Παράκλησις ὁσ.
ΑΝΤΩΝΙΟΥ τοῦ Κιέβου.
Ποίημα Νήφωνος Ἱερομονάχου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων
αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τίς ἀριθμήσει τοὺς ἀγῶνάς σου Ὅσιε καὶ στεναγμοὺς τῆς ἐρασμίας καρδίας σου,
τὴν ἐκκοπὴν θελήματος ἐν τῇ ὑπακοῇ καὶ τὰς ἀναβάσεις σου, εἰς ὑψώματα θεῖα;
Ὅθεν σοὶ προστρέχομεν καὶ ἐκ βάθους βοῶμεν· μὴ ἀποῤῥίψης δεήσεις ἡμῶν, τῶν
ἐξαιτούντων τὰς θείας πρεσβείας.
Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Μοναζόντων ἀλείπτης τῶν ἐν Ὄρει τοῦ Ἄθωνος καὶ τῶν ἐν Ῥωσίᾳ ἐδείχθης,
θεομάκαρ Ἀντώνιε· μονῆς τε Ἐσφιγμένου οἰκιστής, αὐγάζων ὥσπερ ἥλιος λαμπρός,
θεραπεύεις τε τοὺς πάντας σὺν ταῖς ψυχαῖς καὶ σώματα, ἀείμνηστε. Δόξα τῷ σὲ
δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρουμένῳ διὰ σοῦ πᾶσιν
ἰάματα.
Καὶ νῦν. Ἦχος δ΄.
Οὐ σιωπήσομέν ποτέ...
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν
συντετριμμένην
καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανὼν τοῦ Ὁσίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μονῆς Ἐσφιγμένου ὁ οἰκιστής, ὄρους Σαμαρείας ἀπαράμιλλος ἀσκητής,
Πετσέρσκοβοϊ Λαύρας ὁ δομήτωρ, πάσης Ῥωσίας τὸ θεῖον ἀγλάϊσμα.
Σκηνὰς οὐρανίους καταλαβών, οἰκεῖς αἰωνίως θεομάκαρ Ἀντώνιε, πέμψον καὶ ἡμῖν
ἔρεισμα θεῖον καὶ ἐκ κινδύνων ἀεὶ διαφύλαττε.
Πατὴρ τῶν Πατέρων ὁδηγητής, Στάρετς ὄντως μέγας ἀνεδείχθης μακάριε, δεῖξον
ἐφ’ ἡμᾶς τοὺς σοὺς ἱκέτας, τὴν σὴν ἀγάπην πρεσβεύων πρὸς Κύριον.
Θεοτοκίον.
Ἁγνὴ Θεοτόκε Πανάμωμε, Μαρία Παρθένε, τῶν Ἀγγέλων ἡ χαρμονή, σκέπε
διαφύλαττε καὶ σῶζε, ἐκ τῶν κινδύνων Κυρία Θεόνυμφε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ἐκ παιδὸς ἀγαπήσας τὸν Ἰησοῦν Ὅσιε, καὶ ἐν τετρωμένῃ καρδίᾳ ἐκ θείου ἔρωτος,
ἀεὶ ἀνέκραζες, ἐν ἀγιότητι βίου· Ἰησοῦ γλυκύτατε, Θεὲ Πανεύσπλαγχνε.
Ὥσπερ ἔλαφος ὄντως ἐκ τῆς Ῥωσίας ἀνέδραμες καὶ ἐν τῇ Μονῇ Ἐσφιγμένου
ἐγκατεβίωσας καὶ ἐν ἀσκήσε, καὶ ἐγκρατείᾳ καὶ βίᾳ, τὸν Χριστὸν ἐδόξασας,
θεομακάριστε.
Οἱ ἐν ὄρεσι πάντες καὶ ἐν σπηλαίοις ἀσκούμενοι, τῆς σῆς γενετείρας,
παμμάκαρ, πρὸς σὲ κατέφευγον, τὸν ἀντιλήπτορα καὶ φωτιστὴν τῆς Ῥωσίας, τὸν
θερμὸν διδάσκαλον τῆς ἰσαγγέλου ζωῆς.
Θεοτοκίον.
Πρὸς Σὲ πᾶσαν, Παρθένε, ψυχῆς ἐμῆς ἔφεσιν, ἀναφέρω καὶ στρέφω καὶ τὴν ἐλπίδα
μου, μὴ ὑπερίδῃς με, ἀλλὰ καταύγασον, Κόρη, τὴν ἐζοφωμένην μου καρδίαν,
Πάναγνε.
Διάσωσον ἀπὸ κινδύνων, Ἀντώνιε θεοφόρε, τοὺς αἰτοῦντας
τὴν σὴν ταχεῖαν ἀντίληψιν καὶ ἀναμένοντας πόθῳ σὴν προστασίαν.
Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ
ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ῥωσίας ἁπάσης θεῖον βλάστημα, Μονῆς Ἐσφιγμένου τὸ ἀγλάϊσμα, ἐκτενῶς βοῶμέν
σοι· θεομάκαρ Ἀντώνιε πρέσβευε καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς πίστει ἀεὶ
σὲ μακαρίζοντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κατενίκησας Ὅσιε, νοητὸν ἀλάστορα καὶ συνέτριψας καὶ τὰ τούτου μηχανήματα,
σαῖς πυρίναις εὐχαῖς ἐξηφάνισας.
Κατεπλάγησαν Ἄγγελοι, διὰ τὴν τοῦ βίου σου ἄσκησιν καὶ ἐφρύαξαν οἱ δαίμονες
καὶ ὁλοσχερῶς ἠφανίσθησαν.
Κατενόησαν Ὅσιε, νοεραὶ δυνάμεις τοὺς πόνους σου καὶ εἰσέδυσαν εἰς ἄδυτα,
τῆς ἁγνῆς ψυχῆς σου, Ἀντώνιε.
Θεοτοκίον.
Παναγία Θεόνυμφε, ταῖς τοῦ Σοῦ Ὁσίου ἐντεύξεσι, σκέπε φρούρει τε καὶ
φύλαττε, τοὺς οἰκτροὺς ἱκέτας Σου Πανάχραντε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον ἡμᾶς, τῆς σῆς χάριτος Ἀντώνιε, καὶ τὴν βοήθειάν σου δίδου ἡμῖν, ἵνα
ῥυσθῶμεν κινδύνων καὶ θλίψεων.
Δίωξον σοφέ, τῶν δαιμόνων τὰ στρατεύματα, σὺν τῷ κλεινῷ Δαμιανῷ τῷ θεόφρονι,
ἵνα ἡμᾶς ἁμφοτέρους προστάτας ἔχωμεν.
Σπεύσατε ὁμοῦ, οἱ τρεῖς Ἅγιοι οἱ ἔνδοξοι, Ἀντώνιε, Δαμιανέ τε καὶ Σέργιε καὶ
ῥύσασθε ἡμᾶς ἐκ τοῦ κλύδωνος.
Θεοτοκίον.
Ἄχραντε Ἁγνή, Μητροπάρθενε Θεόνυμφε, τὴν Σὴν βοήθειαν δίδου ἡμῖν, ἵνα
ῥυσθῶμεν πυρὸς τῆς κολάσεως.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὰ βέλη τοῦ πονηροῦ τιτρώσκουσι, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν καὶ
σκοτασμόν τῇ ψυχῇ μου ποιοῦσιν, ἄλγος βαρύτατόν μοι ἐπιφέρουσιν· Ἀντώνιε μάκαρ
σοφέ, ἐκ παντοίων με θλίψεων λύτρωσαι.
Τῶν κόλπων τῶν πατρικῶν, Ἀντώνιε, μὴ ἐάσῃς τὰ σὰ τέκνα παμμάκαρ, καὶ πρὸς
Θεόν ἱκεσίας μὴ παύσῃς, ἵνα ὀψώμεθα φῶς σου τὸ ἄϋλον, δεόμεθά σου ἐκτενῶς, μὴ
ἐλλείπῃς πρεσβεύων πρὸς Κύριον.
Εὐλόγησον τὸ σὸν Κάθισμα Πάτερ καὶ τὴν Σκήτην Σαμαρείας τοῦ Ὄρους καὶ
ἀσκητήριόν σου, θεομάκαρ, καὶ τοὺς πατέρας Μονῆς τῆς ἐνθέου σου καὶ κάλλυνε τῇ
σῇ μορφῇ, ἐνδιαίτημα σοῦ καθιδρύματος.
Θεοτοκίον.
Παρθένε, Πανακήρατε Κόρη, Θεονύμφευτε Ἁγνὴ Θεοτόκε, πάντας ἡμᾶς, τοὺς ἐν
τῷδε τῷ Ὄρει, ὑπὸ τὴν σκέπην Σου φύλαττε, Ἄχραντε, πρὸς Σὲ προστρέχομεν ἀεί,
τὴν μεσίτριαν τοῦ Παντοκράτορος.
Διάσωσον ἀπὸ κινδύνων, Ἀντώνιε θεοφόρε, τοὺς αἰτοῦντας
τὴν σὴν ταχεῖαν ἀντίληψιν καὶ ἀναμένοντας πόθῳ σὴν προστασίαν.
Ἄχραντε...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ
ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν
Χριστιανῶν.
Μοναζόντων ἀνεδείχθης διδάσκαλος, προσευχῆς τε καὶ νηστείας ὑπογραμμμός,
νήψεώς τε καὶ δακρύων πιστὸς κανών· ἀλλὰ πρόφθασον οὖν καὶ ἡμᾶς, τοὺς πρὸς σὲ
πανευλαβῶς ἐκτενῶς δεομένους σου· σπεῦσον εἰς ἱκεσίαν καὶ τάχυνον εἰς
πρεσβείαν, ὡς παῤῥησίαν ἔχων πρός Θεόν, παναοίδιμε Ἀντώνιε.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ
με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα
Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.
Κατὰ Ματθαῖον (ΙΑ΄, 27-30):
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη... (Ζήτει αὐτὸ τῇ 5ῃ Δεκεμβρίου, τοῦ Ὁσίου
Πατρὸς ἡμῶνΣάββα).
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὅλην τὴν καρδίαν σου, πρὸς τὸν Θεὸν ἐδωρήσω, Ὅσιε
Ἀντώνιε, ἀσκητῶν τὸ καύχημα καὶ τὸ σέμνωμα, τῆς Ῥωσίας βλάστημα, Ἐσφιγμένου
δόξα, μοναζόντων ἡ εὐπρέπεια, πιστῶν τὸ στήριγμα, καταπονουμένων ἀνάπαυσις,
πάντων θλιβομένων, θερμὴ παραμυθία καὶ χαρά, ἀδικουμένων βοήθεια, Πάτερ
ἱερώτατε.
Σῶσον,
ὁ Θεός, τὸν λαόν Σου, καὶ
εὐλόγησον τὴν κληρονομίαν
Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν
ἐλέει καὶ οἰκτιρμοῖς·
ὕψωσον κέρας Χριστιανῶν
ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’
ἡμᾶς τὰ
ἐλέη Σου τὰ πλούσια· πρεσβείαις
τῆς παναχράντου, Δεσποίνης ἡμῶν,
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας·
δυνάμει τοῦ Τιμίου καὶ
ζωοποιοῦ Σταυροῦ· προστασίαις
τῶν τιμίων, ἐπουρανίων Δυνάμεων
Ἀσωμάτων· ἱκεσίαις τοῦ
τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ
Βαπτιστοῦ Ἰωάννου· τῶν
Ἁγίων, ἐνδόξων, πανευφήμων
καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου
καὶ Παύλου, καὶ πάντων τῶν
Ἁγίων Ἀποστόλων· τῶν
ἐν Ἁγίοις Πατέρων
ἡμῶν, μεγάλων Ἱεραρχῶν,
καὶ οἰκουμενικῶν
διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου
τοῦ Θεολόγου καὶ Ἰωάννου
τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ
Κυρίλλου, Ἰωάννου τοῦ
Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας·
Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος
ἐπισκόπου Τριμυθοῦντος, καὶ
Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν·
τῶν Ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου,
Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ
Στρατηλάτου καὶ Μηνᾶ τοῦ
θαυματουργοῦ· τῶν Ἱερομαρτύρων
Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν
Ἁγίων, ἐνδόξων, μεγάλων
μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης,
Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς
καὶ Εἰρήνης· τῶν
Ἁγίων ἐνδόξων καὶ
καλλινίκων Μαρτύρων· τῶν Ὁσίων
καὶ θεοφόρων Πατέρων ἡμῶν,
τῶν ἐν ἀσκήσει
λαμψάντων· (τοῦ Ἁγίου
τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων
καὶ δικαίων θεοπατόρων Ἰωακείμ
καὶ Ἄννης· (τοῦ
Ἁγίου τῆς ἡμέρας,
ἐὰν ἑορτάζεται) καὶ
πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν
Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν
τῶν ἁμαρτωλῶν
δεομένων Σου καὶ ἐλέησον
ἡμᾶς.
Κύριε
ἐλέησον
(ιβ’ [τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνεπίληπτον βίον, καθαρὰν πολιτείαν, θεοπρεπῆ ἀγωγήν, ἁπλότητα ἐν λόγοις,
ἁγνότητα ἐν τρόποις, γεωργεῖν ἐνδυνάμωσον, τοὺς σὲ τιμῶντας λαμπρῶς, Ἀντώνιε
τρισμάκαρ.
Τὴν Μονὴν Ἐσφιγμένου καὶ τὴν Λαύραν Κιέβου λαμπρὰς ἀνέδειξας καὶ ἔσπειρας
πλουσίως, Θεοῦ τὸν θεῖον σπόρον, εἰς τὰς καρδίας πιστῶν· διὸ μὴ παύσῃς ἀεί,
πρὸς Κύριον πρεσβεύων.
Ἐν καρδίᾳ σου ἔχων τὸν Χριστὸν κεκρυμμένον καὶ μετ’ Αὐτοῦ ἐνδημῶν, δακρύων
πεπλησμένος καὶ νήψεως, παμμάκαρ, εἰς ἀπρόσιτον ἔφθασας πνευματικὸν οὐρανόν,
ἀΰλων ὀντοτήτων.
Θεοτοκίον.
Παναμώμητε Μῆτερ ἡ τεκοῦσα ἀῤῥήτως τὸν Βασιλέα Χριστόν, ἀφάνισον ἐν τάχει,
τὰ στίφη τῶν δαιμόνων, τὰ δεινῶς τυραννοῦντά με, πάσαις ἐννοίαις αἰσχραῖς καὶ
ῥῦσαί με ἐκ τούτων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς ἀρωγός τε καὶ ὡς ἀκέστωρ νοσούντων, σπεύδεις πάντοτε καὶ νέμεις ἰατρείαν,
χέων ταῖς καρδίαις τὸ θεῖον βάλσαμόν σου.
Τῆς ἐμπαθείας τὴν ἀκάθαρτον ὕλην, ἐκ καρδίας μου ἀφάνισον, θεόφρον, ἵνα σὲ
δοξάζω ἄχρι πνοῆς ὑστάτης.
Τῶν ἀντιδίκων ψυχῆς ἐχθρῶν καθαιρέτην, σὲ γινώσκοντες, Ἀντώνιε, βοῶμεν· ῥύου
ἡμᾶς πάντας τῆς τούτων πανουργίας.
Θεοτοκίον.
Παρθενομῆτορ, Σὺ κοσμοσώτειρα Κόρη, ἐκ δεινῶν τοῦ Βελίαρ δηγμάτων, φύλαττε
καὶ σῶζε, τὸν Σὸν ἀχρεῖον δοῦλον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εἰς ὕψος ἀπαθείας ἀνῆλθες, παμμάκαρ, καὶ ἀρετῶν ταῖς ἀκτῖσιν ἐλάμπρυνας
πᾶσαν ὑφήλιον, πάτερ Ἀντώνιε.
Ἐχθρὸν τὸν πολεμοῦντα, τὴν τάλαιναν ψυχήν μου, τῇ σῇ δυνάμει ὁλόθρευσον,
Ὅσιε, καὶ ἐκ παντοίων κινδύνων σὺ ἐλευθέρωσον.
Προστάτην καὶ φρουρόν τε κεκτήμεθα, ὦ Πάτερ, σπλάγχνα ἐλέους ὡς ἔχοντα
φίλια, μὴ ἀποῤῥίψῃς ἡμᾶς δεομένων σου.
Θεοτοκίον.
Παρθένον πρὸ τοῦ τόκου, Παρθένον καὶ ἐν τόκῳ καὶ μετὰ τόκον Παρθένον
ὑμνοῦμέν Σε, τὴν Ἀειπάρθενον Κόρη ἡμεῖς γεραίρομεν.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Ἄθωνος τοῦ Ὄρους κρῖνον τερπνόν, Μονῆς Ἐσφιγμένου κλέος ὄντως περιφανές, Ῥώσων τὸν φωστῆρα, Ἀντώνιον τὸν θεῖον, ἐν ὕμνοις ἐπαξίως πάντες τιμήσωμεν.
Ῥωσίας ἁπάσης τὸ βλάστημα, Μονῆς Ἐσφιγμένου ὁ ἀκοίμητος βοηθός, ὄρους Σαμαρείας, ὁ ἀσκητὴς ὁ μέγας, Ἀντώνιος ὁ θεῖος Κιέβου καύχημα.
Ὡς ἥλιος ὄντως ἀειλαμπής ἐδείχθης, παμμάκαρ, ὑψιμέδων Ἀντώνιε, καὶ καταλαμπρύνεις πιστῶν τὰς διανοίας καὶ ὁδηγεῖς πρὸς θεῖον λιμένα, Ὅσιε.
Μοναχῶν ἀλείπτην καὶ ὁδηγόν καὶ θεῖον ἀκέστορα τῶν σωμάτων καὶ τῶν ψυχῶν καί παραμυθίαν,πάντων τῶν θλιβομένων, Ἀντώνιον τὸν θεῖον ὕμνοις τιμήσωμεν.
Φύλαττε καὶ σκέπε ταῖς σαῖς λιταῖς, Ἀντώνιε Πάτερ, μοναζόντων ἡ χαρμονή καὶ παθῶν παντοίων ῥῦσαι τοὺς σοὺς ἱκέτας, ταῖς πρὸς Θεὸν εὐχαῖς σου καί ἱκεσίαις σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,* Κύριε,
ἐλέησον ἡμᾶς,* πάσης γάρ
ἀπολογίας ἀποροῦντες,*
ταύτην Σοι τήν
ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί
προσφέρομεν,* ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,*
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ
ἡ σωτηρία τοῦ
γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Μοναζόντων ἀλείπτης τῶν ἐν Ὄρει τοῦ Ἄθωνος καὶ τῶν ἐν Ῥωσίᾳ ἐδείχθης,
θεομάκαρ Ἀντώνιε· μονῆς τε Ἐσφιγμένου οἰκιστής, αὐγάζων ὥσπερ ἥλιος λαμπρός,
θεραπεύεις τε τοὺς πάντας σὺν ταῖς ψυχαῖς καὶ σώματα, ἀείμνηστε. Δόξα τῷ σὲ
δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρουμένῳ διὰ σοῦ πᾶσιν
ἰάματα.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς
ὁ ἀληθινὸς
Θεὸς ἡμῶν
ταῖς πρεσβείαις τῆς
παναχράντου καὶ παναμώμου
ἁγίας Αὐτοῦ
μητρός, δυνάμει τοῦ
τιμίου καὶ ζωοποιοῦ
Σταυροῦ, προστασίαις τῶν
τιμίων ἐπουρανίων
Δυνάμεων ἀσωμάτων,
ἱκεσίαις τοῦ
τιμίου, ἐνδόξου,
προφήτου Προδρόμου καὶ
Βαπτιστοῦ Ἰωάννου,
τῶν ἁγίων,
ἐνδόξων καὶ
πανευφήμων Ἀποστόλων,
τῶν ἁγίων
ἐνδόξων καὶ
καλλινίκων Μαρτύρων, τῶν
ὁσίων καὶ
θεοφόρων Πατέρων ἡμῶν,
(τοῦ
Ναοῦ) τῶν
ἁγίων καὶ
δικαίων θεοπατόρων Ἰωακεὶμ
καὶ Ἄννης, (τῆς
ἡμέρας) καὶ
πάντων τὸν Ἁγίων,
ἐλεήσαι καὶ σώσαι ἡμᾶς,
ὡς ἀγαθὸς
καὶ φιλάνθρωπος καὶ
ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Φάρος τηλαυγὴς τῶν ναυαγῶν καὶ τῶν ἐν πελάγει τοῦ βίου, ὑπὸ κυμάτων πολλῶν
καὶ παθῶν καὶ θλίψεων κλονιζομένων δεινῶς καὶ προστάτης καὶ πρόμαχος τῶν
πολεμουμένων, ταχυνὴ βοήθεια τῶν μοναχῶν καὶ πιστῶν, πάσης τῆς Ῥωσίας ὁ φύλαξ
καὶ τῶν ἐν ταῖς θλίψεσιν ὄντων ἡ παραμυθία καὶ ἀνάπαυσις.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Δι’ εὐχῶν…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου