Παρασκευή 30 Οκτωβρίου 2015

Παράκλησις ὁσ. ΑΜΒΡΟΣΙΟΥ τῆς Ὄπτινα



Παράκλησις ὁσ. ΑΜΒΡΟΣΙΟΥ τῆς Ὄπτινα

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸ θεοφόρον τοῦ Κυρίου δοχεῖον, τὸ εὐωδίαν χαρισμάτων ἐκπνέον, καὶ γλυκασμὸν ἀείζωον ἐκβλύζον δαψιλῶς, τὸν σοφὸν Ἀμβρόσιον, ἐπαινέσωμεν ὕμνοις, ῥῶσιν ἐξαιτούμενοι καὶ ψυχῶν καὶ σωμάτων, αὐτῷ βοῶντες Πάτερ θαυμαστέ, ταῖς σαῖς πρεσβείαις, ἡμᾶς περισκέπασον.
Δόξα. Τὸ αὐτό.
Τὸ θεοφόρον τοῦ Κυρίου δοχεῖον, τὸ εὐωδίαν χαρισμάτων ἐκπνέον, καὶ γλυκασμὸν ἀείζωον ἐκβλύζον δαψιλῶς, τὸν σοφὸν Ἀμβρόσιον, ἐπαινέσωμεν ὕμνοις, ῥῶσιν ἐξαιτούμενοι καὶ ψυχῶν καὶ σωμάτων, αὐτῷ βοῶντες Πάτερ θαυμαστέ, ταῖς σαῖς πρεσβείαις, ἡμᾶς περισκέπασον.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν...
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὠδή α’. Ἦχος πλ. δ’. Ὑγράν  διοδεύσας.
μβρόσιε Πάτερ παρὰ Θεοῦ, εὑρὼν παῤῥησίαν μὴ ἐλλείπεις ὑπὲρ ἡμῶν, δεήσεις προσάγων ὑπὲρ πάντων, τῶν ἀνυμνούντων ἐν πόθῳ τὴν μνήμην σου.
Νοός μου τὸ ἄστατον καθορῶν, γλυκύτατε Πάτερ, στήριξόν μου τὸν λογισμόν, τὸν ὄλισθον φυγεῖν τῆς ἀνομίας καὶ σταθηρῶς με βαδίζειν πρὸς Κύριον.
Τὴν χάριν ἀπώλεσα τοῦ Χριστοῦ, Ἀμβρόσιε μάκαρ, τῇ δουλείᾳ τῶν ἡδονῶν, διὸ μὲ πρεσβείαις σου τὸν πλοῦτον, τοῦ θείου Πνεύματος ἄφθονον δώρησαι.
Θεοτοκίον.
Θεόνυμφε Μῆτερ τοῦ Ποιητοῦ, ἐκτείνασα χεῖρας αἷς ἐβάστασας τὸν Χριστόν, Αὐτὸν ὑπὲρ ἡμῶν ἐκδυσωποῦσα, μὴ διαλίπῃς Παρθένε ἑκάστοτε.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
κ νυκτὸς ἀγνωσίας, θαυματουργὲ Ὅσιε, ἄρας τὴν ἀθλίαν ψυχήν μου ταῖς ἱκεσίαις σου, πρὸς φῶς τὸ ἄδυτον, τῶν τοῦ Χριστοῦ προσταγμάτων, μυστικῶς εἰσάγαγε καὶ καταλάμπρυνον.
λλαμφθεὶς τῆς Τριάδος ταῖς ἀστραπαῖς, Ὅσιε, καὶ κατατρυφῶν τοῦ Κυρίου, μέμνησο πάντοτε, τῶν δεομένων σου καὶ ταῖς θερμαῖς προσευχαῖς σου, λύτρωσαι κακώσεων καὶ περιστάσεων.
ἐχθρὸς μὲ ἐμπαίζει καταδουλῶν πάθεσι καὶ βυθῷ τοῦ ᾍδου κατάγει καὶ καταισχύνει με, θεῖε Ἀμβρόσιε, τῇ κραταιᾷ σου πρεσβείᾳ, τούτου με ἐξάρπασον καὶ σῶσον δέομαι.
Θεοτοκίον.
Παντευλόγητε Κόρη πρὸ γενεῶν Κύριος, ὡς περικαλλέστατον σκῆνος Σὲ ἐξελέξατο· ἐν κατῴκησε καὶ ἀπροσμάχητον τεῖχος, ἔθετό Σε Πάναγνε τῶν ἀνυμνούντων Σε.
Περίσῳζε, πάσης ἀνάγκης καὶ βλάβης τοὺς σὲ ὑμνοῦντας νοσημάτων καὶ λυπηρῶν, θεόφρον Ἀμβρόσιε, καὶ πλήρωσον τῶν πιστῶν τὰς αἰτήσεις.
πίβλεψον...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κάθισμα. Ἦχος β’. Πρεσβεία  θερμή.
Φρυάγματα ἐχθροῦ, μὴ πτήξας Ἱερώτατε, ἀγῶσι κρυπτοῖς, Σατὰν τὸν κακομήχανον, ἐνικήσω τέλεον καὶ αἰτήσεις πληροῖς νῦν τῶν δούλων σου, τῶν ἐν γονάτων κλίσεσι πιστῶς, ἀσπαζομένων τὴν θείαν εἰκόνα σου.

Ὠδή δ’. Εἰσακήκοα Κύριε.
ατρεῖον ἀνάργυρον, ἱερὲ Ἀμβρόσιε, τὸ κελλίον σου ἀνεδείχθη καὶ προσφύγιον, πάντων τῶν θερμῶς παρακαλούντων σε.
αθυμίᾳ συνέχομαι καὶ ταῖς ἁμαρτίαις καταποντίζομαι· τῇ ὁλκάδι τῆς ἀγάπης σου, ναυαγίου λύτρωσαί με, Ὅσιε.
πειράζων οὐ παύεται, θλίβειν καὶ μαστίζειν με, ἀξιάγαστε, ταῖς ἁγίαις σου αἰτήσεσι, κουφισμόν μοι δώρησαι, Ἀμβρόσιε.  
Θεοτοκίον.
κ πανάγνων αἱμάτων Σου, τὸν Δεσπότην πάντων ἐκύησας, Ὅν δυσώπει Παναμώμητε, λύτρωσιν δωρήσασθαι τοῖς κάμνουσι.

Ὠδή ε’. Φώτισον ἡμᾶς.
Νέκρωσον σαρκός τὰ ὀλέθρια κινήματα, τοῦ Ἰησοῦ μου, πάτερ Ὅσιε, ζωὴν τὴν θείαν, ἐμφυτεύων τῇ καρδίᾳ μου.
Φεῖσαί μου δεινῶς, καθ᾿ ἑκάστην κινδυνεύοντος καὶ κλονιζόμενον στερέωσον, λιταῖς σου θείαις πρὸς τὸν Κύριον, Ἀμβρόσιε.
Θλίψεσι πολλαῖς, πειρασμοῖς καὶ ἀῤῥωστήμασι δοκιμαζόμενον, θεόσοφε, ταῖς προσευχαῖς σου ὑπομένειν με ἐνίσχυσον.
Θεοτοκίον.
Μήτηρ ἀληθῶς, τοῦ Θεοῦ Ἁγνὴ γεγένησαι, ὦ καὶ παρίστασαι λατρεύουσα· καὶ τοὺς Σοὺς δούλους, ἐν ἀγάπῃ περιέπουσα.

Ὠδή στ’. Τήν δέησιν ἐκχεῶ.
Τραυμάτων μοι, ἰατρὸς νῦν φάνηθι, τῇ προσψαύσει τῶν ἁγίων σου λειψάνων, τὰ τῆς σαρκὸς ἰατρεύων μου πάθη καὶ τῆς ψυχῆς κατευνάζων οἰδήματα, Ἀμβρόσιε θαυματουργέ, παῤῥησίᾳ πρὸς Κύριον χρώμενος.
μβρόσιε, ταραχήν μου κόπασον καὶ δειλίας μου διάλυσον τὰ νέφη καὶ θυρεὸς ἀσφαλὴς γίνου, Πάτερ, κατὰ τοῦ νῦν ἀπειλοῦντός με δράκοντος· καὶ ταῖς ἁγίαις σου εὐχαῖς, τὴν ψυχήν μου ἀλώβητον φύλαξον.
πνώττοντα ἀμελείᾳ, Ὅσιε, διεγείρεις με τῇ μνήμῃ τῶν σῶν ἄθλων, οὓς ἐν χαρᾷ ἐπετέλεσας, Πάτερ, τὴν τοῦ Κυρίου ἀγάπην κτησάμενος· οἰκείωσον κἀμὲ Χριστῷ, σαῖς θερμαῖς καὶ ἀπαύστοις δεήσεσι.
Θεοτοκίον.
Πανύμνητε Θεοτόκε, πρόφθασον καὶ θηράτρων τοῦ δολίου λύτρωσαί με καὶ τῇ θερμῇ καὶ στεῤῥᾷ προστασίᾳ ἐπιβουλῆς τοῦ ἐχθροῦ διαφύλαξον καὶ πλήρωσόν με τῆς χαρᾶς, τοῦ Υἱοῦ καὶ Θεοῦ Σου, Ἀπείρανδρε.
Περίσῳζε, πάσης ἀνάγκης καὶ βλάβης τοὺς σὲ ὑμνοῦντας, νοσημάτων καὶ λυπηρῶν, θεόφρον Ἀμβρόσιε, καὶ πλήρωσον τῶν πιστῶν τὰς αἰτήσεις.
χραντε, διὰ λόγου...

Ἱερεὺς
Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς τῶν καμάτων ἱδρῶσι, Μακάριε, τὸν τῆς ψυχῆς σου χιτῶνα ἐκάθηρας καὶ λάμψας φωτὶ τῷ τῆς χάριτος, τῶν προστρεχόντων σοι πρέσβυς γεγένησαι, νοσούντων τε ῥύστης, Ἀμβρόσιε.

Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

ΕΥΑΓΓΕΛΙΟΝ ἐκ τοῦ κατὰ Ματθαῖον (κεφ. ια΄, 27-30).
Εἶπεν ὁ Κύριος τοῖς μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τὶς ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Στίχ.: Ἐλέησόν με ὁ Θεός...
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Πάτερ ἀξιάγαστε, τοῖς οἰκτιρμοῖς σου προστρέχω, θαῤῥῶν τῷ ἐλέει σου, δάκρυα προσάγων σοι ὁ ἀνάξιος· ῥῦσαί με τοῦ δράκοντος τοῦ δεινοῦ, θεσπέσιε, καὶ Χριστοῦ τοῦ Παντοκράτορος δοῦλόν με ποίησον, ταῖς ἁγιωτάταις πρεσβείαις σου· καὶ νόσων ἐλευθέρωσον, πάθους τε παντοίου με κάθαρον· καὶ τῶν Ὀρθοδόξων τὴν ποίμνην ἐξ ἐχθρῶν ἐπιβουλῆς καὶ ἐξ αἱρέσεων λύτρωσαι, ἱερὲ Ἀμβρόσιε.
ερεύς.
Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φμς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλομαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φσον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                               
Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθ’ ο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.

Ὠδή ζ’. Οἱ  ἐκ  τῆς  Ἰουδαίας.
Τυραννούμενος νόσοις, ὥσπερ Μάρτυς πολύαθλος καθυπέμεινας, τὰ ἄλγη καὶ θεράπων παντοίων νοσημάτων πεφανέρωσαι χάριτι, τῇ δωρηθείσῃ ἐκ Θεοῦ, Ἀμβρόσιε θεόφρον.
Τοῦ στομάχου τοὺς πόνους καὶ αἱμόῤῥοιαν πᾶσαν, πάτερ Ἀμβρόσιε, καὶ νόσους ἀνιάτους, φυγάδευσον ἐν τάχει, τῇ ἀφῇ τῶν λειψάνων σου καὶ παραμύθησον καλῶς, ψυχὰς τῶν θλιβομένων.
Τὴν Μονὴν Συμεῶνος, Θεολόγου τοῦ Νέου μάκαρ Ἀμβρόσιε, λειψάνων σου τὴν θήκην, τιμῶσαν πάσης βλάβης, καὶ πυρὸς διαφύλαξον, σὺν Θεολόγῳ τὰς εὐχάς, προσάγων τῷ Κυρίῳ.
Θεοτοκίον.
Πρὸ τοῦ τόκου παρθένος καὶ ἐν τόκῳ παρθένος, Μαρία, ἔμεινας καὶ πάλιν μετὰ τόκον παρθένος οὖσα, Κόρη, τὴν καρδίαν μου φώτισον καὶ ἐνθυμήσεων αἰσχρῶν ἀπάλλαξόν με τάχει.

Ὠδή η’. Τόν Βασιλέα.
Καταποθέντα τῇ ἀκηδίᾳ, θεόφρον, καὶ ταῖς θλίψεσι δεινῶς ἀπεγνωσμένον, πτέρυξι ἀγάπης τῆς σῆς περίβαλλόν με.
τοπημάτων καὶ ἐκ βαράθρων κακίας, ἡμᾶς λύτρωσαι, Ἀμβρόσιε τρισμάκαρ, στίφη τῶν δαιμόνων μακρύνων ταῖς εὐχαῖς σου.
Δακρύων ὄμβρους καὶ κατανύξεως πόμα, πότισόν με ταῖς θερμαῖς σου ἱκεσίαις, πρὸς τὸν Ζωοδότην, Ἀμβρόσιε παμμάκαρ.  
Θεοτοκίον.
πειρογάμως τὸν Θεὸν Λόγον τεκοῦσα, περισκέπασόν με, Ἄχραντε Μαρία, καὶ καταύγασόν με φωτὶ θεογνωσίας.

Ὠδή θ’. Κυρίως Θεοτόκον.
Τὰ ἕλκη τῆς ψυχῆς μου καὶ μώλωπας σαρκός μου, τῇ ἐνεργείᾳ τῆς χάριτος ἴασαι, τὸν Ἰησοῦν ἱκετεύων, πάτερ Ἀμβρόσιε.
Τὴν ἄκτιστον σοφίαν κτησάμενος, θεόφρον, τὸν σοφιστὴν τῆς κακίας ἐκνεύρισον, αὐτοῦ παγίδας ἐκφεύγειν καλῶς διδάσκων με.
Χριστοῦ με δεῖξον παῖδα, Ἀμβρόσιε παμμάκαρ, ταῖς εὐπροσδέκτοις πρεσβείαις πρὸς Κύριον καὶ κληρονόμον τῆς δόξης Αὐτοῦ μὲ ποίησον.
Αἱρέσεων ἀθέων διάλυσον ἐφόδους καὶ Ὀρθοδόξων τὸ κέρας κραταίωσον, τῷ Ἰησοῦ προσεδρεύων, κλεινὲ Ἀμβρόσιε.
Θεοτοκίον.
Τιμῶμέν Σε Παρθένε, ὡς τέξασαν τὸν Λόγον καὶ ὑπερτέραν Ἀγγέλων ὑπάρχουσαν, τῇ ἀνυστάκτῳ πρεσβεία Σου στερεούμενοι.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Δάκρυσιν προσπέσωμεν εὐλαβῶς, εἰκόνι τῇ θείᾳ Ἀμβροσίου τοῦ θαυμαστοῦ, αἰτούμενοι πάντες χαρίσματα ποικίλα, ψυχῆς εἰς σωτηρίαν ἀεὶ συντείνοντα.
Χαίροις τοῦ Δεσπότου δοῦλε πιστέ, ταλάντων τὸν πλοῦτον ἐπαυξήσας πόνοις πολλοῖς· χαίροις ὁ σκορπίζων τοῖς πένησι τὴν χάριν καὶ πάντας ἁγιάζων, μάκαρ Ἀμβρόσιε.
Χαίροις τῆς Ῥωσίας ὁ θησαυρός, Ἐκκλησίας πάσης τὸ ἀγλάϊσμα τὸ τερπνόν· χαίροις θλιβομένων στεῤῥὰ παραμυθία, νοσούντων ὁ θεράπων, πάτερ Ἀμβρόσιε.
Δεῦτε Συμεῶνος οἱ Μονασταί, εὐσεβῶν οἱ δῆμοι συνελθόντες χαρμονικῶς, τιμήσωμεν ἀξίως, Ἀμβρόσιον τὸν μέγαν, τῇ θήκῃ τῶν λειψάνων αὐτοῦ προσπίπτοντες.
Πᾶσαι τῶν Ἀγγέλων..
Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.
ερεύς. Ὃτι σου ἐστιν…..
Tά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.
λέησον  ἡμᾶς,* Κύριε,  ἐλέησον  ἡμᾶς,* πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες,* ταύτην  Σοι  τήν  ἱκεσίαν,* ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν,* ἐλέησον  ἡμᾶς.
Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς,* ἐπί  Σοί  γάρ  πεποίθαμεν.* Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα,* μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος*  καί  λύτρωσαι  ἡμᾶς* ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν.* Σύ  γάρ  εἶ  Θεός  ἡμῶν*  καί  ἡμεῖς  λαός  Σου,* πάντες  ἔργα  χειρῶν  Σου*  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν,* εὐλογημένη  Θεοτόκε,* ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν,* ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων·* Σύ  γάρ    σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.
Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Πρ δ το δι’ εχν·

Ἦχος β´. Ὅτε ἐκ τὸν ξύλου.
Φέγγος τοῦ Χριστοῦ χαροποιόν, ἅλας οἰκουμένης ὑπάρχεις, θεῖε Ἀμβρόσιε, πᾶσι φαίνων ἄριστα λύχνῳ τοῦ βίου σου καὶ ἀρτύων τοῖς λόγοις σου τοὺς σοὶ προσιόντας, πιστοὺς δὲ πρεσβείαις σου δεινῶν λυτρούμενος, πάντων τὰς καρδίας γινώσκων, πάθη δὲ ψυχῶν θεραπεύων καὶ τὰ τῶν σωμάτων ἀῤῥωστήματα.

Δέσποινα πρόσδεξαι..

Τὴν πᾶσαν ἐλπίδα μου...

Δι’ εὐχῶν…
Σημείωσις.
  Παράκλησις  στήν  πηγή  εἶναι  ἀνεπίγραφος. Ὅμως δύο  ἀναφορές   στήν  Ἱερά  Μονή  ἁγ.  Συμεών  τοῦ  Νέου  Θεολόγου (Καλάμου Ἀττικῆς;)  μᾶς  ἐπιτρέπει νά  ὑποθέσουμε,  ὅτι    εἶναι  ποίημα  τῶν  πατέρων τῆς  Μονῆς    φιλοπονήθηκε  κατά  παραγγελίαν  αὐτῶν, ἀπό  Ὑνμογράφο    ὁποῖος  διατηρεῖ  τήν  ἀνωνυμία  του.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου