Παράκλησις Ὁσιομ.
ΑΝΑΣΤΑΣΙΑΣ τῆς Ρωμαίας.
Ποίημα Μητροπολίτου Ρόδου Κυρίλλου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου
Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀκολουθήσασα πιστῶς τῷ Κυρίῳ, ἀσκητικῶν σου ἀρετῶν τοῖς
ἀγῶσι, πρὸς τὸν νυμφῶνα ἔδραμες, αὐτοῦ μαρτυρικῶς, ἔνθα ἀπολαύουσα, τῆς
ἀτέρμονος δόξης, σὺν Μαρτύρων τάγμασι, καὶ Ὁσίων χορείαις, Ἀναστασία πρέσβευε
ἀεί, ὑπὲρ ἡμῶν τῶν ἐν ὕμνοις τιμώντων σε.
Δόξα. Τὸ αὐτό.
Ἀκολουθήσασα πιστῶς τῷ Κυρίῳ, ἀσκητικῶν σου ἀρετῶν τοῖς ἀγῶσι, πρὸς τὸν νυμφῶνα ἔδραμες, αὐτοῦ μαρτυρικῶς, ἔνθα ἀπολαύουσα, τῆς ἀτέρμονος δόξης, σὺν Μαρτύρων τάγμασι, καὶ Ὁσίων χορείαις, Ἀναστασία πρέσβευε ἀεί, ὑπὲρ ἡμῶν τῶν ἐν ὕμνοις τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν
οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων
κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχὶς κατ᾿ Ἀλφάβητον, ἐν δὲ
τοῖς Θεοτοκίοις· Κυρίλλου.
Ὠδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Ἁγίων συνοῦσα ἐν οὐρανοῖς, τῇ θείᾳ χορείᾳ, Ἀθληφόρος ὡς
εὐκλεής, πρέσβευε Χριστῷ Ἀναστασία, τοῦ δωρηθῆναι ἡμῖν χάριν ἄφθονον.
Βιώσασα βίον ἀσκητικόν, τῷ Κτίστῃ συνήφθης, δι᾿ ἀγώνων
μαρτυρικῶν· διὸ θαυμαστὴ Ἀναστασία, ἁμαρτιῶν ἡμῖν αἴτει τὴν ἄφεσιν.
Γαλήνης τῆς ἄνω τὸν μυστικὸν, λιμένα εὑροῦσα, Ἀθληφόρος
ὡς εὐκλεής, παθῶν ἡμᾶς πάντας τρικυμίας, Ἀναστασία ἐν τάχει διάσωσον.
Θεοτοκίον.
Καταύγασον θείαις μαρμαρυγαῖς, Ἄχραντε Παρθένε, χάριτός
σου τῆς μητρικῆς, τὴν ἐν ἁμαρτίας σκοτοδίνῃ, ἐζοφωμένην ἀθλίως καρδίαν μου.
Ὠδὴ γ’. Οὐρανίας ἁψῖδος.
Δωρεὰς ἰαμάτων, παρὰ Θεοῦ ἔχουσα, ὡς ἡγιασμένη Ὁσία,
καὶ Μάρτυς ἔνδοξος, ψυχῆς καὶ σώματος, Ἀναστασία θεόφρον, ἴασαι τὴν κάκωσιν,
τῶν προστρεχόντων σοι.
Εὐμενείας πλουτοῦσα, θεοειδὲς χάρισμα, τοὺς ἐν ψυχικῇ
ἀθυμίᾳ, ἡμᾶς ὑπάρχοντας, τῇ ἀντιλήψει σου, πνευματικῆς θυμηδίας, καὶ χαρᾶς
ἀξίωσον, Μάρτυς πανεύφημε.
Ζήλου θείου πλησθεῖσα, ἀσκητικῶς ἔζησας, καὶ μαρτυρικῶς
πρὸς νυμφῶνα, τῆς δόξης ἔδραμες, ἔνθα χορεύουσα, Ἀναστασία θεόφρον, καὶ ἡμῶν
μνημόνευε, τῶν εὐφημούντων σε.
Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ, ὑπὲρ ἡμῶν πρέσβευε, τῷ ἐνανθρωπήσαντι
Λόγῳ, ἐκ τῶν αἱμάτων σου, ὡς ἂν ῥυώμεθα, πάσης ἐν βίῳ ἀνάγκης, οἱ ὑμνολογοῦντές
σε, τὴν Θεομήτορα.
Διάσωσον Ἀναστασία Κυρίου Ὁσιομάρτυς, τοὺς τῇ πρεσβείᾳ
σου πίστει προστρέχοντας, ἀπὸ κινδύνων παντοίων καὶ νοσημάτων.
Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα. Ἦχος β’. Πρεσβεία θερμή.
Φλεχθεῖσα Χριστοῦ, τῷ πόθῳ ἐκ νεότητος, ὁσίαν ζωήν,
ταῖς ἀρεταῖς ἐξήσκησας, καὶ ἀνδρείως ἤθλησας· διὰ τοῦτο πάντες τιμῶμέν σε,
Ἀναστασία Μάρτυς θαυμαστή, τὴν χάριν αἰτοῦντες τῆς πρεσβείας σου.
Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.
Ἡ σεπτή σου ἀντίληψις, γένοιτό μοι ἔπαλξις
ἀπροσμάχητος, πᾶσαν ἔφοδον ἀπείργουσα, ὦ Ἀναστασία τοῦ ἀλάστορος.
Θαυμαστῶς ἐπιφάνηθι, τοῖς πιστοῖς ἱκέταις σου διασῴζουσα, τὴν ζωὴν αὐτῶν ἐκ
θλίψεων, ὦ Ἀναστασία καὶ κακώσεων.
Ἰατρείας ἀξίωσον, ὡς θαυμάτων ἔχουσα χάριν ἄφθονον,
τοὺς ἐν νόσοις κινδυνεύοντας, ὦ Ἀναστασία καλλιπάρθενε.
Θεοτοκίον.
Ῥύπον πάντα Πανάχραντε, ἐκ ἀπροσεξίας μου προστριβέντά
μοι, ἱκετεύω σε ἀπόπλυνον, ὕδατι θερμῆς σου ἀντιλήψεως.
Ὠδὴ ε’. Φώτισον ἡμᾶς.
Κόσμου τῶν τερπνῶν, ἡ προφρόνως ἀλογήσασα, τὴν ζωὴν
ἡμῶν πρὸς κτῆσιν ἀρετῶν, ἀσφαλῶς Ἀναστασία καθοδήγησον.
Λάμπρυνον φωτί, τῆς πλουσίας σου χρηστότητος, τὴν
διάνοιαν ἡμῶν τῶν εὐσεβῶς, ἐν ᾠδαῖς Ἀναστασία εὐφημούντων σε.
Μύρισον ἡμῶν, τῶν ψυχῶν τὰ αἰσθητήρια, μυρισμῷ
Ἀναστασία νοητῷ, τῆς ὑψόθεν σοι δοθείσης θείας χάριτος.
Θεοτοκίον.
Ἴδε συμπαθῶς, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, καὶ παράσχου
μοι ὑγείαν σταθηράν, ἡ τὸν μέγαν ἰατρὸν Χριστὸν κυήσασα.
Ὠδὴ στ’. Τὴν δέησιν ἐκχεῶ.
Νικήσασα τὸν δεινὸν πολέμιον, δι᾿ ἀσκήσεως συντόνων
ἀγώνων, Ἀναστασία Μαρτύρων ἐν ἄθλοις, τοῦτον εἰς τέλος οἰκτρῶς ἐταπείνωσας·
ὅθεν ἀπήμονα ἡμᾶς, τῆς αὐτοῦ κακουργίας συντήρησον.
Ξενίας σε οὐρανῶν ἠξίωσεν, ὁ Χριστὸς Ἀναστασία θεόφρον·
σὺ γὰρ οὐράνιον ζήσασα βίον, τῷ μαρτυρίῳ αὐτὸν ἐπεσφράγισας· διὸ οὐράνωσον
ἡμῶν, τὰς ψυχὰς τῇ δοθείσῃ σοι χάριτι.
Ὀμβρίζουσα τῇ θερμῇ πρεσβείᾳ σου, εὐσπλαγχνίας τοῦ
Κυρίου τὰ ῥεῖθρα, Ἀναστασία θεόφρον μὴ παύσῃ, τοῖς ταπεινοῖς σου ἱκέταις
δεόμεθα· τὴν παῤῥησίαν γὰρ πολλήν, ὡς Ὁσία καὶ Μάρτυς ἀπέλαβες.
Θεοτοκίον.
Λαμπρότατον τοῦ Θεοῦ ἀνάκτορον, ἀναδέδειξαι Παρθένε
Μαρία, τῆς Παναγίας Τριάδος τὸν ἕνα, δίχα τροπῆς καὶ φυρμοῦ σωματώσασα. Ὅθεν
καταύγασον ἡμῶν, τὰς καρδίας φωτὶ τῶν χαρίτων σου.
Διάσωσον Ἀναστασία Κυρίου Ὁσιομάρτυς, τοὺς τῇ πρεσβείᾳ
σου πίστει προστρέχοντας, ἀπὸ κινδύνων παντοίων καὶ νοσημάτων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς τῶν αἱμάτων σου λύθροις φοινίξασα, Ἀναστασία
ἁγνείας τὸ ἔνδυμα, Νυμφίον ἐκτήσω τὸν Κύριον· διὸ αὐτὸν ἐκτενῶς καθικέτευε,
σωθῆναι τοὺς πόθῳ τιμῶντάς σε.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με
πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον. Ἦχος δ’. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ια’ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη
ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν
Πατέρα τις ἐπιγινώσκει εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλῦψαι. Δεῦτε
πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν
ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ,
καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ
φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα. Ταῖς τῆς
Ἀθληφόρου...
Καὶ νῦν. Ταῖς τῆς
Θεοτόκου...
Στίχ. Ἐλέησόν με,
ὁ Θεός,….
Προσόμοιον. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Δόξαν τὴν φερώνυμον, τῆς Ἀναστάσεως Μάρτυς, ὡς
κληρονομήσασα, τῶν διττῶν ἀγώνων σου, κατορθώμασιν, εἰς τὸν ὑπέρλαμπρον, τῆς
ζωῆς νυμφῶνα, κατ᾿ ἀξίαν ἐσαββάτισας, ἔνθα μετέχουσα, τῆς τῶν ἐκλεκτῶν
πανηγύρεως, καὶ δόξης ἀπολαύουσα, τοῦ ὡραιοτάτου Νυμφίου σου, προστάτευε
πάντων, τῶν ἐπικαλουμένων εὐσεβῶς, Ἀναστασία τὴν χάριν σου, καὶ ὑμνολογούντων
σε.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου
τοῦ Τροπαιοφόρου,
Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας,
Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται3) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε,
ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πειρασμῶν ἀδοκήτων, ἀνωτέρους συντήρει, Ἀναστασία
σεμνή, ἡμᾶς τοὺς ἐκ καρδίας, τιμώντων σου τὰ ἄθλα, δι᾿ ὧν τέλεον ᾔσχυνας, ἐν
καρτερίᾳ πολλῇ, ἐχθροῦ τὰς μεθοδείας.
Ῥαθυμίας ἀτόπου, ψυχικῆς ἀκηδίας, καὶ πονηρῶν
συστροφῶν, σεμνὴ Ἀναστασία, ἀπήμονας συντήρει, τοὺς ὑμνοῦντας τὴν δόξαν σου,
δι᾿ ἧς ὡς μέγας φωστήρ, τοῖς πέρασιν ἐκλάμπεις.
Σὺ ἡ Νύμφη Κυρίου, ἡ καλὴ καὶ ὡραία, Ἀναστασία σεμνή,
παράκλησις γλυκεῖα, γενοῦ τοῖς ἐκ καρδίας, ὑμνῳδίαν προσφέρουσι, τοῖς
θαυμασίοις τοῖς σοῖς, δι᾿ ὧν Χριστὸς αἰνεῖται.
Θεοτοκίον.
Λυτρωτὴν τοῖς ἀνθρώποις, ὑπὲρ φύσιν Παρθένε,
ἀπογεννήσασα, παθῶν τῆς τυραννίδος, εὐσπλάγχνως λύτρωσαί με, ἵνα πίστει
κραυγάζω σοι· χαῖρε Μαρία Ἁγνή, ἡ δόξα τῶν Ἀγγέλων.
Ὠδὴ η’. Τὸν Βασιλέα.
Τῆς βοηθείας, τῆς σῆς ἡμᾶς μὴ στερήσῃς, τοὺς προστάτιν
σε καλὴν Ἀναστασία, ἐπικαλουμένους, ἐν
θλίψεσι τοῦ βίου.
Ὕμνοις σε πόθῳ, Ἀναστασία τιμῶντες, σοῦ δεόμεθα καὶ σὲ
παρακαλοῦμεν· Χριστὸν ἐκδυσώπει, εἰρήνην κόσμῳ δοῦναι.
Φῶς ἡμῖν αἴτει, Ἀναστασία θεόφρον, τοῖς ὑπάρχουσιν ἐν
σκότει ἀκηδίας, ὡς φωτὸς οἰκοῦσα, σκηνὰς τὰς αἰωνίους.
Θεοτοκίον.
Ὅρμον Παρθένε, ἐν πειρασμῶν τῷ πελάγει, τῆς πρεσβείας
σου εὑράμενοι τὴν χάριν, μακαρίζομέν σε, ὡς μόνην Θεοτόκον.
Ὠδὴ θ’. Κυρίως Θεοτόκον.
Χριστῷ Ἀναστασία, ὡς παρισταμένη, ἐν τῆς ζωῆς τοῖς
ἀφθάρτοις σκηνώμασι, πάντας βοήθει καὶ σκέπε, τοὺς εὐφημοῦντάς σε.
Ψυχῶν τε καὶ σωμάτων, δίδου εὐρωστίαν, Ἀναστασία
Χριστοῦ καλλιπάρθενε, τοῖς προσιοῦσιν ἐκ πόθου, τῇ ἀντιλήψει σου.
Ὤ Μάρτυς ἐν Ὁσίαις, νύμφη τοῦ Δεσπότου, Ἀναστασία τῆς
Ῥώμης ἀγλάϊσμα, εὐεργετοῦσα μὴ παύσῃ, τοὺς προσιόντας σοι.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, ἡ τὸν Θεὸν ἀπειράνδρως
κυήσασα, αὐτὸν δυσώπει σωθῆναι, τοὺς ὑμνολόγους σου.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις τῶν Ὁσίων κλέος σεπτόν, καὶ τῶν Ἀθληφόρων,
ἐγκαλλώπισμα ἱερόν· χαίροις τῶν θαυμάτων, κρουνὸς ὁ πολυχεύμων, σεμνὴ
Ἀναστασία, Ῥώμης τὸ βλάστημα.
Βίον μετελθοῦσα ἀσκητικόν, ἤρθης πρὸς τὴν δόξαν, τοῦ
Δεσπότου μαρτυρικῶς, αὐτὸν δυσωποῦσα, ἀεὶ Ἀναστασία, σωθῆναι τοὺς τιμῶντας, τὴν
θείαν μνήμην σου.
Πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐν τῷ Ναῷ σου,
προστρεχόντων πίστει θερμῇ, ἵνα λυτρωθῶμεν, Ἀναστασία Μάρτυς, ἐκ πάσης δυσχερείας,
καὶ περιστάσεως.
Τοὺς ἀνακειμένους πανευλαβῶς, Μάρτυς τῇ δυνάμει, τῆς
πρεσβείας σου πρὸς Θεόν, μὴ ἀποστερήσῃς, σεμνὴ Ἀναστασία, ἐκφάνσεων τῶν θείων,
τῆς προστασίας σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα...
Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,*
Κύριε, ἐλέησον ἡμᾶς,* πάσης
γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι
τήν ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ
ἁμαρτωλοί προσφέρομεν,*
ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,*
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ ἡ σωτηρία
τοῦ γένους τῶν
Χριστιανῶν.
Ἐκτενής
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Φρόνημα γεῶδες τῆς σαρκός, ἐγκρατείας κτείνασα πόνοις,
Ἀναστασία σεμνή, χάριτος τὴν ἄμαχον, ἰσχὺν ἐνδέδυσαι, δι᾿ ἧς ὤφθης ἀήττητος, ἐν
τῷ μαρτυρίῳ, καὶ ἐχθρὸν ἐπάτησας, τὸν παναλάστορα. Ὅθεν τοὺς στεφάνους λαβοῦσα,
πρέσβευε ἀεὶ ὑπὲρ πάντων, τῶν ἀνευφημούντων σε πολύαθλε.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δι’ Εὐχῶν.
Δίστιχον.
Πρόσδεξαι τήνδε φωνὴν Ἀναστασία,
Κύριλλος Ῥόδου ἣν σοὶ ἀναπέμπει.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου