Παράκλησις Παν.
ΔΙΩΤΙΣΣΗΣ Κεφαλληνίας.
Ποίημα Ἀρχιμανδρίτου Γαβριὴλ Σταματελάτου
Κουτλουμουσιανοῦ
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων
αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν χαριτόβρυτον πιστοὶ τῆς Παρθένου, θείαν Εἰκόνα προσκυνοῦντες ἐν πίστει,
χαρμονικῶς ὑμνήσωμεν βοῶντες Αὐτῇ· χαίροις ὁ ἀέναος ποταμὸς τῶν θαυμάτων,
πίστει τοὺς προστρέχοντας, ἅπαντας καταρδεύων, τὴν προστασίαν ἔχοιμεν τὴν Σήν
θλίψεσι πάσαις, Εἰκὼν θαυματόβρυτε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε…
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα
ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς
ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀπὸ χειλέων ῥυπαρῶν ἐφύμνιον δέξαι νῦν, μόνη Ἁγνή, ὡς πρὶν ὁ Υἱός Σου, ὁ
Θεὸς καὶ Πλάστης μου, τῆς χήρας κατεδέξατο τὰ λεπτὰ καὶ τὴν λύσιν τῶν ὀφλημάτων
παράσχου μοι, ἵνα κατὰ χρέος γεραίρω Σε.
Ἐπιδρομαὶ τῶν ἀλαστόρων θλίβουσι Κεφαλληνίαν κλεινήν καὶ πολλαὶ κακώσεις
εὕρωσαν τοὺς δούλους Σου ἡμᾶς, Θεοχαρίτωτε, ἀλλὰ τῇ θεαυγεῖ Σου Εἰκόνι πόθῳ
προστρέχοντες, λύσιν τῶν δεινῶν ἐξαιτούμεθα.
Ὁ Σὸς λαὸς ἐπὶ τὸ Σὸν κατέφυγεν ἐκτύπωμα ἱερόν καὶ εὐλαβῶς τοῦτο προσκυνεῖ
δεόμενος, μὴ οὖν παρίδῃς, Ἄχραντε, τὰς αὐτοῦ τυραννίας, αἰχμαλωσίας, δημεύσεις
τε, ἅς κακούργων πάσχει ὠμότητι.
Εὐλογημένη ἡ Θεὸν κυήσασα, Τοῦτον δυσώπει ἀεί ὑπὲρ τῶν Σῶν δούλων, τῶν δεινὰ
καὶ οἴκτιστα πασχόντων, Παναμώμητε, ἐξ ἰδίων πταισμάτων καὶ ὑπερφώτῳ Εἰκόνι Σου
πίστει προστρεχόντων, Πανάχραντε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Κεφαλληνίας τὴν ζάλην καὶ τὰ φρικτὰ κύματα, τὰ ἐπαπειλοῦντα Σοῖς δούλοις
ἄρδην τὸν ὄλεθρον, τρέψον, Πανύμνητε, εἰς βαθυτάτην γαλήνην, τῷ ἀμάχῳ σθένει
Σου, ὡς ταύτης πρόμαχος.
Τοὺς ἐν τῇδε τῇ ποίμνῃ Σου τῇ Σῇ, ἁγνὴ Δέσποινα, πάσης ἐπηρείας τοῦ βίου καὶ
περιστάσεως τήρει ἀπήμονας, ἀλλὰ καὶ ταύτην συντήρει, Σῇ δυνάμει ἄτρωτον, ὦ
Παναμώμητε.
Οὐκ ἰσχύει Παρθένε, τὸ ἀχανὲς πέλαγος, τῶν Σῶν θαυμασίων καὶ ξένων, γλῶσσα ἡ
βρότειος ἐκδιηγήσασθαι, ἅ καθ’ ἑκάστην δεικνύεις, τοῖς πιστῶς προστρέχουσι θείᾳ
Εἰκόνι Σου.
Τῶν δαιμόνων ἐφόδους καὶ τὰς πικρὰς, Δέσποινα, καὶ πολυχρονίους Σῶν δούλων
νόσους ἀπέλασον, ἵνα δοξάζομεν, ἀνευφημοῦντές Σε πόθῳ, ἥν Ἀγγέλων ἄϋλοι γλῶσσαι
γεραίρουσι.
Διάσωσον…
Ἐπίβλεψον…
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ
ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Οἱ τῶν θαυμάτων ποταμοὶ Θεοτόκε, ἐκ τῆς πανσέπτου Σου σοροῦ προσερχόμενοι,
ὡς ἐξ Ἐδὲμ ποτίζουσι τὸ πρόσωπον τῆς γῆς, χάριτας προχέοντες τοῖς πιστῶς Σε
τιμῶσιν· ὅθεν ἀνευφημοῦμέν Σε καὶ σεπτῶς εὐφημοῦμεν καὶ εὐχαρίστως κράζομεν
ἀεί· χαῖρε ἡ μόνη ἐλπὶς τῶν ὑμνούντων Σε.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Στῆσον, Ἁγνή, τὸν πολυτάραχον κλύδωνα καὶ τὸν σάλον τὸν ἐπειγειρόμενον κατὰ
τῆς Σῆς ποίμνης τῆς οἰκτρᾶς καὶ ἀθλίως ταύτην καταβυθίζοντα ἅπασαν, βυθῷ τῆς
ἀπωλείας, παγκρατεῖ Σου δυνάμει τῆς Σῆς χάριτος, μόνη Πανύμνητε.
Τίς ἐξειπεῖν, ὦ ὑπερένδοξε Δέσποινα, ἐξισχύει τὰς τερατουργίας Σου, τὰς
ὑετοῦ, πόντου τε αὐτοῦ, σταγόνας καὶ ψάμμον ὑπερβαινούσας τρανώτατα, ὡς Μήτηρ
γὰρ Ὑψίστου τὸ σθένος κεκτημένη, πάντα πράττεις ἐν μόνῳ τῷ βούλεσθαι.
Τὰ πονηρά, Κόρη Πανάχραντε, πνεύματα, τοὺς Σοὺς δούλους
καταδυναστεύοντα καὶ ἀφειδῶς ἄγχοντα αὐτούς, ἀπέλασον τάχος, ἀλλὰ καὶ κίνδυνον
ἅπαντα καὶ νόσους ἀνιάτους ἐκδίωξον Σῶν δούλων, ἵνα Σὲ κατὰ χρέος δοξάζωμεν.
Σύ μου ἰσχύς, Σύ μου καὶ δύναμις, Δέσποινα, ἐκβοᾷ Σοι ὁ
ταλαιπωρούμενος ὑπὸ δεινῆς νόσου· συμπαθῶς καὶ τῇ Σῇ Εἰκόνι προσπίπτει
ἐπικαλούμενος, θεράπευσόν με, Κόρη, πανταχοῦ καὶ κηρύξω τὴν ὀξεῖάν Σου,
Ἄχραντε, δύναμιν.
ᾨδὴ ε΄. Ἵνα τι με ἀπώσω.
Στεναγμοὶ τῆς Σῆς ποίμνης, θρῆνοί τε καὶ δάκρυα νῦν ἐπληθύνθησαν, αἱ γὰρ
ἀνομίαι, κεφαλὴν τὴν αὐτῆς ὑπερήραντο· ἄξια γοῦν ὄντως, ὧνπερ εἰργάσατο
ἀφρόνως, τὰ ἐπίχειρα ἤδη κομίζεται.
Τὴν ὀργὴν τοῦ Υἱοῦ Σου καὶ τὴν ἀγανάκτησιν, Παρθένε, πρόφθασον, ἐξιλεουμένη
μητρικαῖς Σου πρεσβείαις, Μητρόθεε, ἵνα μὴ εἰς τέλος ἀθλίως ποίμνην ἐξαλείψῃ,
Σὴν τιμῶσα Εἰκόνα ὑπέρτιμον.
Νοσηλείας καὶ πάθη, χαλεπὰς παρέσεις τε, ὦ Ὑπερένδοξε, καὶ ἀθρῖτιν νόσον,
τὴν δονοῦσαν τὸν νοῦν καὶ διάνοιαν τῶν ἀνθρώπων, Κόρη, τῇ θεϊκῇ δυναστείᾳ
κατακοίμησον τάχος δεόμεθα.
Πειρασμῶν καὶ κινδύνων καὶ δεινῶν κακώσεων, Κόρη, τοὺς δούλους Σου, τοὺς
πιστῶς τιμῶντας καὶ τὴν Σὴν προσκυνοῦντας πανσέβαστον, Πάναγνε, Εἰκόνα, δεῖξον
Παρθένε ἀνωτέρους καὶ περίσωζε, μόνη Πανάχραντε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τῷ θείῳ Σου νῦν ναῷ προστρέχομεν, οἱ παντοίαις συνεχόμενοι νόσοις, πίστει
θερμῇ τὴν Εἰκόνα Σου, Κόρη, τὴν θαυματόβρυτον κατασπαζόμενοι καὶ πάντων δὴ τῶν
δυσχερῶν θᾶττον λύσιν, Ἁγνὴ, κομιζόμεθα.
Ἐνώτισαι νῦν ἡμῶν, Πανύμνητε, τὰς δεήσεις τῶν εἰς Σὲ
προστρεχόντων, ὅτι δειναί τῶν κακῶν τρικυμίαι περιεκύκλωσαν ἡμᾶς, ὤ Μητρόθεε,
καὶ ὄλεθρον τὸν παντελῆ ἀπειλοῦσι, διὸ τούτων λύτρωσαι.
Εἰκόνα Σου τὴν σεπτὴν, Ὑπέραγνε, προσκυνοῦντας εὐλαβῶς
τοὺς Σοὺς δούλους, ῥῦσαι δεινῶν καὶ παντοίων κινδύνων καὶ ἐξ ἐχθρῶν ἀοράτων,
Πανύμνητε, καὶ ὁρωμένων τῶν δεινῶς τυρανούντων ἡμᾶς, Παναμώμητε.
Συνάχθητε Κεφαλληνίας θρέμματα καὶ προσπέσατε ἐξ ὅλης καρδίας, τῇ φωταυγεῖ
τῆς Πανάγνου Εἰκόνι, περιπαθῶς ἐξαιτοῦντες τὰ πρόσφορα καὶ τεύξεσθε ὡς ἀληθῶς,
παρ’ αὐτῆς τὰ αἰτήματα χαίροντες.
Διάσωσον…
Ἐπίβλεψον…
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ
ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν
Χριστιανῶν.
Περιβολὴν πᾶσι πιστοῖς ἀφθαρσίας, θεοχαρίτωτε Ἁγνὴ, ἐδωρήσω τὴν ἱερὰν Ἐσθῆτά
Σου, μεθ’ ἧς τὸ ἱερὸν σῶμά Σου ἐσκέπασας, σκέπη πάντων ἀνθρώπων, ἧς περ τὴν
κατάθεσιν ἑορτάζομεν πόθῳ καὶ ἐκβοῶμεν φόβῳ Σοι, Σεμνή· χαῖρε Παρθένε,
Χριστιανῶν τὸ καύχημα.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ
με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα
Πατρί.
Ἁγίω Πνεύματι
πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Ἄκουσον θύγατερ καὶ εἶδε…
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν:
Ἐν ταῖς
ἡμέραις ἐκείναις… (ζήτει τῇ 8η Σεπτεμβρίου).
Δόξα: Ταῖς τῆς Θεοτόκου…
Καὶ νῦν: Ταῖς τῆς Παναχράντου…
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλέησόν με ὁ Θεός…
Μὴ παρίδῃς δέησιν, τῶν ἀναξίων Σῶν δούλων, Παναγία Δέσποινα, ἀλλὰ δέξαι
τάχιστα καὶ βοήθησον, θλίψεις γὰρ πάσχομεν, φέρειν οὐ σθένομεν τῶν δαιμόνων τὰ
τοξεύματα, σκέπην οὐκ ἔχομεν, οὐδὲ ποὺ φυγεῖν οἱ πανάθλιοι, πάντοθεν
πολεμούμενοι καὶ παραμυθία οὐκ ἔστι πλήν Σου, Δέσποινα τοῦ Κόσμου, ἐλπὶς καὶ
προστασία τῶν πιστῶν, μὴ παραβλέψῃς τὴν δέησιν τῶν παρακαλούντων Σε.
Ὁ Ἱερεύς
Σῶσον,
ὁ Θεός, τὸν λαόν Σου, καὶ
εὐλόγησον τὴν κληρονομίαν
Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν
ἐλέει καὶ οἰκτιρμοῖς·
ὕψωσον κέρας Χριστιανῶν
ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’
ἡμᾶς τὰ
ἐλέη Σου τὰ πλούσια· πρεσβείαις
τῆς παναχράντου, Δεσποίνης ἡμῶν,
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας·
δυνάμει τοῦ Τιμίου καὶ
ζωοποιοῦ Σταυροῦ· προστασίαις
τῶν τιμίων, ἐπουρανίων Δυνάμεων
Ἀσωμάτων· ἱκεσίαις τοῦ
τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ
Βαπτιστοῦ Ἰωάννου· τῶν
Ἁγίων, ἐνδόξων, πανευφήμων
καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου
καὶ Παύλου, καὶ πάντων τῶν
Ἁγίων Ἀποστόλων· τῶν
ἐν Ἁγίοις Πατέρων
ἡμῶν, μεγάλων Ἱεραρχῶν,
καὶ οἰκουμενικῶν
διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου
τοῦ Θεολόγου καὶ Ἰωάννου
τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ
Κυρίλλου, Ἰωάννου τοῦ
Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας·
Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος
ἐπισκόπου Τριμυθοῦντος, καὶ
Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν·
τῶν Ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου,
Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ
Στρατηλάτου καὶ Μηνᾶ τοῦ
θαυματουργοῦ· τῶν Ἱερομαρτύρων
Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν
Ἁγίων, ἐνδόξων, μεγάλων
μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης,
Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς
καὶ Εἰρήνης· τῶν
Ἁγίων ἐνδόξων καὶ
καλλινίκων Μαρτύρων· τῶν Ὁσίων
καὶ θεοφόρων Πατέρων ἡμῶν,
τῶν ἐν ἀσκήσει
λαμψάντων· (τοῦ Ἁγίου
τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων
καὶ δικαίων θεοπατόρων Ἰωακείμ
καὶ Ἄννης· (τοῦ
Ἁγίου τῆς ἡμέρας,
ἐὰν ἑορτάζεται) καὶ
πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν
Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν
τῶν ἁμαρτωλῶν
δεομένων Σου καὶ ἐλέησον
ἡμᾶς.
Κύριε ἐλέησον
(ιβ’ [τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Θλίψεις ὀδύναι καὶ κακώσεις εὕροσαν καὶ τὴν Κεφαλληνίαν καὶ πιστῶν Σου,
Ἁγνή, τὸ πλήρωμα βοᾷ Σοι, ῥῦσαι ἡμᾶς, Πανύμνητε, τῆς δεινῆς πανωλεθρίας.
Θραῦσον, Παρθένε, τῶν ἀνόμων τὰ φρυάγματα καὶ τὰς ὁρμὰς, Κυρία, τὰς ἀτάκτους
αὐτῶν· ἡμᾶς δὲ τούς Σούς δούλους, εἰρήνευσον ἀείποτε, εἰς αἰῶνάς Σέ ὑμνούντας.
Σκέπη, Παρθένε, τοῖς Σοῖς δούλοις καὶ ἀντίληψις γενοῦ καὶ σωτηρία, τοῖς ἐν πίστει τῇ Σῇ προστρέχουσιν Εἰκόνι καὶ πειρασμῶν καὶ θλίψεων ἐξελοῦ ἡμᾶς, Κυρία.
Σκέπη, Παρθένε, τοῖς Σοῖς δούλοις καὶ ἀντίληψις γενοῦ καὶ σωτηρία, τοῖς ἐν πίστει τῇ Σῇ προστρέχουσιν Εἰκόνι καὶ πειρασμῶν καὶ θλίψεων ἐξελοῦ ἡμᾶς, Κυρία.
Πάθη ποικίλα, πυρετούς τε, καχεξίας τε καὶ νόσους
ἀνιάτους, τῇ ἀμάχῳ Σου νῦν καὶ θείᾳ προστασίᾳ, Σῶν δούλων ἐξοστράκισον,
ὑπερένδοξε Κυρία.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Τὴν Εἰκόνα τὴν Σὴν καταπλουτοῦντες, Θεομῆτορ, πηγὴ
θαυμάτων ξένων, τῷ Σῷ ναῷ προστρέχοντες λαμβάνομεν, σώματος τὴν ῥῶσιν καὶ ψυχῆς
ὁμοῦ τε, Ἁγνὴ Παρθενομῆτορ.
Ὡς τυφλοῖς τε τὸ φῶς Σὺ ἐδωρήσω καὶ πεσόντας ἐξ ὕψους
ἐλυτρώσω καὶ νῦν ἡμῶν καταύγασον τὰ ὄμματα τῶν ἐσκοτισμένων καὶ τῆς ἁμαρτίας
ἀνάστησον τοῦ χάους.
Οἱ ἐν νόσοις, Παρθένε, ἀνιάτοις, ἰατῆρά Σε ἔχομεν ἐν πάσαις, σκέπῃ τῇ Σῇ διὸ
νῦν καταφεύγομεν, ἴασιν ἀφθόνως, Πάναγνε, παράσχου ἡμῖν τοῖς Σοῖς ἱκέταις.
Τοὺς παντοίοις δεινοῖς ἐνοχλουμένους καὶ Εἰκόνι τῇ Σῇ προσερχομένους,
Παρθενομῆτορ, λύτρωσον τοὺς δούλους Σου, τρέπουσα ἐν τάχει, εἰς χαρὰν βαθεῖαν,
τὴν τούτων ἀθυμίαν.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Τὸ πένθος τῆς Κεφαλληνίας τὸ κατηφές, εἰς χαρὰν μεταποίησον, Ἄχραντε, καὶ
χαρμονήν, ὅτι Σὲ προστάτιν ἐν πειρασμοῖς, λιμένα τε πανεύδιον, κέκτηται ἐν σάλῳ
τῶν συμφορῶν, ἐλπίδας σωτηρίας, πρὸς Σὲ, Κυρία, πάσας ἀνατιθεῖσα, Ὑπερένδοξε.
Συντήρει Σοὺς θεράποντας, Ἀγαθή, πειρασμῶν καὶ κινδύνων καὶ θλίψεων καὶ
συμφορῶν, χαλεπῶν ὁρμῶν τε τῶν ἐναγῶν καὶ μιαιοφόνων, Ἄχραντε, τῶν
κατατρυχόντων ἡμᾶς ἀεί, τοὺς θείαν Σου τιμῶντας Εἰκόνα μετὰ πόθου καὶ
προσκυνοῦντας, Κόρη Πάναγνε.
Ποικίλας νοσηλείας καὶ χαλεπάς, πυρετούς, ποδαλγίας, παρέσεις τε καὶ
δυσμενοῦς ἐπηρείας πάσης καὶ προσβολῆς Σῶν οἰκετῶν, Πανύμνητε, ἐκποδῶν νῦν
ποίησον, Ἀγαθή, τῶν πόθῳ προσιόντων Εἰκόνι τῇ σεπτῇ Σου καὶ Σὲ πιστῶς τιμώντων,
Πάναγνε.
Μονὴν τὴν θαυμασίαν Σου καὶ κλεινήν, ἥν εἰς θείαν κατοίκησιν, Ἄχραντε, τὴν
Σὴν ἀεί, Κόρη, ἠρετίσω καὶ τοὺς αὐτῇ ἀσκητικῶς μονάζοντας, πάντιμον Εἰκόνα Σου
καὶ σεπτήν, ὡς ὄλβον κεκτημένους καὶ πύργον ἀσφαλείας, κινδύνων σῶζε,
Παναμώμητε.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν
ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Δεῦτε τὴν Εἰκόνα τὴν ἱεράν, τὴν τῆς Διωτίσσης, ἀσπασώμεθα εὐλαβῶς, βρύουσαν παντοίων νόσων καὶ πάσης βλάβης ῥῶσιν δαψιλεστάτην καὶ χάριν ἄφθονον.
Σφαίρας οὐρανίους φωταγωγεῖς, ἀχράντοις αἰκίσι, τὴν ὑδρόγειον δὲ βολαῖς, ἀῤῥήτων θαυμάτων αὐγάζεις, ὅθεν πίστει πάντες Σὲ προσκυνοῦμεν, Μῆτερ Διώτισσα.
Τυφλοῖς τὴν ἀνάβλεψιν καὶ κωφοῖς τὴν εὐηκοΐαν, καὶ ἀλάλοις λύσιν γλωσσῶν νέμεις, Θεοτόκε, πιστῶς Σου δεομένοις, βαβαὶ Σῶν θαυμασίων, Κόρη Μητράναδρε.
Εἰς τὸ θεῖον κράσπεδον τοῦ Χριστοῦ, ἀσθενεῖς ἰᾶται, τοῦτου χάριτι ἡ Ἐσθής τῆς Μητροπαρθένου καὶ Θεονύμφου Κόρης, τοῖς χρήζουσιν ἀφθόνως νέμει τὴν ἴασιν.
Ἴλεως γενοῦ μοι τῷ ταπεινῷ, ὅτι πλήν Σου ἄλλης οὐ γινώσκω καταφυγήν, ὁ ἐν ἁμαρτίαις παντοίαις πεπλησμένος, ἐλέησόν με μόνη Χριστιανῶν ἡ ἐλπίς.
Πᾶσαι τῶν Αγγέλων αἱ στρατιαί…
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,* Κύριε,
ἐλέησον ἡμᾶς,* πάσης γάρ
ἀπολογίας ἀποροῦντες,*
ταύτην Σοι τήν
ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί
προσφέρομεν,* ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας
τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,*
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ
ἡ σωτηρία τοῦ
γένους τῶν Χριστιανῶν.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων τῶν τιμώντων Σου, Ἁγνή, τὴν σεπτὴν Εἰκόνα καὶ πίστει ἀσπαζομένων
αὐτήν, Ἄχραντε, προΐστασαι ὡς προστασία πιστῶν, λυτρουμένη τῶν θλίψεων αὐτοὺς
καὶ κινδύνων, ὅθεν Σοι προσπίπτομεν ταύτην τιμῶντες σεπτῶς, Μῆτερ, καὶ βοῶμεν
ἐν πίστει, ῥῦσαι καὶ ἡμᾶς τοὺς Σοὺς δούλους, πάντων τῶν δεινῶν τε καὶ κακώσεων.
Δέσποινα πρόσδεξαι…
Τὴν πᾶσαν ἐλπίδα μου…
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου…
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων…
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου