Παρασκευή 30 Οκτωβρίου 2015

Παράκλησις Παν. ΓΟΡΓΟΠΗΓΗΣ ν. Πρώτης Μεσσηνίας.



Παράκλησις Παν. ΓΟΡΓΟΠΗΓΗΣ ν. Πρώτης Μεσσηνίας.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς προσιόντας τῇ σεπτῇ Σου εἰκόνι, Γοργοπηγὴ Θεοχαρίτωτε Κόρη, πάσης ἀνάγκης λύτρωσαι καὶ θλίψεως, ἅπασι παρέχουσα, φωτισμὸν σωτηρίας, ὡς φωτὸς γεννήτρια, τοῦ ἀδύτου Παρθένε, καὶ τῶν πταισμάτων δίδου ἱλασμόν, ταῖς μητρικαῖς Σου, πρεσβείαις πρὸς Κύριον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανὼν τοῦ Ἁγίου, οὗ ἠ ἀκροστιχίς: Γοργοπηγή με Παρθένε, σῶζε. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γενοῦ μοι Παρθένε καταφυγή, καὶ ἄῤῥηκτον τεῖχος ἐν κινδύνοις καὶ πειρασμοῖς, τῷ πίστει καὶ πόθῳ προσιόντι, Γοργοπηγὴ τῇ ἁγίᾳ εἰκόνι Σου.
λόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη Θεοτόκε Γοργοπηγή, παθῶν μου διάλυσον τὸν ζόφον, τῷ φωτισμῷ τῆς θερμῆς προστασίας Σου.
υόμεθα πόνων ὀδυνηρῶν, πιστῶς προσιόντες τῇ εἰκόνι Σου τῇ σεπτῇ, Κεχαριτωμένη Θεοτόκε, εὐχαριστήριον ὕμνον Σοι ᾄδοντες.
Γαλήνην παράσχου καὶ φωτισμόν, καὶ πλῆθος εἰρήνης καὶ πταισμάτων ἀπαλλαγήν, τοῖς πίστει καὶ πόθῳ προσιοῦσι, Γοργοπηγὴ τῇ θερμῇ προστασίᾳ Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Οἱ προσφεύγοντες πίστει Γοργοπηγὴ Δέσποινα, τῇ Σῇ παναγίᾳ εἰκόνι, ταχέως ῥύονται, πάσης στενώσεως, καὶ δυσχερείας τοῦ βίου, τὴν Σὴν θείαν εὔνοιαν, ἀνα-κηρύττοντες.
Παραδόξως εὑρέθη ἡ Σὴ εἰκὼν Δέσποινα, ἐν τῇ νήσῳ Πρώτῃ καὶ χάριν, παρέχει ἄφθονον, τοῖς μεγαλύνουσι, τὸν Σὸν ἀπόῤῥητον Τόκον, καὶ πιστῶς δοξάζουσι, τὰ μεγαλεῖά Σου.
γιάσθη ἡ Πρώτη Γοργοπηγὴ Δέσποινα, ἐν τῇ φανερώσει τῆς θείας, Ἁγνὴ εἰκόνος Σου, ὅθεν ἁγίασον, τὸν νοῦν ἡμῶν καὶ καρδίαν, πρὸς αὐτὴν προσπίπτοντας, καὶ Σὲ γεραίροντας.
Γηγενῶν προστασία καὶ συμπαθὴς ἔφορος, οὖσα οἷα Μήτηρ Κυρίου, Παρθένε Ἄχραντε, ἡμῶν προστάτευε, παντὶ τῷ βίῳ καὶ δίδου,παθημάτων λύτρωσιν, ἡμῖν δεόμεθα.
Διάσωσον, Γοργοπηγὴ Θεοτόκε, τοὺς Σοὺς ἱκέτας ἀπὸ πάσης ἐπιφορᾶς καὶ στενώσεως, χαρὰν τὴν κρείττονα ἅπασι χορηγοῦσα.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν  χαλεπὴν  τοῦ  σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς
μου τὸ ἄλγος.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Τοὺς πίστει θερμῇ προστρέχοντας τῇ σκέπῃ Σου, Παρθένε ἁγνή, Γοργοπηγὴ πανύμνητε, πάσης ἀνάγκης λύτρωσαι, καὶ παθῶν ἀκαθάρτων καὶ θλίψεων, καὶ τὸν Υἱόν Σου δυσώπει ἀεί, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.

Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
εἰκών Σου ἡ πάντιμος, ἐν τῇ νήσῳ Πρώτῃ βλυστάνει Ἄχραντε, ἀγαλλίασιν καὶ λύτρωσιν, τοῖς εἰλικρινῶς αὐτῇ προστρέχουσι.
Μητροπάρθενε Δέσποινα, πλήρου τὰ αἰτήματα ἡμῶν πάντοτε, ὡς ἐπίκουρος καί ἔφορος, καὶ καταφυγὴ ἡμῶν σωτήριος.
ν Σοὶ Κόρη ἀγάλλονται, Μαραθοπολῖται καὶ χαριστήριον, ὕμνον ᾄδουσί Σοι Πάναγνε, πίστει παρεστῶτες τῇ εἰκόνι Σου.
Πειρασμῶν ἀπολύτρωσαι, καὶ πολυειδῶν κινδύνων καὶ θλίψεων, Θεοτόκε Ἀειπάρθενε, τοὺς πιστῶς προστρέχοντας τῇ σκέπῃ Σου.

Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
νωθεν ἡμᾶς, μὴ ἐλλείπης ἐποπτεύουσα, ἀειπάρθενε ἁγνὴ Γοργοπηγή, τοὺς ἐν πίστει προσιόντας τῇ εἰκόνι Σου.
ῶσιν καὶ ἰσχύν, χορηγεῖ ἐπισκιάσει Σου, ἡ εἰκών Σου ἡ σεπτὴ Γοργοπηγή, καὶ ἐλαύνει τῶν δαιμόνων τὰ συστήματα.
Θρόνος ἀληθῶς, ἀνεδείχθης ὑψηλότατος, τοῦ Σωτῆρος καὶ Θεοῦ Γοργοπηγή, ἀνυψοῦσα τὰς ψυχὰς ἡμῶν πρὸς Κύριον.
πλησας πολλῆς, εὐφροσύνης τῇ εὑρέσει Σου, Μαραθόπολιν καὶ Πρώτην ἀληθῶς, Θεοτόκε διὰ τοῦτο Σὲ δοξάζουσι.

Ὠδὴ στ΄. Τὴν δέησιν.
Ναῷ Σου, τῷ ἱερῷ προσιόντες, εὐλαβῶς Γοργοπηγὴ Θεοτόκε, τὴν Σὴν θερμὴν προστασίαν καὶ σκέπην, ἐπι-βοώμεθα πίστει δεόμενοι, ὡς ἂν ῥυσθείημεν Ἁγνή, πολλαπλῶν συμφορῶν καὶ κακώσεων.
δόθη, ὡς θησαυρὸς σωτηρίας, ἡ ἁγία Σου εἰκὼν Θεοτόκε, Γοργοπηγὴ τοῖς θερμῶς Σε ποθοῦσι, καὶ ὁδηγεῖ ἀοράτῳ Σου χάριτι, πρὸς σωτηρίας τὴν ὁδόν, τοὺς προστρέχοντας Κόρη τῇ σκέπῃ Σου.
Σωτῆρα, ὑπερφυῶς τετοκυῖα, τὸν τῆς δόξης Βασιλέα Παρθένε, τῆς οὐρανῶν Βασιλείας πολίτας, καὶ κληρονόμους τῆς ἄνω λαμπρότητος, ἀνάδειξον πάντας ἡμᾶς, τοὺς ὑμνοῦντας τὰ θεῖά Σου θαύματα.
ς εὗρον, τὴν Σὴν ἁγίαν εἰκόνα, κεκρυμμένην οὖσαν πρώην Παρθένε, χαρᾶς ἐπλήσθησαν ὄντως τῆς θείας, καὶ τὰς αἰνέσεις Σου πᾶσιν ἐξήγγειλαν, Γοργοπηγὴ ὡς ἀληθῶς, ὡς φησὶν ὁ Δαβὶδ ὁ θεσπέσιος.
Διάσωσον, Γοργοπηγὴ Θεοτόκε, τοὺς Σοὺς ἱκέτας ἀπὸ πάσης ἐπιφορᾶς καὶ στενώσεως, χαρὰν τὴν κρείττονα ἅπασι χορηγοῦσα.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ἱερεὺς
Ἐλέησον ἡμᾶς Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ(καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἰμάτων Σου.
Γοργοπηγὴ Θεοτόκε πανύμνητε, Μαραθοπόλεως στήριγμα ἄσειστον, ἡμᾶς θείῳ φόβῳ ἑδραίωσον, καὶ μετανοίας πρὸς τρίβον ὁδήγησον, ἡμῶν τὰς καρδίας δεόμεθα.
Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Ἄκουσον, θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς Σου καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ Πατρός Σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου.

Εὐαγγέλιον. Κατὰ Λουκᾶν.
ν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί, ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα: Ταῖς τῆς Παναχράντου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
ρμον ὡς ἀχείμαστον, Γοργοπηγὴ Θεοτόκε, τοῖς τοῦ βίου θλίψεσι, τὴν θερμὴν κτησάμενοι προστασίαν Σου, πρὸς αὐτὴν σπεύδομεν, καὶ τῆς τρικυμίας, τῶν ποικίλων περιστάσεων, θᾶττον λυτρούμεθα, καὶ χαρᾶς τῆς θείας πληρούμεθα, καὶ τῇ σεπτῇ εἰκόνι Σου, πίστει προσιόντες βοῶμέν Σοι· τῶν ἐπικειμένων, ἀπάλλαξον ἡμᾶς ἐπιφορῶν, καὶ προσβολῶν τοῦ ἀλάστορος, καὶ πάσης κακώσεως.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ζῆν ἡμᾶς ἐναρέτως ἐνδεδυμένος Κόρη τῇ ἀντιλήψει Σου, καὶ πράττειν τοῦ Κυρίου, τὸ θέλημα τὸ θεῖον, Θεοτόκε τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Εὑρεθείσης Παρθένε τῆς σεπτῆς Σου εἰκόνος χαρᾶς ἐπλήσθημεν, διὸ ἁπάσης λύπης, καὶ ἀθυμίας ῥῦσαι, τοὺς βοῶντας ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γέρας Πρώτη ἡ νῆσος τὴν σεπτήν Σου εἰκόνα Παρθένε κέκτηται, καὶ ταύτῃ καυχωμένῃ, χαριστηρίοις ὕμνοις, ἀναμέλπει Σοι κράζουσα· χαῖρε ἡμῶν προσφυγή, Γοργοπηγὴ καὶ σκέπη.
κ παντοίων κινδύνων καὶ ἐχθροῦ τῆς μανίας ἡμᾶς ἀπάλλαξον, καὶ ῥῶσιν καὶ ὑγείαν, καὶ πᾶσαν εὐπραγίαν, ἡμῖν δίδου τοῖς ψάλλουσι· χαῖρε ἡμῶν ἡ χαρά, Γοργοπηγὴ Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
είθροις ἀΰλοις, Γοργοπηγὴ Θεοτόκε, τῆς Σῆς χάριτος ἀπόπλυνον τὰ ἕλκη, τῆς τραυματισθείσης, ψυχῆς μου τῇ ἀπάτῃ.
γαλλιᾶται, ἡ Μαραθόπολις Κόρη, καταφεύγουσα τῇ θείᾳ Σου εἰκόνι, καὶ πᾶσαν ἐκ ταύτης, λαμβάνει εὐφροσύνην.
Σὺ τετοκυῖα, τὸν Ὑπερούσιον Λόγον, κόσμον Δέσποινα ἐῤῥύσω τῆς κατάρας, ὅθεν κἀμὲ ῥῦσαι, παθῶν τῶν ἀκαθάρτων.
ασαι Κόρη, Γοργοπηγὴ Παναγία, τὴν ἀνίατα νοσοῦσάν μου καρδίαν, καὶ πρὸς μετανοίας, κατεύθυνόν με τρίβον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσῃ δυσωποῦμεν, Γοργοπηγὴ Παρθένε, ἡμῖν παρέχειν ταχεῖαν βοήθειαν, τοῖς τῇ σεπτῇ Σου εἰκόνι, πίστει προστρέχουσιν.
λόφωτον λυχνία, ἐν τῇ Τριφυλίᾳ, Γοργοπηγὴ ἡ εἰκών Σου ἡ πάντιμος, πᾶσιν ἐκλάμπειν ἀπαύστως, χάριν τὴν ἄφθονον.
πέρτερον τὸν νοῦν μου, ἐκ τῶν χαμαιζήλων, Γοργοπηγὴ Θεοτόκε ἀνάδειξον, καὶ μετανοίας τῷ φέγγει, τοῦτον καταύγασον.
μνοῦντας ἡμᾶς δέχου, Γοργοπηγὴ Παρθένε, καὶ τῇ σεπτῇ εἰκόνι προσπίπτοντας, καὶ τὰ αἰτήματα πάντων, πλήρου δεόμεθα.
Μεγαλυνάρια.
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χάριτος μεγίστης πάντας ἡμᾶς, ἠξίωσας Κόρη, Θεοτόκε Γοργοπηγή, ὅτι τὴν σεπτήν Σου, δεδώρησαι εἰκόνα, διὸ χαριστηρίους, ὕμνους Σοι ᾄδομεν.
νησὶς ἡ Πρώτη χαίρει ἐν Σοί, ἔχουσα ἐν κόλποις, τὴν εἰκόνα Σου τὴν σεπτήν, ἣν Θεοκυῆτορ, Γοργοπηγὴν καλοῦμεν, ὡς χορηγοῦσαν τάχος, χάριν καὶ ἔλεος.
ν φωτὶ μεμύηται μυστικῶς, ὁ θύτης Παρθένε, εὐδοκίαν Σου τὴν σεπτήν, καὶ σπεῦσας ἀνεῦρε, τὴν θείαν Σου εἰκόνα, Γοργοπηγὴ ἐν πίστει, ἀγαλλιώμενος.
Μαραθοπολῖται σπουδῇ πολλῇ, σπεύδουσι Παρθένε, τῇ εἰκόνι Σου τῇ σεπτῇ, καὶ ἐν τῇ νησίδι, τῇ Πρώτῃ μετὰ πόθου, ἐν ἑορτῇ ἁγίᾳ, Σὲ μεγαλύνουσι.
Δίδου ἁλιεῦσι Μῆτερ Θεοῦ, καὶ τοῖς ἐν θαλάσσῃ, τὴν ταχεῖάν Σου ἀρωγήν, πίστει θερμοτάτῃ, Γοργοπηγὴ Παρθένε, τῇ θείᾳ Σου εἰκόνι, ἀεὶ προσπίπτουσι.
Σκέπε ἀπὸ πάσης ἐπιβουλῆς, καὶ πάσης ἀνάγκης, καὶ ἐκ νόσων ὀδυνηρῶν, τοὺς τῇ Σῇ εἰκόνι, Γοργοπηγὴ Παρθένε, προσπίπτοντας καὶ πόθῳ, Σὲ μεγαλύνοντας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.
ερεύς. Ὃτι σου ἐστιν…..
Tά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.
λέησον  ἡμᾶς,* Κύριε,  ἐλέησον  ἡμᾶς,* πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες,* ταύτην  Σοι  τήν  ἱκεσίαν,* ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν,* ἐλέησον  ἡμᾶς.
Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς,* ἐπί  Σοί  γάρ  πεποίθαμεν.* Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα,* μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος*  καί  λύτρωσαι  ἡμᾶς* ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν.* Σύ  γάρ  εἶ  Θεός  ἡμῶν*  καί  ἡμεῖς  λαός  Σου,* πάντες  ἔργα  χειρῶν  Σου*  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν,* εὐλογημένη  Θεοτόκε,* ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν,* ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων·* Σύ  γάρ    σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.
Ἐκτενής.

ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.

ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Πρ δ το δι’ εχν·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Σκέπη, Θεοτόκε ἀσφαλής, καὶ καταφυγὴ ἐν ἀνάγκαις, καὶ περιστάσεσιν, ἔσο ἡμῖν πάντοτε, τοῖς προσκυνοῦσι πιστῶς, τὴν ἁγίαν εἰκόνα Σου, Γοργοπηγὴ Κόρη, ἣν ἡμῖν δέδωσαι, ὡς θησαυρὸν ἀληθῆ, λύουσα, παθῶν τὰς ὀδύνας, καὶ πταισμάτων λύσιν αἰτοῦσα, καὶ εἰρηνικὴν ζωὴν δεόμεθα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δι’ Εὐχῶν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου