Παρασκευή 30 Οκτωβρίου 2015

Παράκλησις Παν. ΚΥΠΑΡΙΣΙΩΤΙΣΣΗΣ Μεγάρων.



Παράκλησις Παν. ΚΥΠΑΡΙΣΙΩΤΙΣΣΗΣ Μεγάρων.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ ἱερᾶ Σου καὶ ἁγία Εἰκόνι, Θεοκυῆτορ εὐλαβῶς προσιόντες, τὴν πρὸς ἡμᾶς κηρύττομέν Σου πρόνοιαν, ὤ Κυπαρισσιώτισσα, Παναγία Παρθένε, καὶ πιστῶς βοῶμέν Σοι· ἀπὸ πάσης ἀνάγκης, ῥύου ἀπαύστως ταύτην τὴν Μονήν, Ἱεροθέου τοῦ θείου δεήσεσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Βαρβαρικῆς ἐπιδρομῆς ἐπελθούσης, ἐκ τοῦ ὀλέθρου τὴν ἁγίαν Μονήν Σου, ὡς ἀληθῶς διέσωσας Πανάχραντε· ὅθεν χαριστήριον, Σοὶ προσάδομεν αἶνον, καὶ ἐκβοῶμεν Κόρη εὐλαβῶς· ἐκ τῶν μελλόντων, δεινῶν ἡμᾶς φύλαττε.
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Κανὼν, οὗ ἀκροστιχίς: Τῇ Κυπαρισσιωτίσσῃ αἶνος. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τῇ θείᾳ Εἰκόνι Σου εὐλαβῶς, προσπίπτοντες Κόρη, ἐκβοῶμεν ἀπὸ ψυχῆς· Κυπαρισσιώτισσα Παρθένε, δέχου ἡμῶν τὰς δεήσεις ἑκάστοτε.
χάρις Σου φθάσασα θαυμαστῶς, διέσωσε πάλαι, ἐξ ὀλέθρου τὴν σὴν Μονήν, Κυπαρισσιώτισσα Παρθένε· διὸ κηρρύτομεν πᾶσι τὸ θαῦμά Σου.
Κυπάρισσος ὤφθη καταφυγή, τοῖς ἀπειλουμένοις, ἐκ βεβαίας καταστροφῆς, Κυπαρισσιώτισσα Παρθένε· ἔνθεν προσφόρως τὴν κλῆσιν ἐκέκτησο.
ψίστου καθέδρα περιφανής, Κεχαριτωμένη, τὴν Εἰκόνα Σου τὴν σεπτήν, λαβόντες οἱ Μονασταί ἀνῆλθον, ἐν Κυπαρίσσῳ τῇ νεύσει Σου Ἄχραντε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Πειρασμῶν ἀδοκήτων, καὶ συμφορῶν λύτρωσαι, Κυπαρισσιώτισσα Κόρη, ταύτην τὴν μάνδραν Σου, ταῖς παρακλήσεσιν, Ἱεροθέου τοῦ θείου, οὗ τὴν Κάραν ἔχομεν, ὡς δῶρον ἅγιον.
ποῤῥήτως τεκοῦσα, τὸν τοῦ παντὸς Κύριον, δέχου τὰς δεήσεις Παρθένε, ἡμῶν ἑκάστοτε, καὶ τῆς προνοίας Σου, δίδου ἡμῖν τὰς ἐκφάνσεις, Κυπαρισσιώτισσα, ἐκδυσω-ποῦμέν Σε.
ωστικῇ Σου πρεσβείᾳ, καὶ σωστικῇ χάριτι, σῶζε τὴν Μονήν Σου Παρθένε, ἐκ πάσης θλίψεως, τοῦ Σοῦ θεράποντος, Ἱεροθέου πρεσβείαις, τοῦ τὴν Σὴν Μετάστασιν, λαμπρῶς ὑμνήσαντος.
λασμὸν ἡμῖν δίδου, καὶ φωτισμὸν ἄνωθεν, Κυπαρισσιώτισσα Κόρη, ὡς ἡμῶν ἔφορος, καὶ πόῤῥω δίωκε, τὸν πονηρὸν Θεοτόκε, ἀφ’ ἡμῶν τὰ σκάνδαλα, ἀεὶ τεκταίνοντα.
Διάσωσον, ταύτην τὴν ποίμνην Σου πάσης ἐπιβουλίας, δυσωποῦμεν Κυπαρισσιώτισσα Δέσποινα, ὡς ἀληθὴς προστασία ἡμῶν καὶ σκέπη.
πίβλεψον ἐν εὐμενείᾳ...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Τὴν Σὴν εὐλαβῶς, λαβόντες οἱ μονάζοντες, Εἰκόνα Ἁγνή, ἀνῆλθον μετὰ πίστεως, ἐν κυπαρίσσῳ Δέσποινα, καὶ ἐχθροῦ τῆς μανίας ἐῤῥύσθησαν· ἐντεῦθεν Κυπαρισσιώτισσα, προσφόρως ὠνόμασαι Πανάχραντε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Συμφορῶν καὶ κακώσεων, καὶ πολυειδῶν κινδύνων καὶ θλίψεων, ἀνωτέρους ἡμᾶς φύλαττε, Κυπαρισσιώτισσα Παντάνασσα.
Συντριβῆς ὡς διέσωσας, τῆς τῶν πειρατῶν τὴν Μάνδραν Σου Ἄχραντε, οὕτω σκέπε αὐτὴν πάντοτε, ἐξ ἐπιβουλῶν καὶ περιστάσεων.
ερὸν περιτείχισμα, ἔχοντες τὴν Κάραν σου Ἱερόθεε, θείαν χάριν κομιζόμεθα, καὶ πάσης στενώσεως ῥυόμεθα.
ς τὸ πῦρ ἀνεχαίτισας, κατὰ τῆς Μονῆς σου τῇ θείᾳ χάριτι, Ἱερόθεε τῆς Κάρας σου, οὕτως ἡμᾶς σῶζε πάσης θλίψεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τεῖνον εὐμενές, οὖς Παρθένε ταῖς δεήσεσι, τῶν τιμώντων τὴν Εἰκόνα Σου πιστῶς, καὶ ἐκ ταύτης δεχομένων θείαν δύναμιν.
λεων ἡμῖν, τὸν Υἱόν Σου Κόρη ἔργασαι, ὡς ἄν λάβωμεν τὴν λύσιν τῶν παθῶν, καὶ τῆς ἄνω βασιλείας ἐπιτύχωμεν.
Σύντριψον ταχύ, τοῦ Βελίαρ τὰ βουλεύματα, ὡς ἀνέτρεψας τοὺς πάλαι πειρατάς, καὶ παράσχου ἡμῖν Κόρη τὴν εἰρήνην Σου.
Σοῦ τὴν θαυμαστήν, Ἱερόθεος ὁ πάνσοφος, ἐμεγάλυνε μετάστασιν Ἁγνή, οὗ πρεσβείαις ἡμῖν δίδου θείαν ἔλλαμψιν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
χάρις, τῆς ἱερᾶς Σου Εἰκόνος, πειρατῶν τῶν καθ’ ἡμῶν ἐπελθόντων, πᾶσαν βουλὴν ἐματαίωσε Κόρη· διὸ καὶ νῦν ἡμῖν δίδου δεόμεθα, τῆς προστασίας Σου Ἁγνή, τὴν ἰσχὺν ἐν κινδύνοις καὶ θλίψεσιν.
νῆλθον, ἐν κυπαρίσσῳ κρατοῦντες, ταῖς χερσὶ τὴν ἱεράν Σου Εἰκόνα, οἱ Μονασταὶ καὶ ἐῤῥύσθησαν πάλαι, τῶν πειρασμῶν τῆς δεινῆς βιαιότητος· ᾗ νῦν προσπίπτοντες Ἁγνή, κομιζόμεθα χάριν καὶ ἔλεος.
άσεις, τοῦ Σοῦ θεράποντος βλύζει, Θεοτόκε ἡ πανσέ-βαστος Κάρα, Ἰεροθέου ὅς ὕμνησε πάλαι, Γεσθημανῇ τὴν ἁγίαν Σου Κοίμησιν· οὗ ταῖς λιταῖς δίδου ἡμῖν, τὴν σωτήριον χάριν Σου Δέσποινα.
Ναμάτων, ζωοποιῶν οὗσα κρήνη, ὡς τεκοῦσα τὸν Θεὸν τῶν ἁπάντων, βλῦσον ἡμῖν γλυκασμὸν σωτηρίας, πᾶσαν παθῶν τὴν πικρίαν ξηραίνοντα, Θεογεννῆτορ Μαριάμ, καὶ πταισμάτων ἡμῶν αἴτει τὴν ἄφεσιν.
Διάσωσον...
χραντε...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β΄. Ταῖς τῶν αἱμάτων Σου.
Τῇ Σῇ ἁγίᾳ Εἰκόνι προσπίπτοντες, ἁγιασμὸν καὶ εἰρήνην καὶ δύναμιν, λαμβάνομεν Κόρη ἑκάστοτε, καὶ τὴν πολλήν Σου ὑμνοῦμεν προμήθειαν, δι’ ἧς δίδως πᾶσι τὰ κρείττονα.
Εἶτα, τὸ α΄ ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἦχου.
Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου...
Στ.: Ἄκουσον, Θύγατερ...
Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις...
Δόξα: Πάτερ, Λόγε, Πνεῦμα...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἐλεῆμον, ἐλέησόν με...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κυπαρισσιώτισσα δεδοξασμένη Παρθένε, σκέπη καὶ βοήθεια, καὶ θερμὴ ἀντίληψις τῶν ὑμνοῦντών Σε, πειρασμῶν λύτρωσαι, καὶ πάσης ἀνάγκης, καὶ ποικίλων περιστάσεων, ταύτην τὴν Μάνδραν Σου, πίστει προσκειμένην τῇ δόξῃ Σου· θερμῶς καθικετεύει γάρ, ὁ θεοειδὴς Ἱερόθεος· καὶ σὺν τούτῳ Κόρη, μὴ παύσῃ προστατεύουσα ἡμῶν, τῶν ἀφορώντων θερμότατα, πρὸς Σὲ μετὰ πίστεως.
Ὁ Ἱερεύς
Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φμς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλομαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φσον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                               

Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθ’ ο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
μβροφόρον νεφέλην, γλυκασμὸν σωτηρίας, ἡμῖν ὀμβρίζουσα, ὁρᾶται Θεοτόκε, ἡ πάντιμος Εἰκών Σου, ᾗ προσπίπτοντες ψάλλομεν· χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία.
Σὺν σεπτοῖς Ἀποστόλοις, ὁ σοφὸς Ἱερόθεος Κόρη ᾔνεσε, τὴν θείαν Κοίμησίν Σου· οὗ ταῖς πρεσβείαις σκέπε, τὴν Μονήν Σου κραυγάζουσαν· χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία.
Γέρας κέκτηται θεῖον, ἡ ἁγία Μονή Σου Θεοχαρίτωτε, τὴν θείαν Σου Εἰκόνα, καὶ τὴν ἁγίαν Κάραν, Ἱεροθέου τοῦ μάκαρος· διὸ καὶ πίστει ὑμνεῖ, Χριστὸν τὸν πάντων Κτίστην.
κ πυρὸς τοῦ παμφάγου, Ἱερόθεε Πάτερ ὡς πάλαι ἔσωσας, Μονήν σου τὴν ἁγίαν, οὕτως αὐτὴν διατήρει ἀπήμαντον, ἐκ συστροφῶν τῶν δεινῶν, ἐχθροῦ τοῦ ἀοράτου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
ώμην καρποῦται, ἡ τῆς Μονῆς Ἀδελφότης, ἐκ τῆς θείας Σου Εἰκόνος Θεοτόκε· ὅθεν καὶ κηρύττει, τὴν Σὴν ἐπιστασίαν.
γιον βίον, ἐν ὁμονοίᾳ ἀνύειν, καταξίωσον ἡμᾶς ἐν εὐλαβείᾳ, Ἄχραντε Παρθένε, ἐν τῇ παρούσῃ Μάνδρᾳ.
Σὲ προστασίαν, Θεοκυῆτορ πλουτοῦντες, καὶ τὸν ἔνδοξον καὶ θεῖον Ἱεράρχην, ἔφορον ὑμνοῦμεν, Χριστὸν τὸν Ζωοδότην.
θυνον Κόρη, ἐπὶ νομὰς σωτηρίας, τοὺς τὴν θείαν Σου Εἰκόνα προσκυνοῦντας, ἵνα τῆς ἀλήκτου, τύχωμεν εὐφροσύνης.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μονὴν ἡμῶν τὴν θείαν, Κεχαριτωμένη, καὶ Ἱεράρχα σοφὲ Ἱερόθεε, ἐκ δυσχερείας ἁπάσης λυτροῦσθε πάντοτε.
λόφωτε λυχνία, τῆς ἀύλου δόξης, ἐκ σκοτασμοῦ ἁμαρτίας ἀπάλλαττε, τοὺς ἀνυμνοῦντας Παρθένε τὰ μεγαλεῖα Σου.
φέρποντα δολίως, καθ’ ἡμῶν Παρθένε, τὸν σκοτεινόμορφον δράκοντα σύντριψον, ἐν ἐγρηγόρσει τηροῦσα ἡμᾶς δεόμεθα.
πέρτερον τὸν νοῦν μου, τήρει Θεοτόκε, τῆς γεηρᾶς προσπαθείας καὶ λάμψόν μοι, τῆς ἀληθοῦς μετανοίας φῶς τὸ σωτήριον.
ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
χει τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἡ Μονή Σου Κόρη, ὡς διάδημα νοητόν, ἥν καὶ προσκυνοῦσα, χαῖρέ Σοι ἀνακράζει, ᾧ Κυπαρισσιώτισσα, Ἀειπάρθενε.
ν τῇ Κυπαρίσσῳ οἱ μονασταί, ἀνῆλθον Παρθένε μετ’ Εἰκόνος Σου τῆς σεπτῆς, καὶ τῇ χάριτί σου, χειρώσεως ῥυσθέντες, ᾧ Κυπαρισσιώτισσα, ὕμνον ᾗδόν Σοι.
Κυπαρισσιώτισσα ἡ σεπτή, Εἰκών Σου Παρθένε, ἐπικέκληται προσφυῶς, καὶ καθαγιάζει, τὴν ἱεράν Μονήν Σου, τῇ ἐξ αὐτῆς πλουσίᾳ Δέσποινα χάριτι.
Σὺν Ἱεροθέῳ τῷ ἱερῷ, Κόρη Ἱεράρχῃ, ἀνυμνοῦμέν Σε εὐλαβῶς, ὡς θερμοὺς προστάτας, καὶ θείους κηδεμόνας, ταύτης τῆς θείας ποίμνης, ἀγαλλιώμενοι.
Εἰκόνι προσπίπτοντες εὐλαβῶς, τῇ σεπτῇ Σου Κόρη, καὶ τῇ Κάρᾳ τῇ ἱερᾷ, τοῦ Ἱεροθέου, τοῦ θείου Ἱεράρχου, ἐν τῇ ψυχῇ δεχόμεθα, χάριν ἄφθονον.
Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.
ερεύς. Ὃτι σου ἐστιν…..
Tά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.
λέησον  ἡμᾶς,* Κύριε,  ἐλέησον  ἡμᾶς,* πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες,* ταύτην  Σοι  τήν  ἱκεσίαν,* ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν,* ἐλέησον  ἡμᾶς.
Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς,* ἐπί  Σοί  γάρ  πεποίθαμεν.* Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα,* μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος*  καί  λύτρωσαι  ἡμᾶς* ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν.* Σύ  γάρ  εἶ  Θεός  ἡμῶν*  καί  ἡμεῖς  λαός  Σου,* πάντες  ἔργα  χειρῶν  Σου*  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν,* εὐλογημένη  Θεοτόκε,* ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν,* ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων·* Σύ  γάρ    σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.
Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.

ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, ς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Πρ δ το δι’ εχν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
ρμος καὶ ἀχείμαστος λιμήν, Κυπαρισσιώτισσα Κόρη, ἡ Σὴ ἁγία Εἰκών, ὤφθη ἐπινεύσει Σου, ταύτῃ τῇ ποίμνῃ Σου, ᾗ πιστῶς προσερχόμενοι, πάσης τρικυμίας, πόνων καὶ κακώσεων, ἀπολυτρούμεθα· θᾶττον γὰρ παρέχεις Παρθένε, τὴν Σὴν θαυμαστὴν προστασίαν, ἡμῖν τοῖς ἱκέταις Σου ἑκάστοτε.

Δέσποινα πρόσδεξαι...

Τὴν πᾶσαν ἐλπίδα μου...

Δι’ Εὐχῶν.

Δίστιχον.
Κυπαρισσιώτισσα δίδου Παρθένε,
Γερασίμῳ δύναμιν εἰς σωτηρίαν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου