Παράκλησις Παν.
ΔΙΑΣΩΖΟΥΣΣΗΣ Πάτμου.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων
αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ
ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τὸν Σωτῆρα τῶν ἁπάντων τεκοῦσα, μετὰ Θεὸν Σώτειρα
ὤφθης τοῦ κόσμου καὶ διασῴζεις μητρικῇ πρεσβείᾳ Σου, πάντας τοὺς προστρέχοντας
τῇ σεπτῇ Σου Εἰκόνι, ἥ προσφόρως κέκληται Διασῴζουσα, Κόρη, ἐξ ἧς πηγάζεις πᾶσι
δαψιλῶς, τῶν Σῶν θαυμάτων τὴν χάριν τὴν ἄφθονον.
Δόξα. Καὶ νῦν.
Ἡ νῆσος Πάτμος ὡς θησαύρισμα θεῖον, τὴν χαριτόβρυτόν
Σου Κόρη Εἰκόνα, καταπλουτοῦσα μέλπει Σου τὰ θαύματα· πάντας διασῴζεις γάρ τοὺς
αὐτὴν προσκυνοῦντας καὶ παρέχεις ἅπασι, τοῖς ἐγγὺς καὶ τοῖς πόῤῥω, ἀπαλλαγὴν
παντοίων ὀδυνῶν καὶ πάσης βλάβης ἀεὶ, Διασῴζουσα.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σωτῆρα τεκοῦσα καὶ Ποιητήν, ἀεὶ διασῴζεις ἐκ κινδύνων πολυειδῶν, μόνη
Διασῴζουσα Παρθένε, τοὺς προσιόντας τῇ θείᾳ Εἰκόνι Σου.
Ὡς πλοῦτον οὐράνιον ἀληθῶς, πάλαι κεκτημένη τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἡ
Πάτμος εὐσήμως μεγαλύνει, τὴν πρὸς αὐτὴν, Διασῴζουσα, χάριν Σου.
Ζωὴν εἰρηναίαν καὶ εὐσταθῆ, ἐν ἔργοις ἁγίοις διανύειν εἰλικρινῶς, ἡμᾶς
καταξίωσον, Παρθένε, τοὺς πεποιθότας στεῤῥῶς τῇ πρεσβείᾳ Σου.
Ἐν πάσῃ ὀδύνῃ καὶ συμφορᾷ, ἀεὶ ἡμῖν δίδου τὴν ταχεῖάν Σου ἀρωγήν καὶ πλήρου
χαρᾶς καὶ εὐφροσύνης, τὰς διανοίας ἡμῶν, Διασῴζουσα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Διασῴζεις ἀπαύστως ὡς συμπαθὴς Δέσποινα, τοὺς πιστῶς φωνοῦντας ἐν θλίψει,
τὴν θείαν κλῆσίν σου· ᾧ Διασῴζουσα, ὅθεν τὴν Σὴν προστασίαν καὶ θερμὴν
ἀντίληψιν ἀνακηρύττομεν.
Ἰατρεύουσα πάθη τὰ χαλεπά, Δέσποινα, ἡ τῆς θαυμαστῆς
Σου Εἰκόνος χάρις σωτήριος, προφθάνει ἅπαντας τοὺς ἐν κινδύνοις τελοῦντας καὶ
διώκει ἅπασαν ἐχθρῶν ἐπήρειαν.
Ἁγιάσματος κρήνη, ὡς ἀληθῶς πέφηνεν, ἡ θαυματουργός Σου ἐν Πάτμῳ Εἰκὼν
Πανάχραντε, καθαγιάζουσα καὶ διασῴζουσα πάντας, Κόρη Διασῴζουσα, τοὺς ταύτῃ
σπεύδοντας.
Σωτηρίαν καὶ ῥῶσιν καὶ τῶν παθῶν ἴασιν καὶ ἀπαλλαγὴν πάσης νόσου καὶ πάσης
θλίψεως, δίδου Πανάχραντε, τοῖς εὐλαβῶς προσκυνοῦσιν, ἥνπερ ἐχαρίτωσας θείαν
Εἰκόνα Σου.
Διάσωσον, ὡς Διασῴζουσα Δέσποινα, φερωνύμως, πάσης βλάβης
καὶ ἐπηρείας καὶ θλίψεως, τοὺς ἐκζητοῦντας τὴν θείαν Σου προστασίαν.
Ἐπίβλεψον...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ
ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἡ Πάτμος ἐν Σοί, Παρθένε Διασῴζουσα, σκιρτᾷ μυστικῶς, τιμῶσα τὴν Εἰκόνα Σου·
ἐξ αὐτῆς λαμβάνει γάρ, τῆς λαμπρᾶς Σου εὐνοίας τὰς χάριτας καὶ τῶν πολλῶν Σου
θαυμάτων, Ἁγνή, κηρύττει ἀεὶ τὰ ἐνεργήματα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν ἡμᾶς ἐνδυνάμωσον, ἔργοις ἐναρέτοις, Θεοχαρίτωτε,
καὶ πταισμάτων αἶτει ἄφεσιν, τοῖς θερμῶς προστρέχουσι τῇ σκέπῃ Σου.
Οἱ δεινοῖς ἐταζόμενοι, τῆς Διασῳζούσης Εἰκόνι δράμετε,
ἵνα λάβητε τὴν ἴασιν, τῆς ψυχῆς ὁμοῦ τε καὶ τοῦ σώματος.
Ὑπὲρ πᾶσαν λαμπρότητα, ἡ τῆς Εἰκόνος χάρις ἡ ἔνθεος
ἀπαστράπτει, Διασῴζουσα, καὶ παθῶν ἐλαύνειν τὴν σκοτόμαιναν.
Σὲ ὡς εἶδεν ὁ δέσμιος, τῆς αἰχμαλωσίας ἄφνω λελύτρωται,
τὸ Σὸν μέγα θαυματούργημα, μεγαλύνων Κόρη λαμπρῷ στόματι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπασον ἡμᾶς τῇ θερμῇ, Παρθένε, σκέπη Σου, ἐκ παντοίων
τοῦ δολίου προσβολῶν, διασῴζουσα ἡμᾶς πάσης κακώσεως.
Ἅπας εὐσεβής προσπελάζων τῇ Εἰκόνι Σου, Διασῴζουσα, πληροῦται χαρμονῆς καὶ
κηρύττει Σου τὴν χάριν τὴν σωτήριον.
Ἤκουσας φωνῆς γυναικὸς πασχούσης, Ἄχραντε, ᾖ καὶ ὤφθης ἐπιστάσα μυστικῶς καὶ
τῆς νόσου ταύτην, Δέσποινα, ἀπήλλαξας.
Μόνον τὸ σεπτόν ὄνομά Σου, Διασῴζουσα, ὡς φωνοῦμεν μετὰ πίστεως θερμῆς,
ἐπελθόντων θλιβερῶν θᾶττον ῥυόμεθα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀγγέλων ἁγιωτέρα, Παρθένε, καθαγίασον ἡμῶν τὰς καρδίας, χαμαιπετῶν ἐννοιῶν
καὶ προσύλων, τῶν προσκυνούντων τὴν θείαν Εἰκόνα Σου, τὴν ἀναβλύζουσαν ἀεί,
Διασῴζουσα, χάριν καὶ ἔλεος.
Σωμάτων καὶ τῶν ψυχῶν τὰς ὀδύνας θεραπεύεις, Διασῴζουσα Κόρη, καὶ ἐν Αἰγύπτῳ
θανάτου ἐξαίρεις τὸ κινδυνεῦον παιδίον, Πανύμνητε, ἐπιστασίᾳ Σου φρικτῇ, τῆς
τεκούσης καμφθεῖσα τοῖς δάκρυσι.
Κινδύνοις τοῖς χαλεποῖς συσχεθέντας καὶ νοσήμασι δεινῶς τρυχωμένους,
ἐπισκοπῇ Σου ταχείᾳ λυτροῦσαι καὶ τοῖς ἐγγὺς καὶ μακρὰν δίδως πάντοτε, τὴν
σωματικήν Σου ἀρωγήν, καταλλήλως τῇ κλήσει Σου, Δέσποινα.
Ὁ θεῖος καὶ φωτοφόρος ναός Σου, ὥσπερ κῆπος ἀνθηφόρος ὁρᾶται, ἔνθα ὡς ἄνθος
ζωῆς ἡ Εἰκών Σου, εὐωδιάζει ταῖς Σαῖς ἀντιλήψεσιν· ἔνθεν ἡ Πάτμος εὐλαβῶς,
Διασῴζουσα, σπεύδει τῇ σκέπῃ Σου.
Διάσωσον...
Ἄχραντε...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ
ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη)
ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά ὀνόματα τῶν
ὑπέρ ὧν ἡ Ἱερά
Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Ταῖς τῶν αἱμάτων Σου.
Τῇ φερωνύμῳ Σου κλήσει, Πανάχραντε, ὡς θησαυρὸς ἀκενώτου χρηστότητος,
διάσῳζε πάσης στενώσεως καὶ προσβολῶν τοῦ δολίου ἀλάστορος, ἡμᾶς τοὺς πιστῶς Σὲ
δοξάζοντας.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ
με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα
Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου...
Στ.: Ἄκουσον, Θύγατερ...
Εὐαγγέλιον ἐκ τοῦ κατά
Λουκὰν α΄. 39-49, 56: Ἐν ταῖς ἡμέραις ἐκείναις...
Δόξα. Πάτερ, Λόγε, Πνεῦμα...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἐλεῆμον, ἐλέησόν με...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄλβον ἀναφαίρετον, τὴν θαυμαστήν Σου Εἰκόνα, Πάτμος ἡ περίφημος, θείᾳ
εὐδοκίᾳ Σου, Κόρη κέκτηται· δωρεὰν πᾶσι γάρ, ἐξ αὐτῆς παρέχεις, τοῖς αιτοῦσι τὰ
χαρίσματα, ἥν Διασῴζουσαν, ὄντως προσφυῶς ὀνομάζομεν, ὡς σῴζουσαν ἐκ θλίψεως,
τοὺς ἐν πίστει ταύτῃ προστρέχοντας· ὅθεν ἀεὶ δίδου, ἡμῖν τὴν Σὴν βοήθειαν Ἁγνή
καὶ τῆς λαμπρᾶς προστασίας Σου τὰς ἐκφάνσεις, Ἄχραντε.
Σῶσον,
ὁ Θεός, τὸν λαόν Σου, καὶ
εὐλόγησον τὴν κληρονομίαν
Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν
ἐλέει καὶ οἰκτιρμοῖς·
ὕψωσον κέρας Χριστιανῶν
ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’
ἡμᾶς τὰ
ἐλέη Σου τὰ πλούσια· πρεσβείαις
τῆς παναχράντου, Δεσποίνης ἡμῶν,
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας·
δυνάμει τοῦ Τιμίου καὶ
ζωοποιοῦ Σταυροῦ· προστασίαις
τῶν τιμίων, ἐπουρανίων Δυνάμεων
Ἀσωμάτων· ἱκεσίαις τοῦ
τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ
Βαπτιστοῦ Ἰωάννου· τῶν
Ἁγίων, ἐνδόξων, πανευφήμων
καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου
καὶ Παύλου, καὶ πάντων τῶν
Ἁγίων Ἀποστόλων· τῶν
ἐν Ἁγίοις Πατέρων
ἡμῶν, μεγάλων Ἱεραρχῶν,
καὶ οἰκουμενικῶν
διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου
τοῦ Θεολόγου καὶ Ἰωάννου
τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ
Κυρίλλου, Ἰωάννου τοῦ
Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας·
Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος
ἐπισκόπου Τριμυθοῦντος, καὶ
Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν·
τῶν Ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου,
Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ
Στρατηλάτου καὶ Μηνᾶ τοῦ
θαυματουργοῦ· τῶν Ἱερομαρτύρων
Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν
Ἁγίων, ἐνδόξων, μεγάλων
μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης,
Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς
καὶ Εἰρήνης· τῶν
Ἁγίων ἐνδόξων καὶ
καλλινίκων Μαρτύρων· τῶν Ὁσίων
καὶ θεοφόρων Πατέρων ἡμῶν,
τῶν ἐν ἀσκήσει
λαμψάντων· (τοῦ Ἁγίου
τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων
καὶ δικαίων θεοπατόρων Ἰωακείμ
καὶ Ἄννης· (τοῦ
Ἁγίου τῆς ἡμέρας,
ἐὰν ἑορτάζεται) καὶ
πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν
Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν
τῶν ἁμαρτωλῶν
δεομένων Σου καὶ ἐλέησον
ἡμᾶς.
Κύριε
ἐλέησον (ιβ’ [τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ
οἰκτιρμοῖς, καὶ
φιλανθρωπίᾳ τοῦ μονογενοῦς
Σου Υἱοῦ, μεθ’ οὗ
εὐλογητὸς εἶ,
σὺν τῷ παναγίῳ
καὶ ἀγαθῷ
καὶ ζωοποιῷ Σου
Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσι δέδωκας Κόρη, γυναικὶ τῇ πασχούσῃ, ἐπιστασία Σου· οὕτω καὶ νῦν Παρθένε,
ἡμῶν τὰς ἀσθενείας, Διασῴζουσα, ἴασαι καὶ εὐπράγια ἡμῖν, παράσχου ἐν τῷ βίῳ.
Ἡ Σὴ χάρις Παρθένε, πανταχοῦ ἀπλουμένη, σώζει τοὺς ἅπαντας· ἐντεῦθεν οἱ
τυχόντες, τῶν εὐεργετημάτων, Διασῴζουσα σπεύδουσι, τῷ Σῷ ἁγίῳ ναῷ, αἰνοῦντές
Σου τὴν δόξαν.
Γέρας εὕρατο μέγα, τὴν σεπτήν Σου Εἰκόνα, ἡ Πάτμος Δέσποινα· ἐντεῦθεν
καρπουμένη, εὐνοίας Σου τὸν πλοῦτον, τὰ πολλά Σου θαυμάσια, ἀνακηρύττει ἀεί
φωναῖς εὐχαριστίας.
Ἐκ δεινῆς ἀνομβρίας καὶ παθῶν καταιγίδος, Θεοχαρίτωτε, καὶ πάσης δυσπραγίας
καὶ βλάβης καὶ μανίας καὶ φθορᾶς ῥύου πάντοτε, τοὺς προσκυνοῦντας πιστῶς, τὴν
θείαν Σου Εἰκόνα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῦσαί με Κόρη, θανατηφόρου κακίας, ὡς διέσωσας βεβαίου ἐκ θανάτου, τοὺς τῇ
Σῇ Εἰκόνη, ἐν πίστει προσπεσόντας.
Ἀΰλῳ ὄψει, ὡς ὁρωμένη παρέχεις, τὰ αἰτήματα τοῖς Σὲ παρακαλοῦσι, οὕτω κᾀμοὶ
δίδου, βοήθειαν ἐξ ὕψους.
Σώματος κόρας, ὡς ἐξιάσω Παρθένε, οὕτως ἄνοιξον τὸ ὄμμα τῆς ψυχῆς μου, ἵνα
τὸ φῶς ἴδω, τῶν θείων προσταγμάτων.
Ἰσχὺν παράσχου, τοῖς ἀσθενέσι Παρθένε, καὶ ἀνάψυξιν
τοῖς καταπονουμένοις, πίστει ἐξαιτοῦσι τὴν θείαν ἀρωγήν Σου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσῃ ἐφορῶσα, ταύτην Σου τὴν νῆσον, τὴν κεκτημένην τὴν θείαν Εἰκόνα Σου,
ὡς ἀσφαλὲς καταφύγιον, Διασῴζουσα.
Ὀμβρίζεις καθ’ ἑκάστην, τῆς Σῆς εὐσπλαγχνίας, οἷα νεφέλης ζωῆς δρόσον ἄϋλον,
τοῖς καταφεύγουσι Κόρῃ, τῇ σῇ χρηστότητι.
Ὑφέρποντα δολίως καθ’ ἡμῶν τὸν ὄφιν
τὸν πονηρὸν, Διασῴζουσα, σύντριψον καὶ ἐν εἰρήνῃ τὸν βίον ἡμῶν συντήρησον.
Ὑμνοῦμεν κατὰ χρέος, Κεχαριτωμένη, τὴν πρὸς ἡμᾶς ἀπροσμέτρητον χάριν Σου, ἥν
μὴ ἐλίπῃς διδόνα ἡμῖν ἑκάστοτε.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίρει κεκτημένη ὡς θησαυρόν, ἡ Πάτμος Παρθένε, τὴν
Εἰκόνα Σου τὴν σεπτήν, ἐξ ἧς τήν σωτηρίαν λαμβάνοντες πλουσίαν, ταύτην
καλοῦμεν, Δέσποινα, Διασῴζουσαν.
Πάλαι ἐχαρίτωσας θαυμαστῶς, τῇ ἐπισκιάσει τῶν ἀΰλων Σου
δωρεῶν, Κεχαριτωμένη, τὴν θείαν Σου Εἰκόνα, διό ἄφεσιν πταισμάτων πᾶσιν
ἐξαίτησαι.
Σώζεις τοὺς τελοῦντας ἐν χαλεποῖς κινδύνοις, Παρθένε,
καὶ λυτροῦσαι πικρῶν παθῶν καὶ χαρὰν παρέχεις καὶ πᾶσαν θείαν δόσιν, τοῖς Σὲ
δοξολογοῦσιν, ὦ Διασῴζουσα.
Πανταχοῦ ἡ χάρις τῆς ἱερᾶς Εἰκόνος Σου, Κόρη, ἐξελήλυθεν θαυμαστῶς καὶ πᾶσι
παρέχει, τοῖς πέλλα καὶ τοῖς πόῤῥω, χαρὰν καὶ σωτηρίαν, ὦ Διασῴζουσα.
Χεῖρα βοηθείας δίδου ἡμῖν, λύσιν ἀνομβρίας, εὐφορίαν δὲ ἐν τῇ γῇ καὶ ζωῆς
ἀμέμπτου, εἰρήνην τε καὶ κτῆσιν, τοῖς πίστει προσιοῦσί Σοι, Διασῴζουσα.
Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ...
Πᾶσαι τῶν Ἀγγέλων...
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς.
Ὃτι σου ἐστιν…..
Tά
Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,* Κύριε,
ἐλέησον ἡμᾶς,* πάσης γάρ
ἀπολογίας ἀποροῦντες,*
ταύτην Σοι τήν
ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί
προσφέρομεν,* ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,*
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ ἡ σωτηρία
τοῦ γένους τῶν
Χριστιανῶν.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα
ὑπέρ τῶν
δούλων τοῦ Θεοῦ,
(ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ Σῇ Θεοτόκε Εἰκόνι καὶ προσκυνοῦντας
αὐτήν, σκέπε καὶ διάσῳζε ἐκ πάσης θλίψεως καὶ παθῶν κατάστρεψον τὸν σάλον,
Παρθένε, ἅπασι παρέχουσα χάριν σωτήριον· Σὺ γὰρ σωτηρία καὶ σκέπη, ὤφθης ἀληθῶς
ἡμῖν, Κόρη· ὅθεν Διασῴζουσαν καλοῦμέν Σε.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Δι’ εὐχῶν…
Δίστιχον.
Σωτηρίαν βράβευσον τῷ Γερασίμῳ,
πιστῶς Διασῴζουσα Σὲ ἀνυμνοῦντι.
Ἕτερον.
Καὶ Ἱερεμίαν φύλαττε ἐκ κινδύνων,
ἐπιστατοῦντα προθύμως τὸν Ναόν Σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου