Παράκλησις Παν.
ΚΟΥΤΣΟΥΡΙΩΤΙΣΣΗΣ Φωκίδος.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ
εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ θαυμαστῇ Σου καὶ Ἁγίᾳ Εἰκόνι, ἧν Κουτσουριώτισσαν
προσφόρως καλοῦμεν, μετὰ σπουδῆς προστρέχοντες ἑκάστοτε, ἐξ Αὐτῆς λαμβάνομεν,
τὰ αἰτήματα πάντα, καὶ πάσης λυτρούμεθα, δυσχερείας καὶ λύπης. Σῦ γὰρ παρέχεις
πᾶσι δαψιλῶς, Θεοχαρίτωτε Κόρη τὴν χάριν Σου.
Δόξα. Καὶ νῦν.
Διὰ φωτὸς ἐπουρανίου Παρθένε, τῷ μοναστῇ τὴν Σὴν Ἁγίαν
Εἰκόνα, ὡς ἠβουλήθης Κόρη ἐφανέρωσας, νῦν ἐξ Ἄθω δέδωκας, ἀντὶ ταύτης Σοῖς
δούλοις, θεῖον ἀφομείωμα, χαριτόβρυτον ὄντως· ὦ προσιόντες πίστει ἀκλινεῖ, τῶν
αἰτημάτων, τὸ πέρας λαμβάνομεν.
Ὁ Ν´
Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανών.
Ὠδὴ α´. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας
Κυκλοῦντες Παρθένε πανευλαβῶς, πιστῶν αἱ χορεῖαι τὴν
Εἰκόνα Σου τὴν σεπτήν, ἧνπερ Κουτσουριώτισσαν καλοῦμεν, τὴν πρὸς ἡμᾶς Σου
ὑμνοῦμεν ἀντίληψιν.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, τὴν Εἰκόνα Σου
τὴν σεπτήν, ὡς λύχνον λαμπρὸν τῆς Σῆς προνοίας, δέδωκας πᾶσιν ἡμῖν,
Κουτσουριώτισσα.
Ὑμνοῦντες ἐν πίστει τῆς πρὸς ἡμᾶς πολλῆς Σου εὐνοίας, Θεοτόκε, τὰς δωρεάς, τῇ Σῇ καταφεύγομεν Εἰκόνι καὶ ἐξ Αὐτῆς θείαν χάριν καρπούμεθα.
Τὸν πάντων κυήσασα Ποιητήν, Αὐτὸν ἐκδυσώπει οἷα Μήτηρ
Αὐτοῦ, Ἁγνή, διδόναι ἡμῖν πταισμάτων λύσιν καὶ πειρασμῶν, Θεοτόκε, ἐκλύτρωσιν.
Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σωτηρίας ἐλπίδα καὶ ἀσφαλῆ ἄγκυραν, τὴν Σὴν παναγίαν
Εἰκόνα ἡμῖν δεδώρησαι, Παρθένε Ἄχραντε, ἧ Φωκὶς πᾶσα σπεύδει καὶ πληροῦται,
Δέσποινα, τῆς Σῆς χρηστότητος.
Ὀμβροφόρος νεφέλη ὡς ἀληθῶς δέδεκται, δρόσον εὐφροσύνης
ἁγίας ἡμῖν ὀμβρίζουσα, Κουτσουριώτισσα, ἡ παναγία Εἰκών Σου, ἧ πιστῶς
προσπίπτοντες ἁγιαζόμεθα.
Ὑπὸ πλήθους πταισμάτων περισχεθεὶς, Ἄχραντε, τῇ Σῇ
καταφεύγω Εἰκόνι καὶ ἀνακράζω Σοι· θᾶττόν με λύτρωσαι, τῆς συνεχούσης ἀνάγκης
καὶ παθῶν μου κόπασον, Κόρη, τὸν τάραχον.
Σωστικὴν νέμει χάριν ἡ Σὴ Εἰκὼν, Ἄχραντε, ὅθεν τῆς
Δωρίδος ὁ δῆμος ταύτῃ προστρέχοντες, ἀναβοῶμέν Σοι· ῥύου ἡμᾶς πάσης βλάβης, ὡς
ἡμῶν βοήθεια, Κουτσουριώτισσα.
Διάσωσον, Κουτσουριώτισσα Κόρη, τοὺς Σοὺς ἱκέτας, ἀπὸ
πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας ἐν πίστει τῇ Σῇ Εἰκόνι.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν
Πρεσβεία τῇ Σῇ προσπίπτοντες, Πανύμνητε, καὶ πίστει
θερμῇ τῇ Σῇ Εἰκόνι σπεύδοντες, ἐπιφορῶν καὶ θλίψεων καὶ κινδύνων πολλῶν
λυτρωθείημεν. Σὺ γὰρ παρέχεις ἀπαύστως ἡμῖν, βοήθειαν Ἄχραντε καὶ δύναμιν.
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰσχὺν δίδου δεόμεθα, ἐν παντὶ τῷ βίῳ ἡμῖν, Πανύμνητε,
κατισχύειν ἐν ταῖς θλίψεσι καὶ πληροῦν Κυρίου τὰ προστάγματα.
Ὣσπερ θεῖον ἁγίασμα, ἡ Φωκὶς κατέχουσα τὴν Εἰκόνα Σου,
Κουτσουριώτισσα Πανύμνητε, προσφωνεῖ Σοι αἶνον χαριστήριον.
Τοὺς πιστῶς καταφεύγοντας, τῇ σεπτῇ Μονῇ Σου
Κουτσουριώτισσα, ῥύου πάσης περιστάσεως, τούτων ἐκπληροῦσα τὰ αἰτήματα.
Ἴασαί μου τὸν καύσωνα τῆς ψυχῆς, Παρθένε, δρόσῳ τῆς
χάριτος καὶ κακίστης συνηθείας με λύτρωσαι, ἀφάτῳ συμπαθείᾳ Σου.
Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Σκέπη ἀῤῥαγής Δωριεῦσι πέλεις, Ἄχραντε, τοῖς
προστρέχουσι τῇ θείᾳ Σου Μονῇ
καὶ δοξάζουσι τὰ θεῖα
μεγαλεῖά Σου.
Σύντριψον, Ἁγνή Κουτσουριώτισσα, δεόμεθα, τοῦ Βελίαρ
καθ’ ἡμῶν τὰς μηχανάς καὶ εἰρήνην ἡμῖν δίδου ἀστασίαστον.
Ἅπας εὐλαβῶς, προσκυνῶν Σου τὸ ἐκτύπωμα, ἀθυμίας
ἀπαλλάττεται πικρῶς καὶ κηρύττει Θεοτόκε τὰ Σὰ θαύματα.
Χαίρει ἀληθῶς, ἡ Δωρὶς τῇ προστασίᾳ Σου καὶ προσπίπτει,
Θεοτόκε, εὐλαβῶς, τῷ ἐξ Ἄθωνος σεπτῷ Σου ἐκτυπώματι.
Ὠδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον.
Ἀγγέλων, ἡ Βασιλὶς καὶ Κυρία καὶ ἀνθρώπων ἀληθὴς
σωτηρία, σῶζε ἡμᾶς Παναγία Παρθένε, ἐπιφορῶν καὶ δεινῶν περιστάσεων, τοὺς προσιόντας
εὐλαβῶς, τῇ σεπτῇ καὶ ἁγίᾳ Εἰκόνι Σου.
Ἰάσεις, ἐπισκιάσει Σου θείᾳ, Κουτσουριώτισσα, ἡ θεία
Εἰκών Σου, ἀναπηγάζει ἀεὶ καὶ ἰᾶται, ψυχῶν ὁμοῦ καὶ σωμάτων νοσήματα, τῶν
προσιόντων εὐλαβῶς καὶ τὴν Σὴν ἐξαιτούντων βοήθειαν.
Ῥημάτων ἱκετηρίων, Παρθένε, ἡμῶν δέχου συμπαθῶς τὰς
δεήσεις, Κουτσουριώτισσα Κόρη καὶ πλήρου, ὡς συμπαθείας πηγὴ ἀνεξάντλητος, τὰς
ἱκεσίας τῶν πιστῶς, προσπιπτόντων τῇ θείᾳ Εἰκόνι Σου.
Ἐξ Ἄθῳ, ὡς θεοδώρητον δῶρον, τῆς πολλῆς Σου πρὸς ἡμᾶς συμπαθείας, ἡ Σὴ Ἁγία Εἰκὼν Θεοτόκε, ἐν εὐλαβείᾳ θερμῇ μετενήνεκται, Κουτσουριώτισσα Ἁγνή, καὶ χαρᾶς τὴν Φωκίδα πεπλήρωκε.
Διάσωσον, Κουτσουριώτισσα Κόρη, τοὺς Σοὺς ἱκέτας, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας ἐν πίστει τῇ Σῇ Εἰκόνι.
Ἄχραντε...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις
τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων Σου.
Ὣσπερ κειμήλιον θεῖον κτησάμενοι, τὴν Σὴν Εἰκόνα Ἁγνὴ
Κουτσουριώτισσα, ἁγιασμὸν ἐξ Αὐτῆς κομιζόμεθα καὶ φωτισμὸν καὶ ὑγείαν καὶ
λύτρωσιν, ὑμνοῦντες τὴν ἄφθονον χάριν Σου.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός
μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες
Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα
Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν ταὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Τὸ πρόσωπόν Σου λιτανεύουσιν οἱ πλούσιοι
τοῦ λαοῦ.
Στίχος: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν.
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς
τὴν Ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου,
καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς
Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ
Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη καὶ εἶπεν: Εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ
εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ
Κυρίου μου πρὸς μέ; Ἰδοὺ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτά μου,
ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα,
ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτὴ παρὰ Κυρίου. Καὶ εἶπε Μαριὰμ·
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῳ
Σωτήρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ
νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεία ὁ Δυνατός, καὶ ἀγίον
τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς
τὸν οἶκον αὐτῆς.
Δόξα. Ἦχος β´. Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ
πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ
πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα
ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Ὄλβον τῆς Σῆς χάριτος, τὴν Σὴν ἁγίαν Εἰκόνα, Κόρη, ἐδεξάμεθα καὶ τῆς Σῆς
χρηστότητος στήλην ἔνθεον· χορηγεῖ πᾶσι γάρ, πᾶσαν θείαν δόσιν, τῇ σεπτῇ
ἐπισκιάσει Σου, ἧ καταφεύγοντες πάντες Δωριεῖς μετὰ πίστεως, λαμβάνουσιν ἰάματα
καὶ τῶν αἰτημάτωντὴν πλήρωσιν, Κόρη Παναγία, κηρύττοντες τὴν Σὴν ἐπισκοπήν καὶ
τῆς πολλῆς εὐσπλαγχνίας Σου, τὰς ἐκφάνσεις πάντοτε.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Καταφύγιον Κόρη καὶ λιμὴν σωτηρίας πρόκειται ἅπασι,
Μονή Σου ἡ ἁγία, Παρθένε Παναγία, ἧ προστρέχοντες ψάλλομεν· χαῖρε ἡμῶν προσφυγή
καὶ κόσμου σωτηρία.
Ὁ τὸ φῶς ἐπαλλήλως μοναστὴς ὁ θεόφρων ἰδὼν ἀνεύρατο,
τὴν θείαν Σου Εἰκόνα, ἐν τῷ κορμῷ τοῦ δένδρου καὶ αὐτὴν Κουτσουριώτισσαν,
ὠνόμασε προσφυῶς, Παρθένε Θεοτόκε.
Ῥῦσαι πάσης ἀνάγκης καὶ πικρῶν νοσημάτων καὶ πάσης
θλίψεως, τοὺς πίστει προσιόντας, τῇ σκέπῃ Σου τῇ θείᾳ, Θεομῆτορ, καὶ ψάλλοντας·
χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία.
Ἡ ἁγία Εἰκών Σου παραμύθιον δέδοται καὶ προσφύγιον,
πάσῃ τῇ ἐπαρχίᾳ, Παρθένε, τῆς Δωρίδος, πρὸς αὐτὴν γὰρ προστρέχοντες, πληροῦται
πάσης χαρᾶς, τῇ Σῇ ἐπιστασίᾳ.
Ὠδὴ η´. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Γενοῦ Παρθένε, Κουτσουριώτισσα πᾶσι, ὅρμος ἄκλυστος καὶ
τεῖχος ἀσφαλείας, τοῖς ἐν εὐλαβείᾳ, σπεύδουσι τῇ Μονῇ Σου.
Ἔχει Φωκίς Σε, Κουτσουριώτισσα Κόρη, θεῖον στήριγμα καὶ
ἔφορον καὶ σκέπην, ὅθεν καὶ προστρέχει, τῇ θείᾳ Σου Εἰκόνι.
Ῥῶσιν παράσχου κατὰ ψυχήν τε καὶ σῶμα, Κόρη Πάναγνε,
καὶ ἄλυπον ὑγείαν, τοῖς ὑπερυψοῦσι, τὸν ἄφραστόν Σου Τόκον.
Ἀφ’ ὗψους δίδου, Κουτσουριώτισσα Κόρη, τῆς προνοίας Σου
τὰς θείας διαδόσεις, τοῖς δοξολογοῦσι,
τὴν ἄῤῥητόν
Σου δόξαν.
Ὠδὴ θ´. Κυρίως Θεοτόκον.
Σκηνὴ τοῦ θείου Λόγου, Κεχαριτωμένη, Ὑπεραγία Παρθένε
Πανύμνητε, σκέπε καὶ φρούρει ἀπαύστως ἡμᾶς καὶ φύλαττε.
Ἰάτρευσον τὴν νόσον, Πάναγνε Παρθένε, τῆς ἀσθενούσης
ψυχῆς μου καὶ ῥῦσαί με, τῆς πονηρᾶς δυναστείας τοῦ κοσμοκράτορος.
Μονῇ Σου τῇ ἁγίᾳ, σπεύδοντες Παρθένε, τῇ Σῇ παντίμῳ
Εἰκόνι προσπίπτομεν, Κουτσουριώτισσα Κόρη, καὶ Σὲ γεραίρομεν.
Οἱ πίστει προσιόντες, τῇ σεπτῇ Μονῇ Σου, τὸν γλυκασμὸν
τῆς Σῆς χάριτος δέχονται, Κουτσουριώτισσα Κόρη, καὶ Σὲ δοξάζουσιν.
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, χαμαιπετῶν
ἐννοιῶν τῇ Σῇ χάριτι, καὶ πρὸς οὐράνιον πόθον αὐτὸν ἀνύψωσον.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Φῶς τὴν Σὴν Εἰκόνα τὴν θαυμαστήν, μοναστῇ τῷ θείῳ, καθυπέδειξε Μαριάμ, ἧν εὑρὼν ἐν πίστει, ἐν τῷ κορμῷ τοῦ δένδρου, προσφόρως Κουτσουριώτισσα ἐπωνόμασε.
Ὥσπερ θεῖον δῶρον καὶ ἱερόν, ἐξ Ἄθω Παρθένε ἐδεξάμεθα εὐλαβῶς, τὴν Σὴν παναγίαν Εἰκόνα ἀνυμνοῦντες, τὴν δόξαν Σου τὴν θείαν Κουτσουριώτισσα.
Χαίρει ἡ Μονή Σου ἡ εὐαγής, ἔχουσα ἐν κόλποις τὴ Εἰκόνα Σου τὴν σεπτήν, βρύουσαν τοῖς πᾶσι χάριτος θεῖα ῥεῖθρα, Παρθένε Θεοτόκε Κουτσουριώτισσα.
Πλήρου τὰς αἰτήσεις τῶν εὐλαβῶν, Κόρη, προσκυνούντων Σου, τὴν Εἰκόνα Σου τὴν σεπτήν καὶ τῇ μητρικῇ Σου πρεσβείᾳ πρὸς τὸν Κτίστην, πταισμάτων δίδου λύσιν ἡμῖν Πανύμνητε.
Χαίρει Θεοτόκε ὡς ἀληθῶς, πᾶσα τῆς Δωρίδος ἐπαρχία ἡ εὐσεβής, ἔχουσα ἐν κόλποις, τὴν θείαν Σου Εἰκόνα καὶ χαῖρέ Σοι κραυγάζει Κουτσουριώτισσα.
Δίδου κἀμοὶ Κόρη τῷ ταπεινῷ, χάριν οὐρανόθεν καὶ πταισμάτων ἀπαλλαγήν, ἐν ὥρᾳ δίκης παράστηθί μοι, Κόρη, καὶ ῥῦσαι αἰωνίου με κατακρίσεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,* Κύριε,
ἐλέησον ἡμᾶς,* πάσης γάρ
ἀπολογίας ἀποροῦντες,*
ταύτην Σοι τήν
ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί
προσφέρομεν,* ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,*
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ ἡ σωτηρία
τοῦ γένους τῶν
Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς
ἐρήμου πολίτης.
Τὴν σεπτήν Σου Εἰκόνα Κουτσουριώτισσα Δέσποινα, ὡς
ἁγίασμα θεῖον εὐλαβῶς ἐδεξάμεθα· καὶ πᾶσα ἡ Φωκὶς τῇ Σῇ Μονῇ, προστρέχει καὶ
λαμβάνει ἐξ αὐτῆς, τὰς αἰτήσεις τῇ θερμῇ Σου ἐπισκοπῇ, Παρθένε ἀνακράζουσα·
δόξα τῇ Σῇ χρηστότητα Ἁγνή, δόξα τοῖς θαυμασίοις Σου, δόξα τῇ πρὸς ἡμᾶς Σου ἀρωγῇ
Πανύμνητε.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας
τοὺς προσπίπτοντας πιστῶς, τῇ Σῇ ὑπερτίμῳ Εἰκόνι, Κουτσουριώτισσα, πλήρου τῆς
Σῆς χάριτος, ὡς προστασία ἡμῶν καὶ παθῶν ἀπολύτρωσιν καὶ πάσης ἀνάγκης καὶ
ποικίλων θλίψεων, δίδου ἑκάστοτε. Σὺ γὰρ προστασία τοῦ κόσμου καὶ πρὸς τὸν Υἱὸν
καὶ Θεόν Σου, πρέσβυς καὶ μεσῖτις ἡμῶν, Ἄχραντε.
Δέσποινα πρόσδεξαι…
Τήν πᾶσαν
ἐλπίδαν μου…
Δι’ Εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου