Παράκλησις ὁσ.
ΑΝΤΩΝΙΟΥ τοῦ Μεγάλου καί ΠΑΥΛΟΥ τοῦ Θηβαίου.
Ποίημα Δρ. Χαραλάμπους Μπούσια
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων
αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς ἀπλανεῖς τῆς Θηβαΐδος ἀστέρας, τοὺς ἐν ἀσκήσει
ἰσοβίῳ τελείᾳ, χαμαικοιτίᾳ δάκρυσι πολλοῖς στεναγμοῖς, καὶ ἱδρῶσιν ἅπασαν
καταυγάσαντας κτίσιν, δεῦτε εὐφημήσωμεν καὶ βοήσωμεν πίστει· ἐξ ἀνηκέστου
ῥύσασθε φθορᾶς, ἡμᾶς ὦ Παῦλε σοφὲ καὶ Ἀντώνιε.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα
ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανών, οὗ ἡ ἀκροστιχίς: ΜΕΣΙΤΕΙΑΝ ΠΑΥΛΟΥ ΚΑῚ ΑΝΤΩΝΙΟΥ ΑΙΤΟΥΜΑΙ. Χ.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Μὴ παύσητε πρότυπα μοναστῶν, μακάριε Παῦλε, καὶ Ἀντώνιε τοῦ Χριστοῦ,
δεόμενοι δοῦναί μοι σοφίαν, τοῦ ἀντιστῆναι τῇ πλάνῃ τοῦ ὄφεως.
Ἐνθέων χαρίτων καὶ ἀρετῶν, φωστῆρες ἐρήμου, πεπλησμένοι μαρμαρυγαῖς, φωτὸς
σωτηρίου τῶν τιμώντων, ὑμᾶς πιστῶς τὰς ψυχὰς καταυγάσατε.
Σταυροῦ τῇ δυνάμει πυρσοὶ λαμπροί, τὴν ἔπαρσιν ὄντως, κατεβάλετε τοῦ ἐχθροῦ,
καὶ νῦν τῷ Χριστῷ παρεστηκότες, ὑπὲρ ἡμῶν ἀενάως πρεσβεύετε.
Ἰάσασθε πάθη τὰ χαλεπά, ψυχῶν καὶ σωμάτων, Θηβαΐδος καθηγηταί, Ἀντώνιε ἅμα
τε καὶ Παῦλε, τῶν τὴν ἡμῶν εὐφημούντων ἐνάσκησιν.
Θεοτοκίον.
Τῇ θείᾳ προσφεύγων σου ἀρωγῇ, κραυγάζω σοι· πύλας, μετανοίας μοι Μαριάμ,
Πανύμνητε ἄνοιξον καὶ ῥῦσαι, ἐξ ἁμαρτίας τὸν δοῦλόν Σου δέομαι.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ἐπὶ κλίνης ὀδύνης, καὶ σκοτασμοῦ κείμενοι, σὲ τὸν οἰκιστὴν Θηβαΐδος,
ἐπικαλούμεθα, ἐξ ἑνεστῶτος κακοῦ, καὶ ἀσθενείας λοιμώδους, ῥῦσαι τοὺς ἱκέτας
σου, Παῦλε βοῶμέν σοι.
Ἱκετεύω ἐν πόθῳ, τοὺς τῆς ψυχῆς μώλωπας, ἴασαί μου
φοίνιξ ἐρήμου, μάκαρ Ἀντώνιε, ὁ τὰς δαιμόνων ὁρμάς, τὰς βδελυρὰς ἀποκρούσας,
χάριτι τοῦ Κτίσαντος, καὶ Παντοκράτορος.
Ἀγωγῆς ἐναρέτου, ὑπογραμμὸς γέγονας, καὶ ἀπαρακλήτου
ἐρήμου, θεῖος διάκοσμος, διό σοι Παῦλε σοφέ, τῷ ἀσκητῇ τοῦ Κυρίου, προσιόντες
χάριτας, πάντες λαμβάνομεν.
Νοσημάτων παντοίων, τῶν ἀρετῶν ἄγαλμα, καὶ τῶν εὐδρομοῦντων ἀλεῖπτα, θεῖε
Ἀντώνιε, τοὺς εὐφημοῦντας πιστῶς, τοὺς σοὺς ἀόκνους καμάτους, ῥῦσαι καὶ
διάσωσον, πάντας ἐκ θλίψεων.
Θεοτοκίον.
Προστασίαν καὶ σκέπην, ἐν συμφοραῖς ἔχομεν, σὲ
Θεογεννῆτορ Παρθένε, καὶ καταφύγιον, οἱ ἐν τοῖς βίου δεινοῖς, καὶ τρικυμίαις
καὶ ζάλαις, στένοντες Πανύμνητε, ὅρμε ἀχείμαστε.
Λυτρώσατε, ἀπὸ κινδύνων Ἀντώνιέ τε καὶ Παῦλε, τοὺς
ἀπαύστως τῇ κραταιᾷ ὑμῶν σκέπῃ σπεύδοντας, ὡς κόσμου προστᾶται ταχεῖς καὶ
ῥῦσται.
Ἐπίβλεψον...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ
ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀζύγων σεπτῶν ἐρήμου ὑφηγήτορες, ἀνδρῶν ζηλωτῶν τῆς
πίστεως κειμήλια, εὐλαβῶς ἡμῖν κράζομεν· Θηβαΐδος ῥόδα μυρίπνοα, ἐξ ἁμαρτίας
ῥύσασθε δεινῆς, τοὺς πόθῳ ὑμᾶς ἀεὶ γεραίροντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀκηλίδωτον ἔσοπτρον, Παῦλε θεηγόρε τοῦ θείου Πνεύματος,
τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα, σαῖς λιταῖς τῷ πνεύματι ὑπόταξον.
Ὑπὲρ φύσιν Ἀντώνιε, ἐν τῇ Θηβαΐδι ἀγωνισάμενος,
ἰατρεῖον ὤφθης ἄσυλον, τῶν ψυχῶν ἀζύγων ἀκροθίνιον.
Λαμπηδόνες ἀείφωτοι, ἐγκρατείᾳ ἔρημον ἐφωτίσατε, Παῦλε θεῖε καὶ Ἀντώνιε, καὶ
πιστῶν τὰς τρίβους κατηυγάσατε.
Θεοτοκίον.
Οὐρανῶν Παναμώμητε, καὶ τῆς γῆς ὀσφράδιον εὐωδέστατον, τὴν ψυχήν μου
καταμύρισον, ταπεινοφροσύνῃ καὶ πρᾳότητι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕπουλον ἐχθρόν, τὸν ζητοῦντα ἀφανίσαι με, ἐκδιώξατε οἱ τούτου τὰς ὁρμάς,
προσευχῇ τε καὶ νηστείᾳ ἀντικρούσαντες.
Κῆπον τῆς Ἐδέμ, λογιζόμενοι τὴν ἔρημον, ἐντρυφήσατε τὸ μέλι ἐν αὐτῇ, τῆς
θεώσεως ὦ Παῦλε καὶ Ἀντώνιε.
Ἄνοσον ζωήν, δότε πᾶσι τοῖς γεραίρουσι, θεῖε Παῦλε καὶ Ἀντώνιε ὑμᾶς, ὡς
πασχόντων ἰατροὺς καὶ ἀντιλήπτορας.
Θεοτοκίον.
Ἴασαι ἡμᾶς, Θεοτόκε κοσμοπόθητε, τοὺς προστρέχοντας τῇ Σῇ ἐπισκοπῇ, καὶ
ψυχῶν τὰς ἀῤῥωστίας ἀποδίωξον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀντώνιε, δένδρον εὐσκιόφυλλον, τῆς ἐρήμου ὁ πληθύϊ ἀγώνων, ἀναδειχθείς,
μοναστῶν ὑφηγήτωρ, καὶ πολιστὴς Θηβαΐδος τρισένδοξος, ἱκέτευε διηνεκῶς, τὴν ἐξ
ὕψους δοθῆναί μοι λύτρωσιν.
Νουνέχειαν, τοῦ ἀνδρὸς τιμήσωμεν, δι’ ἧς ἔπαυσε λεόντων
ἐφόδους, ἐν Θηβαΐδι βοῶντες ἀπαύστως· τοὺς εὐσεβεῖς θεῖε Παῦλε ἐνίσχυσον,
καταβαλεῖν τοῦ πονηροῦ, τὰς δολίας ἐφόδους πανόλβιε.
Τὴν κλίμακα, ἀρετῶν ἀνήλθετε, ἐν ἐρήμῳ Θηβαΐδος καὶ
χθόνα, αὐτῆς ἀρδεύσαντες ὄμβροις ἱδρώτων, πρὸς τὰ οὐράνια ἤρθητε δώματα,
λιτόμενοι ὑπὲρ ἡμῶν, Παῦλε μάκαρ καὶ σῶφρον Ἀντώνιε.
Ὡς ἄσαρκοι, ἐπὶ γῆς βιώσαντες, ἀρετῆς καινὴν ὁδὸν ἀγαγόντες, τῆς Θηβαΐδος
οἰκήτορες πρῶτοι, ἀνδρῶν ἀζύγων κανόνες ἐδείχθητε, καὶ τρίβον πᾶσι τῷ Θεῷ,
τελειότητος δεῖξαι πρεσβεύσατε.
Θεοτοκίον.
Ναρδόσταχυ, μυροβόλε Δέσποινα, ἡ ἀῤῥήτου εὐωδίας πληροῦσα, τὸ χριστεπώνυμον
πλῆθος δυσώπει, τὸν Σὸν Υἱὸν καὶ τοῦ κόσμου ὀσφράδιον, ῥυσθῆναι πάντας συφορῶν,
ἀλγηδόνων δεινῶν καὶ κακώσεων.
Λυτρώσατε, ἀπὸ κινδύνων Ἀντώνιέ τε καὶ Παῦλε, τοὺς ἀπαύστως τῇ κραταιᾷ ὑμῶν σκέπῃ σπεύδοντας, ὡς κόσμου προστᾶται ταχεῖς καὶ ῥῦσται.
Ἄχραντε...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ
ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν
Χριστιανῶν.
Θηβαΐδος ξυνωρὶς Κυρίῳ εὐάρεστος, ἐπίσταται ψυχῶν τῶν
ἡμῶν ἱερώτατοι, ταῖς ἀπαύστοις, ὑμῶν πρεσβείαις σπεύδομεν ταχύ, οἱ ἐν κλύδωσί
τε συμφοραῖς, καὶ ἐφορμήσει τοῦ ἐχθροῦ, χειμαζόμενοι κράζοντες· σπεύσατε
βοηθῆσαι, τοὺς πέλοντας καθ’ ἑκάστην, ἐν δυσθυμίᾳ γηγενεῖς, θεῖε Παῦλε καὶ
Ἀντώνιε.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον
τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός
μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες
Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα
Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον...
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας
μου...
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (κεφ. ιβ΄.
8-12):
Εἶπεν ὁ Κύριος· Πᾶς ὅς ἄν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων...
Δόξα: Ταῖς τῶν Σῶν Ἁγίων...
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου...
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἦχος πλ. β΄.
Ζεῦγος τὸ θεόφιλον, τὴν ἱερὰν ξυνωρίδα, Παῦλον τὸν μακάριον, καὶ τὸν θεῖον
πρύτανιν μακαρίσωμεν, μέγαν Ἀντώνιον, ὄργανον χάριτος, καὶ ἀσκήσεως ἐκτύπωμα,
καὶ τούτοις κράξωμεν· ἐρήμου θεόσδοτοι ἔνοικοι, σπεύσατε διασώσασθαι, τοὺς ὑμῶν
αἰτοῦντας ἐπιστασίαν, ἵνα εἰς αἰῶνα, δοξάζωσι τὸν Κτίστην τοῦ παντός, καὶ
ζωοπάροχον Κύριον, τὸν ὑμᾶς κρατύναντα.
Σῶσον,
ὁ Θεός, τὸν λαόν Σου, καὶ
εὐλόγησον τὴν κληρονομίαν
Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν
ἐλέει καὶ οἰκτιρμοῖς·
ὕψωσον κέρας Χριστιανῶν
ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’
ἡμᾶς τὰ
ἐλέη Σου τὰ πλούσια· πρεσβείαις
τῆς παναχράντου, Δεσποίνης ἡμῶν,
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας·
δυνάμει τοῦ Τιμίου καὶ
ζωοποιοῦ Σταυροῦ· προστασίαις
τῶν τιμίων, ἐπουρανίων Δυνάμεων
Ἀσωμάτων· ἱκεσίαις τοῦ
τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ
Βαπτιστοῦ Ἰωάννου· τῶν
Ἁγίων, ἐνδόξων, πανευφήμων
καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου
καὶ Παύλου, καὶ πάντων τῶν
Ἁγίων Ἀποστόλων· τῶν
ἐν Ἁγίοις Πατέρων
ἡμῶν, μεγάλων Ἱεραρχῶν,
καὶ οἰκουμενικῶν
διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου
τοῦ Θεολόγου καὶ Ἰωάννου
τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ
Κυρίλλου, Ἰωάννου τοῦ
Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας·
Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος
ἐπισκόπου Τριμυθοῦντος, καὶ
Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν·
τῶν Ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου,
Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ
Στρατηλάτου καὶ Μηνᾶ τοῦ
θαυματουργοῦ· τῶν Ἱερομαρτύρων
Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν
Ἁγίων, ἐνδόξων, μεγάλων
μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης,
Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς
καὶ Εἰρήνης· τῶν
Ἁγίων ἐνδόξων καὶ
καλλινίκων Μαρτύρων· τῶν Ὁσίων
καὶ θεοφόρων Πατέρων ἡμῶν,
τῶν ἐν ἀσκήσει
λαμψάντων· (τοῦ Ἁγίου
τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων
καὶ δικαίων θεοπατόρων Ἰωακείμ
καὶ Ἄννης· (τοῦ
Ἁγίου τῆς ἡμέρας,
ἐὰν ἑορτάζεται) καὶ
πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν
Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν
τῶν ἁμαρτωλῶν
δεομένων Σου καὶ ἐλέησον
ἡμᾶς.
Κύριε
ἐλέησον (ιβ’ [τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἱλασμὸν ἐγκλημάτων, ἐγκρατείας ὀάσεις καὶ δένδρα ἀειθαλῆ, Ἀντώνιε καὶ Παῦλε,
βραβεύσατε τοὺς πίστει, εὐφημοῦντας ἐν ᾄσμασιν, ὑμῶν τοὺς θεοτρεπεῖς, ἀγῶνας ἐν
ἐρήμῳ.
Οἱ ἐκ νόσων παντοίων, ἀδοκήτων κινδύνων, καὶ πειρασμῶν ζοφερῶν, τρυχόμενοι
ταῖς θείαις, ὑμῶν πρὸς τὸν Σωτῆρα, μεσιτείαις προσφεύγομεν, Ἀντώνιε ἱερέ, καὶ
Παῦλε θεοφόρε.
Ὑπεράγαν πτωχείαν, ἀγαπήσαντες ὄντως ἐν τῇ ἐρήμῳ μακράν, Ἀντώνιε καὶ Παῦλε,
ᾠκήσατε καὶ σκεύη Παρακλήτου γεγόνατε, πρεσβεύετε οὖν Χριστῷ, ὑπὲρ ὑμῶν
ἀπαύστως.
Θεοτοκίον.
Ἀγλαόμορφε Κόρη, Παναγία Παρθένε, χαρᾶς ἐμῆς θησαυρέ, ἐφάπλωσον Σὴν σκέπην, καὶ πάντας περιφρούρει, τοὺς ἐν πίστει δοξάζοντας, τὰ μεγαλεῖα τὰ Σά, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἵνα δοξάζω, ὑμῶν τὰ ἔνδοξα ἆθλα, ἐν ἐρήμῳ ὦ Ἀντώνιε καὶ Παῦλε, δότε μοι
ὑγείαν, κατ’ ἄμφω θεοφόροι.
Τὰ τῆς ψυχῆς μου, ἀποκαθάρατε πάθη, οἱ συντόνῳ ἐνασκήσει καθαρθέντες, ἐν τῇ
Θηβαΐδι, Ἀντώνιε καὶ Παῦλε.
Ὅσοι ἐν πίστει, εἰλικρινεῖ εὐφημοῦσι, τὰ παλαίσματα ὑμῶν Πατέρες θεῖοι, τῶν
ψυχῶν ἀφθόνως, λαμβάνουσι τὴν ῥῶσιν.
Θεοτοκίον.
Ὕπουλον ὄφιν, Παρθένε σύντριψον τάχος, ἵνα μὴ ἀποπλανήσῃ με τὸν τάλαν, τοῦ
Σοῦ θείου Τόκου, τῇ κραταιᾷ δυνάμει.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσητε τὸν Κτίστην, λιτόμενοι ἀπαύστως, Παῦλε σοφὲ καὶ Ἀντώνιε ἔνθεε,
ψυχῆς εἰρήνην διδόναι ὑμᾶς τοῖς μέλπουσιν.
Ἀγγέλων συμπολῖται, Ἀντώνιε καὶ Παῦλε, μὴ διαλίπητε κατεποπτεύοντες, τοὺς
ἀκλινεῖ διανοίᾳ ὑμᾶς γεραίροντας.
Ἰάσασθε τὰς νόσους, μοναζόντων κλέη, τῶν ἀσιγήτως τιμώντων τὰ σκάμματα, ὑμῶν
Πατέρες ἐρήμου θεοειδέστατοι.
Θεοτοκίον.
Χαρίτωσόν με Κόρη, τὸν Σὲ ἀνυμνοῦντα, ὡς ἐναρέτου ζωῆς ὑποτύπωσιν, καὶ ἀληθῆ
Θεοτόκον ὁμολογοῦντά Σε.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν
ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν
Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις πανυπέρτιμε ξυνωρίς, Παῦλε θεοφόρε, τῆς ἐρήμου ὑφηγητά, καὶ
πνευματοφόρε, Ἀντώνιε φωσφόρε, τῆς Θηβαΐδος κρίνα, πανευωδέστατα.
Χαίροις Θηβαΐδος σεπτὴ δυάς, ἡ τὴν μονοτρόπων, ὑποδείξασα βιοτήν, χαίροις
μάκαρ Παῦλε, κυάθιον σοφίας, καὶ σκεῦος ἐγκρατείας, θεῖε Ἀντώνιε.
Χαίροις μονοτρόπων ἡ κορυφή, χαίροις τῆς Ἀγγέλων, πολιτείας ὁ μιμητής,
χαίροις τῆς ἐρήμου, τὸ μυροβόλον ἄνθος, Ἀντώνιε Ὁσίων τὸ ἀκροθίνιον.
Χαίροις μοναζόντων ἡ κορωνίς, χαίροις ἐγκρατείας, καὶ ἀσκήσεως ἡ κρηπίς,
χαίροις Θηβαΐδος, ὁ οἰκιστὴς ὁ πρῶτος, Ἀγγέλων συμπολῖτα, Παῦλε θεσπέσιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,* Κύριε,
ἐλέησον ἡμᾶς,* πάσης γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι τήν ἱκεσίαν,* ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,* ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν
πύλην ἄνοιξον ἡμῖν,* εὐλογημένη Θεοτόκε,* ἐλπίζοντες εἰς
Σέ μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ
ἡ σωτηρία τοῦ
γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος γ΄.
Θείας πίστεως.
Θεῖοι πρώταρχοι, τῶν μονοτρόπων, ἐνοικήσαντες ἐν
Θηβαΐδι, ἠγλαΐσατε ἐρήμου τὰ πέρατα, Ὅσιε Παῦλε σοφὲ καὶ Ἀντώνιε, πνευματοφόρε
ἀσκήσεως ἔσοπτρα, τῷ Παντάνακτι, Χριστῷ ἐκτενῶς πρεσβεύσατε, δωρήσασθαι ἡμῖν τὸ
μέγα ἔλεος.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Πάντων προστατεύεις.
Πάντας, τοὺς τιμῶντας τὴν ὑμῶν, ἄσκησιν ἐν τῇ Θηβαΐδι, ὀάσεις πνευματικαί,
Παῦλε ἀξιάγαστε ἀκτημοσύνης κανών, καὶ Ἀντώνιε ὄλβιε, πυθμὴν σωφροσύνης,
σκέπετε καὶ ῥύσασθε, ἐξ ἀνηκέστου φθορᾶς, ἵνα ἐσαεὶ ἀνυμνῶσι, τὸν δι’ ἀγαθότητα
ἄκραν, ἐν τῷ Ἰορδάνῃ κάραν κλίναντα.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Δι’ εὐχῶν…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου