Παρασκευή 30 Οκτωβρίου 2015

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΚΑΜΑΡΙΩΤΙΣΣΗΣ Σαμοθράκης



Παράκλησις ΠΑΝΑΓΙΑΣ ΚΑΜΑΡΙΩΤΙΣΣΗΣ Σαμοθράκης.
Ποίημα Ἱερέως Γεωργίου Γιαλαμᾶ

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον, ἐφ᾿ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς Σοὺς δούλους κενούς· Σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα.
Τοῦ Ἁγίου τῆς ἡμέρας τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοφάνους. Ὅμοιον.
Τῶν παραδόσεων κανών καὶ ἐπόπτης, ὁ τῶν εἰκόνων τῶν Ἁγίων προστάτης, τῶν μοναζόντων καύχημα, πτωχῶν ὁ δοτήρ· ὧδε ὑπερόριος, ἐν Σαμοθράκῃ τελευτᾶ· πλοῦτος χαρισμάτων ὧν καὶ πηγὴ θαυμασίων καὶ νοσημάτων ἔστι ἰατρός· ὁ Θεοφάνης, ὁ φύλαξ τῆς πίστεως.

Καὶ νῦν. Εἰς τὴν Καμαριώτισσαν. Ὅμοιον.
Τὴν ἐπισκέπτριαν ἡμῶν ἀνυμνοῦμεν, τὴν θαυματόβρυτον εἰκόνα τιμῶμεν, τὰς παρακλήσεις ἄκουσον, Ἁγνὴ τῶν πιστῶν, πρόσδεξαι τὰς ἱκεσίας μου, τὰς εὐχὰς καὶ τὰ δάκρυα· αἴτησαι πρὸς Κύριον, ἀφιέναι πταίσματα· καὶ τὴν εἰρήνην δώρησαι ἡμῖν, ἄχρις αἰῶνος, σεπτὴ Καμαριώτισσα.

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ Κανών τῆς Παναγίας, οὗ ἡ Ἀκροστιχίς· Ὑμνώ, μεγαλύνω, Καμαριώτισσαν, Γεώργιος.

ᾨδὴ α´. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας.
μνῶ ἐπισκέπτριαν προσφιλῆ, τὴν ὑπὸ Ἀγγέλων ὑμνουμένην ἐν οὐρανοῖς· τὴν ἐπὶ κυμάτων ἀφιχθεῖσαν, τῆς Σαμοθράκης τὸ θεῖον ἀγλάϊσμα. 
Μαρία ὦ Μῆτερ Χριστιανῶν, τῶν εἰκονομάχων διαφεύγεις τὸ μοχθηρόν, καλῶς κυβερνῶσα Σὴν εἰκόνα, εἰς Σαμοθράκην ὠθεῖς ἀσφαλέστατα. 
Νοσοῦντας ἰᾶται καὶ τὰς ψυχάς, καὶ τοὺς ἐν κινδύνοις διασῴζει καὶ ναυαγούς· σαγήνας πληροῦσα ἁλιέων, τῶν τὴν εἰκόνα τιμώντων ἐκ πίστεως. 
ραῖον τὸ ὄνομα καὶ γλυκύ, τῆς πολυευσπλάγχνου τῆς Κυρίας τῶν Οὐρανῶν, συγγνώμην παράσχου μοι Παρθένε, τῷ παναθλίῳ ἱκέτῃ Σου δέομαι.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Μεγαλύνω καὶ ψάλλω, Σὸν θαυμαστὸν ὄνομα καὶ τοῦ παραδόξου Σου Μῆτερ τῆς ἐπισκέψεως· θαυμάτων ὤφθης πηγή, ὁ ἰατὴρ νοσημάτων, καὶ λιμὴν σωτήριος οὖσα Πανάχραντε. 
κκλησίας ὁ λύχνος ὁ φωταυγὴς Ἄχραντε, τοῦ Θεοῦ καὶ Λόγου δοχεῖον τὸ καθαρώτατον, ἡ μόνη ἐν γυναιξί, τῶν ἀρετῶν ἡ ἀκρότης, ἡ μετὰ τὸν τόκον Παρθένος ἀμόλυντος.
Γηθοσύνως ὑμνῶ Σε θεοστεφὲς Δέσποινα καὶ τὴν ἱεράν Σου εἰκόνα πίστει ἀσπάζομαι· ἐν τῇ ἀγάπῃ τῇ Σῇ, ἁμαρτιῶν μου τὰ πλήθη, καὶ πταισμάτων ἄφεσιν, δίδου τῷ δούλῳ Σου. 
ποδημίαν οἶδας τῶν οὐρανῶν Ἄνασσα καὶ τῶν ἀποδήμων ὁ φύλαξ Σὺ ἀναδέδειξαι· τῶν ἐν θαλάσσῃ καὶ γῇ, τοὺς στεναγμοὺς ἀπαλύνεις, τῶν πιστῶν τὸ στήριγμα, μόνη Πανύμνητε.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς Σὲ καταφεύγομεν· ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
πίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β´.
Τὴν θείαν μορφήν Σου τὴν ἱερὰν καὶ παρήγορον· ἐδώρησας Ἄχραντε τὴν Καμαριώτισσαν, ἥν προσκυνοῦντες βοῶμέν Σοι· Δέσποινα λύτρωσαι ἡμᾶς, καὶ ἐκ κινδύνων παντοίων καὶ λοιμῶν, τοὺς δούλους Σου διαφυλάττε.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Λαμπροφόρος ἡ ἔλευσις, τῆς σεπτῆς εἰκόνος Σου Καμαριώτισσα· ἀνυμνοῦντές Σε δοξάζομεν, καὶ ἀσμένως τὸ χαῖρε βοῶμέν Σοι.
ποστᾶσα τὴν δίωξιν, Παναγία πάνσεπτε Καμαριώτισσα· ἐν τῇ νῆσῳ ἐπεδήμησας, καὶ προσήνεγκες θεῖόν Σου Ὄνομα.
Νόες μέλπουσι Πάναγνε, τῆς φρικτῆς κυήσεως τὸ μυστήριον, προσκυνῶν δὲ τὴν εἰκόνα Σου, παρθενίας ὑμνῶ τὴν ὡραιότητα.
πανύμνητε Δέσποινα, ταπεινῆς αἰτήσεώς μου εἰσάκουσον· ἐκδυσώπησον τὸν Κύριον, τοῦ πυρὸς τῆς γεέννης ῥυσθῆναί με.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Κύματα δεινά, τὴν ψυχήν μου περιέλουσαν, δι᾿ ὅ Παρθένε Μῆτερ παρακαλῶ· τὴν Σὴν γαλήνην παράσχου μοι τῷ ἱκέτῃ Σου.
γιον Θεοῦ, καὶ ὡραῖον περιβόλαιον, καὶ παραδείσου κῆπος ὁ ἐν Ἐδέμ· τὰς εὐλογίας παρέχεις τοῖς δεομένοις Σου.
Μήτηρ τοῦ Χριστοῦ, καὶ Παρθένος ἀναδέδειξαι, συγκυβερνήτης ἄξιος θαλασσῶν, καὶ σωτηρίας ὁ φάρος Σὺ Καμαριώτισσα.
ξιόν ἐστιν, ἀνυμνεῖν τε καὶ δοξάζειν Σε, καὶ πανοικτίρμονα Υἱὸν καὶ Θεόν, τοῦ παρασχεῖν μοι τῶν πταισμάτων τὴν συγχώρησιν.

ᾨδὴ ς´. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον.
ανίδα μοι τοῦ ἐλέους χάρισαι, τῶν πταισμάτων παριδοῦσα Παρθένε· τὸ βδελυρόν, τῆς ζωῆς μου γινώσκω, καὶ τῆς ψυχῆς τὰ δυσώδη οἰδήματα· καὶ δέομαι τῆς Ἀγαθῆς, τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.
κέτευε, ἐκτενῶς πρὸς Κύριον, καὶ Αὐτὸν παρακαλοῦσα μὴ παύσῃ· ὅτι Μητρός, παρακλήσεις ἀκούει, καὶ τῶν παθῶν ἀπαλλάττει τοὺς πταίσαντας· καὶ κρατῆσόν μου τῆς χειρός, τοῦ ῥυσθῆναί με φθορᾶς τὸν δείλαιον.
ς ἄριστος, πλοηγὸς Πανάχραντε, Σὴν εἰκόνα κυβερνῶσα ὠράθης· ὡς λαμπηδών, καταυγάζουσα πόντους, καὶ ὡσεὶ ναῦς ἐν τῷ ὅρμῳ προσήγγισας καὶ γέγονας τοῖς πλοηγοῖς, συνοδὸς ἀποδήμων τὸ στήριγμα.
Τὴν δέησιν, τῶν πιστῶν Σου ἄκουσον, καὶ γαλήνευσον θαλάσσης τὸν σάλον, Σὺ τὰς εὐδίας Παρθένε χαρίζεις, καὶ τοῦ πελάγους τὸν οὔριον ἄνεμον, ἱστίον οἶαξ πλοηγῶν, Σὺ πυξὶς Σὺ καὶ τρόπις καὶ ἄγκυρα.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
χραντε, διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον· ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β´. Αὐτόμελον.
Τὴν θείαν μορφήν Σου πανευλαβῶς ἀσπαζόμεθα· καὶ τὸν κρατοῦντα Υἱόν Σου ἐν πίστει δοξάζομεν. Μεσίτευσον Μῆτερ ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον, καὶ ταῖς πρεσβείαις μὴ διαλίπῃς δεόμεθα, Σὲ μόνην, μετὰ Θεόν, προστασίαν κεκτήμεθα.

Προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ.: Ἄκουσον, θυγάτερ, καὶ ἴδε...

Εὐαγγέλιον (Λουκᾶ A 49, 56): Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ...

Δόξα: Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον...
Στίχ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεός... Ἦχος πλ. β΄. Προσόμοιον.
Χαῖρε Ἀειπάρθενε, τῆς Σαμοθράκης τὸ κλέος, προστασία ἄμαχε, θησαυρὲ ἀτίμητε Καμαριώτισσα· τοῖς βροτοῖς πάντοτε, δωρεὰς παρέχεις, τοῖς νοσοῦσι τὰ ἰάματα πηγὴ ἀκένωτος, καὶ πρὸς τὸν Υἱόν Σου μεσίτρια, Ἀγγέλων ὑπερέχουσα, καὶ τῶν οὐρανῶν ἡ βασίλισσα. Θεία εὐλογία, τῶν πίστει προστρεχόντων Σοι Ἁγνή, ἐν παῤῥησίᾳ οὖν πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
εράν Σου εἰκόνα ἥν Μῆτερ ἐδωρήσω κατασπαζόμεθα· προστάτιν γὰρ τῆς νήσου, ταύτην ἔχοντες πάντες τῷ Υἱῷ Σου κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.
Σεβασμίαν εἰκόνα προσκυνήσωμεν πάντες τὴν θαυματόβρυτον, ἐν πίστει καὶ ἐλπίδι, καὶ τὴν ἐνδοξοτέραν ἀνυμνήσωμεν ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.
Σωτηρίας Μεσσίαν ὃν ἐκύησας Μῆτερ ἁγνὴ δυσώπησον, τὸν Ἕνα τῆς Τριάδος, Δημιουργὸν καὶ Λόγον, ὃν προσκυνοῦντες ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.
ποῤῥήτως ἀφίκου ὡς ἠθέλησας Μῆτερ Θεοχαρίτωτε, καὶ γέγονας προστάτις, τῆς νήσου διὸ πάντες τῷ Υἱῷ Σου νῦν ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλονητὸς εἶ.
Ναμάτων θαυμασίων καταρδεύεις τὴν νῆσον Θεογεννήτρια· τοὺς πόνους ἀπαλύνεις, τὸν Κύριον πρεσβεύεις, Ὅν ὑμνοῦμεν καὶ ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

ᾨδὴ η´. Τὸν Βασιλέα.
Γῆς βασιλέα, καὶ οὐρανῶν τὸν Υἱόν Σου, ἀνυμνῶ μετ᾿ Ἀγγέλων, Παρθένε· καὶ δοξολογῶ Σε, τὴν Κεχαριτωμένην.
νδοξοτέρα, ἐν οὐρανοῖς ἀνεδείχθης, καὶ αὐτῶν τῶν Ἀγγέλων· ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν, τὴν μόνην Θεοτόκον.
ραιοτέρα, Σὺ ἐκ Θεοῦ, ἐκλεγεῖσα· ὡς Μητέρα Παρθένον ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, Σὲ Κόρη εἰς αἰῶνας.

εῤῥυπώμενην μου τὴν στολὴν τῆς ψυχῆς Σύ, ἐκκαθαίρεις Παρθένε· ὑμνῶ Σε καὶ δοξολογῶ Σε, τὴν ἄσπιλον Μητέρα.

ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Γεραίρω προσκυνῶ Σε καὶ καθικετεύω, καὶ παρακλήσεις ποιοῦμαί Σοι Μῆτερ ἁγνή, δοξολογῶν Παναγία καὶ μεγαλύνων Σε.
δοῦσα τὰς ὀδύνας, καὶ τὰς ἱκεσίας, μὴ διακόψῃς πρεσβείας πρὸς Κύριον· καταφυγὴ καὶ ἐλπίς μου, Θεοχαρίτωτε.
θρίζομεν Παρθένε, καὶ παρακαλοῦμεν, οἱ Σαμοθράκην οἰκοῦντες Πανάχραντε, σὺν Ἀσωμάτοις χορείαις, Σὲ μεγαλύνοντες.
Σωτῆρα ἐν κινδύνοις, Σὲ ὁμολογοῦσιν, οἱ διά Σοῦ σεσῳσμένοι Παρθένε Ἁγνή· τὴν Σὴν εἰκόνα τιμῶντες καὶ μεγαλύνοντες.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
μνῶ ἐπισκέπτιν τὴν προσφιλῆ, τὴν ὑπὸ Ἀγγέλων ὑμνουμένην ἐν οὐρανοῖς· τὴν ἐπὶ κυμάτων, θαλάσσης ἀφιχθεῖσαν, τὴν Δέσποιναν τοῦ κόσμου, τὴν Καμα-ριώτισσαν. 
σπιλε ἀμόλυντε καὶ ἁγνή, θείαν Σου εἰκόνα ἐπισκέπτην τὴν προσφιλῆ· τὴν διασωθεῖσαν, ἐκ τῶν εἰκονομάχων, ἐν πίστει πρασκυνοῦντες, Σὲ μεγαλύνομεν.
χομεν ὑπέρμαχον κραταιάν, τῆς Καμαριωτίσσης τὴν εἰκόνα τὴν ἱεράν, τὴν θαυματουργοῦσαν, σημείοις ἀενάως, καὶ φύλακα τῆς νήσου, κλέος λαμπρότατον.
Χαίρετε Ἀπόστολοι, τοῦ Χριστοῦ, οἱ πνευματοφόροι καὶ διδάσκαλοι τῶν ἐθνῶν, οἱ τὴν Σαμοθράκην, ἐν ταῖς ὁδοιπορίαις, ποσὶν ἡμῶν ἁγίοις, ἐπισκεψάμενοι.
Χαίροις ὁ ὑπέρμαχος ἀθλητής, τῶν εἰκονομάχων αὐστη-ρότατος ἐλεγκτής· Σὺ τὴν Σαμοθράκην, πληροῖς ἐν εὐλογίαις, Θεόφανες πλουσίως, ἐν τῇ κοιμήσει Σου.
Σαμοθράκης νήσου γόνους λαμπρούς, καὶ τῆς χώρας Μάκρης, μέγα κλέος τε καὶ φρουρούς· καὶ τῶν ἀσθε-νούντων, ἰατρούς τε καὶ ῥύστας, τοὺς πέντε μεγαλάθλους, ἀνευφημήσωμεν.
Μνήμην ἑορτάζομεν ἀθλητῶν, φάλαγγα γενναίων, τῶν ἀξίως ὑπὲρ Χριστοῦ, αἵμασι φοινίξαντες τῇ νήσῳ Σαμοθράκῃ, τὴν πίστιν δὲ Πατέρων, μὴ ἀρνησάμενοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς· οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.
ερεύς. Ὃτι σου ἐστιν…..
Tά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.
λέησον  ἡμᾶς,* Κύριε,  ἐλέησον  ἡμᾶς,* πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες,* ταύτην  Σοι  τήν  ἱκεσίαν,* ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν,* ἐλέησον  ἡμᾶς.
Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς,* ἐπί  Σοί  γάρ  πεποίθαμεν.* Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα,* μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος*  καί  λύτρωσαι  ἡμᾶς* ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν.* Σύ  γάρ  εἶ  Θεός  ἡμῶν*  καί  ἡμεῖς  λαός  Σου,* πάντες  ἔργα  χειρῶν  Σου*  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν,* εὐλογημένη  Θεοτόκε,* ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν,* ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων·* Σύ  γάρ    σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.
Εἶτα τὸ Τροπάριον τοῦ Ἁγίου τῆς ἡμέρας καὶ τῆς Παναγίας τῆς Καμαριωτίσσης.
Ἦχος δ´. Κανόνα πίστεως.
Λιμένα εὔδιον, καὶ λειμῶνα σωτήριον, ἰατρεῖον ἀδάπανον ἀνέδειξας τὴν εἰκόνα Σου, τῶν ἁλιέων τὸ εὔρημα· διὰ τοῦτο ὑμνῶ Σε, μετ᾿ ἐγκωμίων τε καὶ ᾠδῶν, καὶ θερμῶν παρακλήσεων· Μῆτερ τῶν πιστῶν, Καμαριώτισσα· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τοῦ σώσαι τὰς ψυχὰς ἡμῶν.

Ἕτερον. Ἦχος πλ. α’.
Τὸν Συνάναρχον Λόγον.
Σεβασμίαν εἰκόνα τῆς Θεομήτορος, τὴν ἐν θαλάσσῃ ὀφθεῖσαν, ὡς ἐπισκέπτιν ἡμῶν, προσκυνοῦμεν εὐλαβῶς καὶ ἀσπαζόμεθα· ὅτι ηὐδόκησεν ἐλθεῖν, ἀπαλλάξαι τῶν δεινῶν καὶ λύτρωσιν ἡμῖν δοῦναι· καὶ παρέχειν τὴν προστασίαν, καὶ ἐκ κινδύνων διασώζειν ἡμᾶς.

Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.

ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Πρ δ το διεχν·
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων...

Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις...

Τῆς Καμαριωτίσσης. Ὅμοια.
τε, τῶν εἰκόνων διωγμός, καὶ εἰκονοκλάσται ἠπείλουν τὴν ἱεράν Σου μορφήν, τότε εἰς τὴν θάλασσαν ταύτην ἀπέθεντο, πόντους δὲ διαπλεύσασα, καταλάμπουσα ἧκεν, αὕτη καὶ προσώρμητο νήσῳ ἐν τῇδε ἡμῶν, ὅθεν, ἐκπληττόμενοι πάντες, χαίροντες ἀνύμνουν τὸ θαῦμα, τῆς σεπτῆς ἐφόδου Σου, Πανάμωμε. 
φθη, ἐν θαλάσσῃ φωτεινῇ, καὶ ποντοποροῦσα αἰσίως, ἡ ἱερά Σου εἰκών, Μῆτερ ἀειπάρθενε, ὡς ναῦς πλησίστιος· καὶ τὴν νῆσον κατέλαβες, καὶ φύλαξ ἐγένου, σκέπη καὶ κραταίωμα Καμαριώτισσα. Ὅθεν, ἀγαλλόμενοι πάντες, πίστει Σοι προσάδομεν χαῖρε, τῇ φιλοφρονήσει Σου Πανάχραντε.
Χαῖρε, Καμαριώτισσα σεπτή, χαῖρε ἐπισκέπτις ἡ θεία, χαῖρε ἐλπὶς τῶν πιστῶν, χαῖρε θαυματόβρυτος πηγὴ ἀκένωτος, Σοῖς ἐκπλύνουσα νάμασι, ψυχῶν τε τοὺς ῥύπους, καὶ σωμάτων τραύματα ἐξυγιαίνουσα, ὅθεν, εὐσεβάστως βοῶ Σοι· χαῖρε τὰς ἐλπίδας μου πάσας, ὅτι Σοι ἀνέθηκα Πανάμωμε.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, ὦ Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ Εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου