Παράκλησις Παν.
ΚΟΡΥΦΙΩΤΙΣΣΗΣ Καμαρίου Κορινθίας.
Ποίημα Δρ. Χαραλάμπους Μ. Μπούσια
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων
αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ
Σταυρῷ.
Τὴν Σὴν εἰκόνα, Κορφιώτισσα Μῆτερ, τὴν θαυμαστῶς ἐν Κορυφῇ εὑρεθεῖσαν, καὶ
ἐποφθεῖσαν ἄφθονον θαυμάτων πηγήν, πάντες ἀσπαζόμενοι εὐλαβῶς ἐκβοῶμεν· σκέπε
τὴν περίοικον Ξυλοκάστρου, Παρθένε, ἐκ συμφορῶν καὶ τήρει ἀσινεῖς, τῆς ἐπηρείας
ἐχθροῦ τοὺς οἰκέτας Σου.
Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε...
Ὁ Ν´
Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς
ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανὼν οὗ ἡ ἀκροστιχίς: Κορυφὰς θείας δεῖξόν μοι, Κορφιώτισσα. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Κατεύθυνον πάντας πρὸς κορυφάς, τοὺς Σὲ ἀνυμνοῦντας, Κορφιώτισσα ἀρετῶν, καὶ
σπεύδοντας πόθῳ προσκυνῆσαι, τὴν σεβασμίαν καὶ θείαν εἰκόνα Σου.
Ὁδήγει πρὸς ἄμεμπτον βιοτήν, ὑγίειαν ἄκραν, Κορφιώτισσα καὶ ἰσχύν, πατῆσαι
ἐπήρειαν τοῦ πλάνου, τοὺς εὐλαβῶς, Ἀγαθὴ προσκυνοῦντάς Σε.
Ῥυπώδους θελήματος Μαριάμ, ἀπάλλαξον τάχος, Κορφιώτισσα τοὺς πιστῶς,
προσφεύγοντας χάριτι Σῇ θείᾳ, καὶ ἐκζητοῦντας Σὴν ἄκονον εὔνοιαν.
Ὑμνοῦμεν ἑκάστοτε ἀρωγὴν τὴν Σὴν Θεοτόκε, Κορφιώτισσα ἥν ἡμῖν, δεικνύεις
τοῖς πόθῳ προσκυνοῦσι, τὴν ἱερὰν καὶ ἁγίαν εἰκόνα Σου.
Φωτὸς ἔμπλησόν μου Μῆτερ Θεοῦ, ἀΰλου καρδίαν, Κορφιώτισσα θαυμαστή, τὴν
ἐζοφωμένην χαμαιζήλοις, καὶ ψυχοκτόνοις Πανάμωμε πάθεσι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ἁγιάσματος κρήνη, ἡ Σὴ εἰκὼν δέδεικται, τοῖς ἀρυομένοις ἐκ ταύτης, ὕδωρ
σωτήριον, πρὸς ἀφθαρσίαν ψυχῶν, καὶ τῶν σωμάτων τὴν ῥῶσιν, Μῆτερ Κορφιώτισσα,
Θεομακάριστε.
Σὴν ἁγίαν εἰκόνα, πανευλαβῶς Δέσποινα, πάντες προσκυνοῦντες βοῶμεν· ἴσθι
ἀείποτε, Σῶν οἰκετῶν ἀρωγός, καὶ ταχινὴ παραστάτις, Μῆτερ Κορφιώτισσα, βίου ἐν
κλύδωσι.
Θεοτόκε Παρθένε, Χριστιανῶν στήριγμα, σκέπε Κορφιώτισσα πάντας, Σοὶ
καταφεύγοντας, ἡ ἐκ τροχαίων ταχύ, ἀτυχημάτων Σοὺς δούλους, ἐπικαλουμένους Σε,
σώσασα Δέσποινα.
Ἐλεήμονος Λόγου, Μῆτερ ταχὺ πέμψον μοι, τὰ ἐλέη Σοῦ θείου Τόκου, καὶ
ἀπογνώσεως, μὲ συνεχούσης Ἁγνή, ῥῦσαι Σὸν τλήμονα δοῦλον, πόθῳ Κορφιώτισσα,
καθικετεύω Σε.
Διάσωσον, ἐξ ἐπηρείας ἐχθίστου τοὺς
Σοὺς οἰκέτας, καὶ ἐκπλήρου ὡς συμπαθὴς ἡμῶν τὰ αἰτήματα, σεμνὴ Κορφιώτισσα
Θεοτόκε.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ναῷ Σῷ σεπτῷ προσπευφεγὼς ὁ δείλαιος, ὀδύναις πικραῖς, οἴμοι χειμαζόμενος,
Κορφιώτισσα Δέσποινα, τὴν γαλήνην εὑρίσκω καὶ ᾄσμασι, Σὲ μεγαλύνω θείοις καὶ
τερπνοῖς, Ἁγνὴ Θεοτόκε, μελῳδήμασι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱλαστήριον Δέσποινα, κόσμου νῦν ἱλέῳ με, Κορφιώτισσα, ὄμματι σεμνὴ
ἐπισκέψαι, καὶ κρυπτά μου πάθη καταπράϋνον.
Ἀγλαὴ Κορφιώτισσα, ἡ ἐκ καταιγίδος σφοδρᾶς Διμήνιον, διασώσασα βαλλόμενον,
ἀλγηδόσι δοῦλόν Σου ἰάτρευσον.
Σφοδροτάταις ποντούμενον, τρικυμίαις βίου με, Κορφιώτισσα, σῶσον Σαῖς
θερμαῖς δεήσεσι, καὶ πρὸς ὄρμον ἴθυνόν με εὔδιον.
Δυνατοὺς τοὺς Σοὺς πρόσφυγας, δείξον ἐν ταῖς μάχαις τοῦ βίου, Δέσποινα,
Κορφιώτισσα Πανύμνητε, προσκυνοῦντας πίστει τὸ Σὸν ἔκτυπον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον ἡμῶν, Κορφιώτισσα Πανύμνητε, χαρμονῆς καὶ εὐφροσύνης ἀκλινοῦς, τοὺς
ἐν ὕμνοις μελιχροῖς Σε μεγαλύνοντας.
Ἴασαι ἡμῶν, τῆς ψυχῆς δεινὴν ἀσθένειαν, καὶ θεράπευσον σωμάτων τὰς οὐλας,
τῶν ἐκθύμως Κορφιώτισσα, σπευδόντων Σοι.
Ξένων θαυμαστῶν, αὐτουργὸς ὑπάρχεις Πάναγνε, Κορφιώτισσα θαυμάτων ποταμέ,
καὶ χειμάῤῥους ἰαμάτων ἀκεσώδυνε.
Οἴκτιρον ἡμᾶς, τοὺς πιστῶς ἐπιζητοῦντάς Σου, τὴν ὁλόθερμον ἐν βίῳ ἀρωγήν,
καὶ βοήθειαν καὶ δίναις, Κορφιώτισσα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νοσοῦσάν μου, τὴν ψυχὴν ἰάτρευσον, Κορφιώτισσα νῦν κεκαμωμένην, πολλαῖς
παθῶν μαστιγώσεσι Μῆτερ, καὶ σῶμα τὸ σαρκοφόρον μου ἴασαι, ὅπως τρανῶς
δοξολογῶ, Σὲ καὶ πλῆθος γεραίρω θαυμάτων Σου.
Μητράναδρε, ἐκ πυλῶν ἐξάρπασον, τοῦ θανάτου τὸν πιστῶς
προσκυνοῦντα, τὴν Σὴν μορφὴν, Κορφιώτισσα Μῆτερ, καὶ εἰς λαμπρὰ σωτηρίας
σκηνώματα, εἰσάγαγε τὸν ἐν χαρᾷ, ψυχικῇ Σὴν ἀντίληψιν μέλποντα.
Ὁλόφωτον, θαυμασίως τέμενος, καὶ περίλαμπρος ναὸς
ἰαμάτων, ἡ Σὴ Εἰκὼν Κορφιώτισσα ὤφθη, ἥν προσκυνοῦντες πιστῶς ἀνακράζομεν· τῆς
Κορινθίας θησαυρός, καὶ ἁπάντων πιστῶν πέλεις κλέϊσμα.
Ἰάματα, βρύεις ὡς ἀστείρευτος, κρήνη τοῖς πανευλαβῶς
προσκυνοῦσι, τὴν Σὴν ἁγίαν εἰκόνα, Παρθένε, εὐλογημένη, σεμνὴ Κορφιώτισσα, καὶ
ἀπελαύνεις τῶν ψυχῶν, καὶ σωμάτων λοιμώδη νοσήματα.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Ταῖς τῶν αἱμάτων Σου.
Ταῖς Σαῖς πρεσβείαις σεμνὴ Κορφιώτισσα, τῶν Κορινθίων χοροὶ καταφεύγοντες,
ἐν βίου πάσι δειναῖς περιστάσεσι, λυτροῦνται βλάβης ἐχθροῦ καὶ στενώσεως·
αὐτοὺς γὰρ ταχὺ σῴζεις θλίψεων.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με
πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα
Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται ταῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου...
Στ.: Ἄκουσον, Θύγατερ...
Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (α΄. 39-49, 56). Ἐν ταῖς ἡμέραις ἐκείναις...
Δόξα: Τῆς Κορφιωτίσσης πρεσβείας, Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μήτερ Κορφιώτισσα, τοῖς προσκυνοῦσιν Εἰκόνα, τὴν σεπτήν Σου Δέσποινα,
Κορινθίων σέμνωμα, πολυτίμητον, καὶ πηγὴ χάριτος, Καμαρίου δεῖξον, Σὴν
ἀνείκαστον συμπάθειαν, καὶ προστασία Σου, τὴν θερμὴν καὶ ἄγρυπνον ἅπασι·
ὑπάρχεις γὰρ ἀνύστακτος, ἀρωγὸς καὶ φύλαξ καὶ πρόμαχος, τῶν κινδυνευόντων, ἐν
δίναις ποντουμένων χαλεπῶς, καὶ ἐν πικραῖς περιστάσεσι, βίου Μητροπάρθενε.
Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’
[τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κορφιώτισσα Μῆτερ, Καμαρίου ἀκέστορ, προστάτις ἄγρυπνος, ὑπάρχεις
Ξυλοκάστρου, καὶ Ἄνω Διμηνίου, ἐν κινδύνοις διάσωσμα· διὸ εἰκόνα τὴν Σὴν,
ἐκθύμως προσκυνοῦμεν.
Ὄμβροτόκε νεφέλη, χαρμονῆς ἀτεκνίας, δεσμὰ διάλυσον, τῶν Σοὶ πιστῶς
σπευδόντων, καὶ θείαν Σου εἰκόνα, Κορφιώτισσα Δέσποινα, τὴν ὄντως θαυματουργόν,
πιστῶς ἀσπαζομένων.
Ῥάβδῳ τῶν πρεσβειῶν Σου, πρὸς τὸν θεῖόν Σου Τόκον, Θεογεννήτρια, νῦν
στήριξον τοὺς πόθῳ, Σὲ ἀνυμνολογοῦντας, καὶ τὴν θείαν εἰκόνα Σου, ἐν τῇ Μονῇ
Κορυφῆς, πιστῶς ἀσπαζομένους.
Φωτισμὸν Σοῖς οἰκέταις, Κορφιώτισσα δίδου, Θεοῦ ἐντάλματα, τηρεῖν καὶ
ἀγνωσίας, διάλυσον τὰ σκότη, τῶν πιστῶς ἐκβοώντων Σοι· χαῖρε γλυκεῖα Χριστοῦ,
τοῦ Φωτοδότου Μήτηρ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἱκάνωσόν με, πατῆσαι πλάνου παγίδας, καὶ συντρίψαι αὐτοῦ Σῇ δυνάμει, Κορυφῆς
προστάτις, τὰ ἰοβόλα βέλη.
Ὡς θλιβομένων, παραμυθίαν γλυκεῖαν, Κορφιώτισσα Σὲ ἀνυμνοῦμεν, καὶ
ἐπιζητοῦμεν, ἀντίληψιν Σὴν θείαν.
Τὴν Κορινθίαν, καὶ Καμαρίου τὴν κώμην, Κορφιώτισσα Θεογεννῆτορ, τῆρει
ἐξαιρέτως, ἐν Σῇ κηδεμονίᾳ.
Ἴασαι πάντων, τὰς ζοφερὰς ἀλγηδόνας, Κορφιώτισσα καὶ ἀτεκνίας, τὰ δεσμὰ Σῶν
δούλων, διάλυσον εὐχαῖς Σου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στηρίζουσα μὴ παύσῃ, πάντας κλονουμένους, καὶ ὁδηγοῦσα πιστοὺς πρὸς
μετάνοιαν, τοὺς προσκυνοῦντας εἰκόνα Σήν, Κορφιώτισσα.
Σὲ ἀνυμνολογοῦντες, ὡς Μονῆς Σου κλέος, καὶ χριστωνύμων ἁπάντων ἀγλάϊσμα,
ταῖς Σαῖς λιταῖς Κορφιώτισσα καταφεύγομεν.
Ἀγαλλιᾶται δῆμος, Κορινθίων πάντων, Σὴν θείαν χάριν πλουτῶν Κορφιώτισσα,
ἄσυλον ὄντως ἐν κόλποις Ἁγνὴ θησαύρισμα.
Χαρᾶς καρδίας πλῆσον, τῶν καταφευγόντων, Σῇ ἀντιλήψει σεμνὴ Κορφιώτισσα, καὶ
εὐλαβῶς προσκυνούντων τὸ Σὸν ἐκτύπωμα.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Τὴν σεπτὴν εἰκόνα Σου ἐν Μονῇ, Κορυφῆς Παρθένε, προσκυνοῦντες πανευλαβῶς,
πόθῳ ἐκβοῶμεν· ἀρήγουσα μὴ παύσῃ, ἡμῖν τοῖς Σὲ τιμώσιν, ὦ Κορφιώτισσα.
Χαῖρε Ζωοπάροχε ποταμέ, κρήνη Ζωοδόχε, Κορφιώτισσα θαυμαστή, χαῖρε Καμαρίου, καὶ πάσης Κορινθίας, ἀγλάϊσμα
καὶ κλέος,
πόθῳ βοῶμέν Σοι.
Ὡς ἐξ ἀτυχήματος Μαριάμ, ἔσωσας τροχαίου, Κορφιώτισσα τοὺς πιστῶς, κλῆσίν
Σου τὴν θείαν, καλοῦντας σῶσον βλάβης, ἐχθροῦ τοῦ μισοκάλου, πάντα χριστώνυμον.
Ἐξ ἐχθροῦ παγίδων τὴν Σὴν Μονήν, τὴν σεμνυνομένην, Κορφιώτισσα Σῇ μορφῇ,
σῶσον καὶ χορήγει, αὐτῇ τῶν δωρεῶν Σου, τὰς δόσεις οὐρανόθεν, Θεογεννήτρια.
Χαίροις Ξυλοκάστρου ἡ ἀρωγός, χαίροις Καμαρίου, ὁ ἀσύλητος θησαυρός, χαίροις
Κορινθίας, τὸ καύχημα τὸ μέγα, καὶ χριστώνυμον εὖχος, ὦ Κορφιώτισσα.
Δεῦτε ἀσπασώμεθα εὐλαβῶς, τῆς Κορφιωτίσσης, τὴν εἰκόνα τὴν θαυμαστῶς,
βρύουσαν ἰάσεις, παντὶ προσερχομένῳ, αὐτῇ καὶ ἐκζητοῦντι, ταύτης τὴν εὔνοιαν.
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,* Κύριε, ἐλέησον ἡμᾶς,* πάσης γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι τήν ἱκεσίαν,* ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί
προσφέρομεν,* ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί τό ὄνομά
Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,*
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ
ἡ σωτηρία τοῦ
γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄.
Τὸν συνάναρχον Λόγον.
Κορφιώτισσα Μῆτερ Θεογεννήτρια, τὴν Σὴν ἁγίαν εἰκόνα, πανευλαβῶς οἱ χοροί,
Κορινθίων ἀσπαζόμενοι κραυγάζομεν· σῶσον ἡμᾶς ἐκ πειρασμῶν, κατωδύνων συμφορῶν,
καὶ θλίψεων τοὺς ἐν πίστει, ἀνευφημοῦντας θαυμάτων, Σῶν ἀχανὲς Παρθένε πέλαγος.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαῖρε Ζωοπάροχε Πηγή, πᾶσιν ἀναβλύζουσα ὕδωρ, σωτηριῶδες ἡμῖν, Μῆτερ
Κορφιώτισσα, Σοὶ καταφεύγουσι, καὶ αἰτοῦσιν ἀντίληψιν, τὴν Σὴν ἐκβοώντες, πόθῳ
δυσωποῦμέν Σε· ταχὺ ἀνάστησον, τοὺς ἐν ἁμαρτίας πεσόντας, δίναις καὶ ζωῆς
κληρονόμους, τῆς μελλούσης δεῖξον τοὺς τιμῶντάς Σε.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Δι’ Εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου