Παράκλησις ὁσ.
ΑΝΤΩΝΙΟΥ τοῦ Μεγάλου.
Ψαλλομένη ἐν τῷ Ναῷ αὐτοῦ ἐν
Ζάραξιν Καρύστου Εὐβοίας
Ποίημα Δρ. Χαραλάμπους Μ. Μπούσια (2003)
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων
αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Θηβαΐδος τῆς ἐρήμου Ὁσίων, αὔραν ζωήῤῥυτον καὶ ἄνθος ἡδύπνοον, Ἀντώνιον
τὸν Μέγαν ὡς θεῖον κρουνὸν χάριτος ὑμνήσωμεν καὶ πιστῶν ὁδοδείκτην πρὸς ἀγήρω
βίωσιν, καὶ λειμῶνας παντέρπνους τῆς ἐν Χριστῷ ἀλήκτου χαρμονῆς, αὐτοῦ ἀόκνους
πρεσβείας αἰτούμενοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν πότε…
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα
ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν
συντετριμμένην
καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανών,
οὗ ἡ ἀκροστιχίς: Ἀντώνιε πάνυ, Ζαράκων κλέος, εὐλόγει
με. Χ.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Ἀντώνιε πάνυ θεοειδές, εὐχῆς ἀσιγήτου ἐργαστήριον σεαυτόν, σαφῶς ὁ ποιήσας
σοὺς ἱκέτας, θερμῶς προσεύχεσθαι ἅπαντας δίδαξον.
Νόος μου ἀπόπλυνον σαῖς εὐχαῖς, τὸν ῥύπον Ζαράκων ἐγκαλλώπισμα ἱερόν,
Ἀντώνιε πόθῳ ἐκβοῶ σοι, ὁ προσιῶν τῷ ναῷ τῷ πανσέπτῳ σου.
Τὴν θείαν εἰκόνα σου εὐλαβῶς, Ἀντώνιε μάκαρ ἀσπαζόμενος
ἐν ναῷ, Ζαράκων τὴν ξένως εὑρεθεῖσαν, ᾧδε σὰς θείας λιτὰς ἀπεκδέχομαι.
Θεοτοκίον.
Ὡς μόνην ἀπάντων βροτῶν ἐλπίς, λιταῖς Ἀντωνίου τοῦ
Ὁσίου Μῆτερ Θεοῦ, κατεύθυνον πρὸς σκηνὰς ἀφθίτους, τῶν οὐρανῶν τοὺς πιστῶς
ἀνυμνοῦντάς Σε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Νῦν Ἀντώνιε Πάτερ ἐρημιτῶν καύχημα, Θηβαΐδος καὶ τῶν Ζαράκων
γέρας ἀτίμητον, ἐν κατανύξει ψυχῆς, σὲ δυσωποῦμεν εὐλόγει, τοὺς ἀσπαζομένους
σου τὸ θεῖον ἔκτυπον.
Ἰσαγγέλως βιώσας ἐρημιτῶν κλέϊσμα, Θηβαΐδος εἴληφας
χάριν πέμπειν πρεσβείαις σου, τῶν σῶν προσφύγων χοροῖς ἄμφω ὑγίειαν πᾶσιν,
ἀσκητὰ Ἀντώνιε χάριτος ἔσοπτρον.
Ἐπομβρίας εὐχῶν σου ἡμῶν παθῶν κάμινον, σβέσον τῶν
πιστῶς προσκυνούντων σὸν θεῖον ἔκτυπον, καὶ λαμβανόντων πηλόν, ἐκ νόσων πρὸς
ἰατρείαν, ἐκ ναοῦ Ἀντώνιες σοῦ ἐν τοῖς Ζάραξι.
Θεοτοκίον.
Παναγία Παρθένε Μῆτερ Θεοῦ Ἄχραντε, ῥύπον μου παθῶν χαμαιζήλων τάχος
ἀπόπλυνον, σαῖς ῥυπτικαῖς προσευχαῖς, πρὸς τὸν ἡμῶν ἁμαρτίας, αἴροντα θειότατον
τόκον Σου Δέσποινα.
Ἀπέλασον, τῆς δυσθυμίας τὸ ἄχθος τῶν ἱκετῶν σου, τῶν ἐν
πίστει εἰλικρινεῖ σπευδόντων, Ἀντώνιε ναῷ σου ἐν Ζάραξι τῷ πανσέπτῳ.
Ἐπίβλεψον…
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ
ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ηχος β΄. Πρεσβεία θερμή.
Ζαράκων θερμὲ προστάτα χαριτόβρυτε, θεράπον Χριστοῦ καὶ φίλε γνησιώτατε,
θεοφόρε Ἀντώνιε, ἀσκητῶν θησαύρισμα ἔμψυχον, δερματικῶν τραυμάτων ἰατρός,
ὑπάρχεις τῶν πίστει προστρεχόντων σοι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀσκητῶν ἐγκαλλώπισμα, ἄνοιξόν μοι πύλην τῆς ἐπιγνώσεως,
ἵνα πόθῳ μακαρίζω σε, Πάτερ εὐσυμπάθητε Ἀντώνιε.
Νεκρωθέντα με ζώωσον, πλείστοις παραπτώμασιν καὶ πρὸς
εὔκλειαν, τὴν ἀγήρω με κατεύθυνον, ἐρημῖτα ἔνθεε Ἀντώνιε.
Ὑμνῳδίαις σε στέφομεν, ὡς νοσούντων πάντων σεπτὲ
ἀνάῤῥωσιν, καὶ συντετριμμένων ἔργεσιν, θαυμαστὲ Ἀντώνιε ἔγερσιν.
Θεοτοκίον.
Ζήλον αὔξησον πίστεως, τῶν καταφευγόντων τῇ προστασίᾳ σου, Ἀντωνίου ταῖς ἐντεύξεσι, οὐρανῶν σκηνώσεις τοῦ ζηλώσαντος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Αἴγλῃ θεϊκῇ, ὁ λαμπόμενος Ἀντώνιε, λάμψον φῶς μοι μετανοίας σωστικῆς,
προσκυνοῦντι τὸν ναόν σου ἐν τοῖς Ζάραξι.
Ῥύπον μου ψυχῆς, τῷ ὑσσώπῳ σου ἀπόπλυνον, πρὸς τὸν Κύριον ἐνθέρμων σου λιτῶν,
ἀσκουμένων γνώμων Ὅσιε Ἀντώνιε.
Ἄγγελος λαμπρός, ἐν σαρκὶ ὀφθεὶς Ἀντώνιε, ἱκεσίαις σου ἀπόστειλον ἡμῖν,
ὁδηγοὺς Θεοῦ Ἀγγέλους πρὸς τελείωσιν.
Θεοτοκίον.
Κλῆμα ἱερόν, παρθενίας καὶ συνέσεως, βότρυν φέρειν με ἀξίωσον Ἁγνή,
σωφροσύνης τὸν ὑμνοῦντά σε παμπέπειρον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς τάχιστον, ἰατρόν σε ἔγνωμεν, νοσημάτων λοιμικῶν ἀνιάτων, καὶ ἐξαιρέτως
Ἀντώνιε μάκαρ, δερματικῶν οἱ ἐν Ζάραξι σπεύδοντες, εἰκόνα σου τὴν ἱεράν,
προσκυνῆσαι ἰάσεις τὴν βλύζουσαν.
Νῦν Ὅσιε, θαυμαστὲ Ἀντώνιε, Θηβαΐδος τῆς ἐρήμου οἰκῆτορ, ὁ προσευχῇ ἀσιτίᾳ
καὶ νήψει, εὐαρεστήσας Χριστῷ τοῖς προσφεύγουσι, σοὶ δίδου πᾶσι δαψιλῶς, σῶν
χαρίτων τὸν πλοῦτον τὸν ἄμετρον.
Κακότητος, τοῦ ἐχθροῦ Ἀντώνιε, ἀπειράστους τοὺς ἱκέτας σου τήρει, ὁ τοῦ
βεβήλου Βελίαρ συντρίψας, τὰς μηχανὰς ἐνασκήσει συντόνῳ σου, ἀγάπῃ τε καὶ
ὑπομονῇ, διακρίσει νηστείᾳ καὶ δάκρυσι.
Θεοτοκίον.
Λαμπρότητος, θείας καταξίωσον, τοὺς τιμῶντάς Σε Ἁγνὴ Θεοτόκε, τῆς ἐν τῷ πόλῳ
ἧς μέτοχος πέλεις, τοῦ Ἀντωνίου θερμαῖς παρακλήσεσιν, ἐρήμου τοῦ καθηγητοῦ, καὶ
Ὁσίων ἁπάντων κοσμήτορος.
Ἀπέλασον, τῆς δυσθυμίας τὸ ἄχθος τῶν ἱκετῶν σου, τῶν ἐν πίστει εἰλικρινεῖ
σπευδόντων, Ἀντώνιε ναῷ σου ἐν Ζάραξι τῷ πανσέπτῳ.
Ἄχραντε…
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ
ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν ἀρωγὸν τῶν Ζαράκων καὶ ἔφορον, καὶ ἰατρὸν νοσημάτων τοῦ δέρματος,
τιμῶμεν Ἀντώνιον Ὅσιον φωτοειδῆ, ὡς νεφέλην χρηστότητος αὐτοῦ, τὰς λιτὰς
ἐξαιτούμενοι.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ
με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα
Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις
Αὐτοῦ.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (στ΄ 17-23): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ… Ζήτει
τῇ ΙΖ΄ Ἰανουαρίου.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Προσόμοιον. Ἦχ. πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλέησόν με..
Ὅσιε Ἀντώνιε, ὡς θεοσδότου σοφίας, πρύτανίν σε μέλποντες, Θηβαΐδος ἔνοικε ἱερώτατε, καὶ σεπτὸν καύχημα, τῶν ἐνασκουμένων, πρὸς τελείωσιν και θέωσιν, δέξαι τὴν δέησιν, τῶν ἀσπαζομένων εἰκόνα σου, τὴν θείαν ἐν τοῖς Ζάραξιν, ἅπασι βλυστάνουσαν νάματα, Πάτερ ὑγείας καὶ χάριτος ἀφθόνου σου Σοφέ πιστοῖς, ἥν χέεις ἀείποτε, τοῖς ἀνευφημοῦσί σε.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε
ἐλέησον (ιβ’ [τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Εὐσυμπάθητε Πάτερ τῶν Ζαράκων προστάτα σεπτὲ Ἀντώνιε, ἐξάρπασον παγίδος,
ἐχθροῦ τοῦ παλαιμναίου, τοὺς πιστῶς καταφεύγοντας, τῷ ἱερῷ σου ναῷ, καὶ σὲ
ὑμνολογοῦντας.
Οὐρανίου μελάθρου ὑπερφώτου ἐνοίκου ἡμᾶς ἀξίωσον,
γένεσθαι σοὺς ἱκέτας, Ἀντώνιε τοὺς πίστει, προσκυνοῦντας εἰκόνα σου, τὴν
θαυμαστὴν ἀσκητά, ἐν κώμῃ τῶν Ζαράκων.
Σωτηρίας τὴν τρίβον καθυπόδειξον πᾶσι σὲ μεγαλύνουσι, ὡς κόσμον μονοτρόπων,
καὶ ἀπλανῆ φωστῆρα τῶν ποθούντων τὴν θέωσιν, θεοειδὲς ἀσκητά, Ἀντώνιε
τρισμάκαρ.
Θεοτοκίον.
Ἐλεήμονος Λόγους τοῦ Θεοῦ τοῦ Ὑψίστου Παρθένε σκήνωμα, παλάτιον καὶ θρόνε, χρυσότευκτε δυσώπει τὸν ὑπέρτιμον Τόκον Σου, ὑπὲρ ἡμῶν εὐλαβῶς, Σὲ ἀνυμνολογούντων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑπὸ τὴν σκέπην, τῶν πρεσβειῶν σου Κοσμῆτορ, ἀρετῆς τοὺς ἱκέτας σου τήρει,
στέφοντάς σε ὕμνοις, Ἀντώνιε εὐτάκτοις.
Λάμψας ὡς ὄρθρος, ἐν Θηβαΐδος ἐρήμῳ, χρυσοπόρφυρος
λάμψον μοι σκότος ῥαθυμίας, Πάτερ Ἀντώνιε βοῶ σοι.
Ὁ τῶν Ζαράκων, ἀκέστωρ και Καρυστίας, ἀρωγὸς καὶ
προστάτης καὶ φύλαξ, πρόσφυγάς σου φρούρει, Ἀντώνιε ἀπαύστως.
Θεοτοκίον.
Γῆθεν πρὸς δόμους, τῶν οὐρανῶν Θεοτόκε, τοὺς ἱκέτας Σου
ἴθυνον τάχος, ὡς ἀπλανεστάτη, χειραγωγὸς Παρθένε.
ᾨδὴ θ΄. Τὸν βασιλέα.
Ἐνθέων χαρισμάτων, φωτοφόρον σέλας, τοὺς σὲ τιμῶντας
ἐκθύμως Ἀντώνιε, χαρίτων ἔμπλησον θείων Πνευματο-φόρητε.
Μεγίστης δόξης Πάτερ, κατηξιωμένος, τῆς ἀδοξίας παθῶν
με ἀπάλλαξον, τὸν ἐκζητοῦντα σὴν χάριν κλεινὲ Ἀντώνιε.
Ἐπάκουσον τῶν πίστει, σὲ παρακαλούντων, καὶ τοῦ ἐχθροῦ
ἐπηρείας ἀπάλλαξον, αὐτοῦ ὀλέτα ἱκέτας, τοὺς σοὺς Ἀντώνιε.
Θεοτοκίον.
Χρηστότητος Παρθένε, δεῖξόν με πυξίον, Θεοκυῆτορ τὸν Σὲ
μεγαλύνοντα, χρηστοηθείας ὡς φάρον καὶ ἀγαθότητος.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν
ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν
Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις Θηβαΐδος ὁ οἰκιστής, χαίροις ὑφηγῆτορ θεοφόρων ἐρημιτῶν, χαίροις Ἐκκλησίας, φωτοειδὴς ἡ στήλη, Ἀντώνιε τρισμάκαρ, χάριτος σκήνωμα.
Χαίροις τῶν Ζαράκων ὁ ἀρωγός, χαίροις Καρυστίας ἑτοιμότατος βοηθός, χαίροις τῆς Εὐβοίας ὁ φύλαξ καὶ προστάτης, καὶ πάντων χριστωνύμων σθένος Ἀντώνιε.
Χαίροις ἐγρηγόρσεως ἀηδών, εὔλαλον στρουθίον ἀπαθείας καὶ προσευχῆς, καὶ τῆς ἐγκρατείας, ἡ κελαδοῦσα ὄρνις, Ἀντώνιε ἀζύγων θεῖον μελώδημα.
Μέμνησον τῶν πίστει ταῖς σαῖς εὐχαῖς, προσφευγόντων Πάτερ τῆς ἐρήμου Καθηγητά, καὶ ἀσπαζομένων, ἐν Ζάραξιν Εὐβοίας, εἰκόνα σου τὴν θείαν μάκαρ Ἀντώνιε.
Τοὺς προστρεχομένους πανευλαβῶς, τῷ σεπτῷ ναῷ σου ἐν τοῖς Ζάραξι ἀθλητά, καὶ ἀσπαζομένους, εἰκόνα σου τὴν θείαν, ἁγίαζε καὶ σκέπε, σῶφρον Ἀντώνιε.
Χαίροις ἀσθενούντων ὁ ἰατρός, χαίροις τρυχομένων ἀντιλῆπτορ καὶ ἀρωγός, χαίροις ὁ τῶν νόσων, τοῦ δέρματος ὀλέτης, Ἀντώνιε Ζαράκων ἄγρυπνε ἔφορε.
Πᾶσαι τῶν Ἀγγέλων…
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,* Κύριε,
ἐλέησον ἡμᾶς,* πάσης γάρ
ἀπολογίας ἀποροῦντες,*
ταύτην Σοι τήν
ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί
προσφέρομεν,* ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,*
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ
ἡ σωτηρία τοῦ
γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν φανὸν Θηβαΐδος τὸν παμφαέστατον, καὶ ὑφηγήτορα θεῖον τῆς ἀκραιφνοῦς
βιοτῆς, εὐφημήσωμεν Ἀντώνιον τὸν μέγιστον, ὡς τὸν Ζαράκων ἰατρόν, καὶ φρουρὸν
καὶ ἀρωγὸν ἐκθύμως ἀναβοῶντες· Ὁσίων κέρας Πατέρων, εὐλόγει πάντας τοὺς
τιμῶντάς σε
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἴσθι, Θηβαΐδος φρυκτωρέ, μέγιστε Ἀντώνιε πάντων σῶν ἱκετῶν ἰατρός, τῶν
σπευδόντων πάντοτε εἰς τὸν σεπτόν σου ναόν, ἐν τοῖς Ζάραξιν Ὅσιε, φρουρὸς καὶ
προστάτης, νῦν ἐπιζητούντων σου τὴν θείαν εὔνοιαν, καὶ πανευσθενὴς ἀντιληπτώρ,
τῶν πιστῶς βοώντων σοι· χαῖρε, δωρεῶν ταμεῖον ἀδαπάνητον.
Δέσποινα πρόσδεξαι…
Τὴν πᾶσαν ἐλπίδα μου…
Δι’ εὐχῶν…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου