦ Ἰωάννου, καὶ θείου Ἀρκαδίου,
ἡμᾶς φαιδρύνοντες.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς
τό σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα...
Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,*
Κύριε, ἐλέησον ἡμᾶς,* πάσης
γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι
τήν ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ
ἁμαρτωλοί προσφέρομεν,*
ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,*
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ ἡ σωτηρία
τοῦ γένους τῶν
Χριστιανῶν.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πόθῳ, συνθλιβέντες τοῦ Χριστοῦ, βότρυες περκάζοντες
θεῖοι, ληνοῖς ἀσκήσεως, νάματα ἀρδεύετε τῶν ἰαμάτων ἡμῖν, Ξενοφῶν ἀξιάγαστε,
σὺν τῇ σῇ συζύγῳ, καὶ υἱοῖς θεόφροσι, διὸ αἰτούμεθα, μέθην, ἐμποιήσατε θείαν,
πᾶσι τοῖς ἐρῶσι ἐν πίστει, μέθεξιν αἰώνιον θεότητος.
Δι’ Εὐχῶν
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου