Παρασκευή 30 Οκτωβρίου 2015

Παράκλησις ὁσ. ΑΝΔΡΕΟΥ τοῦ ἐν Καλαίναις.



Παράκλησις ὁσ. ΑΝΔΡΕΟΥ τοῦ ἐν Καλαίναις.
Ποίημα Ἀποστόλου Παπαχρήστου

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.
Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν μοναστῶν τὴν καλλονὴν δεῦτε πάντες, καὶ τῶν Ἀγγέλων ἰσοστάσιον πίστει, καὶ ἐν θερμοῖς τοῖς δάκρυσιν προσπέσωμεν πιστοί, κράζοντες καὶ λέγοντες, θεοφόρε Ἀνδρέα, λύτρωσαι τοὺς δούλους σου, ἐκ κακίας δαιμόνων, καὶ ὁρατῶν ἐχθρῶν καὶ πάσης ἀπειλῆς, σὺ γὰρ πέλεις πάντων ἡμῶν ἡ ἀντίληψις.

Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Καλάνης οἰκήτωρ καὶ ἐν σώματι Ἄγγελος, καὶ Χαλκιοπούλου τὸ κλέος, δόξα Βάλτου καὶ καύχημα, ὑπάρχεις ὡς Ἀνδρέα ἀληθῶς, διὸ καὶ εὐφημοῦμεν σὲ πιστῶς· θεραπεύεις γὰρ νοσοῦντας καὶ πειρασμῶν λυτρούσαι τοὺς βοῶντας σοι· δόξα τῷ δεδωκότι σοι ἰσχὺν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργούντι διά σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε...
Ὁ Ν´  Ψαλμός.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Κανών, οὑ ἀκροστοιχίς· Ἀνδρέα Πάτερ ἀεὶ πάντας σῷζε, Ἀποστόλου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. εἱρμός. Ὑγρὰν διοδεύσας.
νδρέα παμμάκαρ, τῷ Βασιλεῖ, τῷ μόνῳ Ἀνάρχω καὶ αἰώνων, παρεστηκώς καὶ Τούτου φωτὶ τῷ τρισηλίῳ καταλαμπόμενος, πάντας μνημόνευε.
Νοσοῦντα τοῖς πάθεσι τοῖς δεινοῖς καὶ ζόφῳ πταισμάτων σκοτιζόμενον, τῷ φωτί τῷ σῷ φώτισόν με τοῦ ὑμνῆσαι τὰ σὰ, Ἀνδρέα θεόφρον, θαυμάσια.
Δόξα.
Πονούμενον πάθεσι τοῖς ψυχῆς, Ἀνδρέα παμμάκαρ, καὶ τοῦ σώματος τοῖς δεινοῖς, προστρέχω τῇ σκέπῃ σου κραυγάζων, τὴν σὴν γαλήνην παράσχου καὶ σῶσόν με.
Καὶ νῦν.
ανίδα ἐλέους Σου, Ἀγαθή, παράσχου μοι Κόρη, τῶν ἐν πάθεσι χαλεποῖς, ἐμὲ ῥυπωθέντα καὶ ὑσσώπῳ τήν σὴν μὲ καθαρὸν, Δέσποινα, δέομαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
κουσίως πτωχεύσας, ὡς νουνεχὴς, Ὅσιε, λόγον ἐπακούσας Κυρίου, Ἀνδρέα πάνσοφε, γυναῖκα, τέκνα τε καὶ τὴν οὐσίαν ἀφῆκας καὶ ὁδὸν σωτήριον, χαίρων διήνυσας.
πὸ πάσης κακίας τῶν δυσμενῶν, Ὅσιε, χάριτι Κυρίου, Ἀνδρέα, ἔμεινας ἄτρωτος, ὅθεν δεόμεθα τῆς κακουργίας τῆς τούτων, τὴν σὴν ποίμνην φύλαττε, Πάτερ, ἀλώβητον.
Δόξα.
Πάσης βλάβης καὶ νόσων καὶ συμφορῶν, Ἅγιε, ἅπαντας λυτρούσαι τοὺς πίστει προσκαλουμένους σέ, ὅθεν κεκτήμεθα φρουρὸν σὲ Πάτερ Ἀνδρέα, ἰατρὸν καὶ στήριγμα, πάντες οἱ δοῦλοι σου.
Καὶ νῦν.
κατάληπτος πέλει ἡ Σὴ, Ἁγνὴ, γέννησις, εἰ καὶ ἑρμηνεύομεν ταύτην, ἀλλ’ ἀνερμήνευτος μένει, Πανάμωμε, διὸ τούς Σὲ Θεοτόκον, πίστει καταγγέλοντας, σῷζε πρεσβείαις Σου.
Διάσωσον ἀπὸ κινδύνων σοὺς δούλους πάτερ Ἀνδρέα, ἐκ πολέμων δεινῶν καὶ νόσων καὶ θλίψεων, σὺ πέλεις γὰρ πάντων ἡ προστασία.
πιβλέψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάτης θερμὸς καὶ σκέπη καὶ βοήθεια, ὑπάρχεις ἡμῶν, Ἀνδρέα παμμακάριστε, ἐκτενῶς βοῶμεν σοι, ἐξ ἐχθρῶν παντοίων καὶ αἱρέσεων καὶ πάσης ἄλλης ῥῦσαι συμφορᾶς, ἡμᾶς τοὺς οἰκέτας σου δεόμεθα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Φωτὶ τῶν ἀγώνων σου, φάλαγγας δαιμόνων, σοφὲ, διέλυσας καὶ ἡμᾶς Ἀνδρέα φώτισον, τούτων ἐκ τῆς πλάνης ἐκλυτρούμενος.
Εὐφροσύνη πανεύφημε, πλήρωσον τοὺς πίστει σοί καταφεύγοντας, ἐκ φρενῶν βλάβης λυτρούμενος καὶ ψυχῆς τῶν νόσων τῇ σῇ χάριτι.
Δόξα.
ωμαλέῳ φρονήματι, πάθη σου Ἀνδρέα σύ ἀπενεύρωσας, ὅθεν δέομαι ἀνάστησον, ἐκ παθῶν ἀμέτρων μὲ πρεσβείαις σου.
Καὶ νῦν.
βλαβῆ μὲ συντήρησον, πάσης περιστάσεως Παναμώμητε, ἡ τὸν εὔσπλαγχνον κυήσασα, τὸν Ἁγνὴν φυλάξαντά Σε Κύριον.

ᾨδή ε΄. Φώτισον ἡμᾶς.
μπλησον χαρᾶς, ὢ Ἀνδρέα, τοὺς ὑμνοῦντάς σε καὶ τὴν ὑγείαν ταῖς δεήσεσι ταῖς σαῖς, ψυχῆς παράσχου καὶ τοῦ σώματος τοῖς δούλοις σου.
λεων ἡμῖν τὸν Θεὸν, Πάτερ ἀπέργασαι, τοῖς καθ’ ἑκάστην ἁμαρτάνουσιν καὶ γάρ σὲ πρέσβυν πρὸς Αὐτὸν Ἀνδρέα ἔχομεν.
Δόξα.
Παῦσον ἀφ’ ἡμῶν τῶν κακῶν πληθὺν, θεόληπτε, λιμόν, σεισμόν, πενίαν, θάνατον καὶ τὰς αἱρέσεις, ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Καὶ νῦν.
λλην, Ἀγαθή, προστασίαν οὐ γινώσκομεν, εἰ μὴ Σὲ μόνην τὴν κυήσασαν, τὸν πάντων Κτίστην ὡς βροτόν, ὤ Ἀπειρόγαμε.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ναὸς, σοφέ, τοῦ Θεοῦ γεγένησαι, σεαυτὸν ἐκ τῶν παθῶν σου καθαράς, τοὺς σῷ ναῷ προσιόντας ἐν πίστει, ἀῤῥωστημάτων παρέχεις τὴν ἴασιν, χρονίων τε καὶ χαλεπῶν ἀνιατῶν, Ἀνδρέα Πατήρ ἡμῶν.
Τὰ γήϊνα σὺ λιπὼν, κατῴκισας ἐν σπηλαίῳ τῆς Καλάνης, Ἀνδρέα, καὶ προσευχαῖς, χαμευνίαις, νηστείαις, τὸν πολυμήχανον ὄφιν ἐπάτησας, Χριστὸν δοξάζων, ὅστις νῦν καὶ ἀεὶ σὲ δοξάζει μακάριε.
Δόξα.
νίατοι οὐκ εἶσιν ἀσθένειαι, τοῖς προσπίπτουσιν σοῖς θείοις λειψάνοις καὶ γὰρ τυφλοῖς σοι παρέχεις τὸ βλέπειν, λαλεῖν ἀλάλοις, κωφοῖς τὸ εὐήκοον, χωλοῖς βαδίζειν καὶ παντί, ἀσθενοῦντι Ἀνδρέᾳ τὴν ἴασιν.
Καὶ νῦν.
Συγχαίρουσιν Σὲ Ἀγγέλων αἱ τάξεις καὶ ἀνθρώπων ἅπαν γένος Παρθένε, ὅτι σαφῶς τὰ ἐπίγεια πάντα, τοῖς οὐρανίοις συνήφθη τῷ τόκῳ Σου καὶ πάντες ἐν φωνῇ μία, εἰς αἰῶνας τὸ χαῖρε Σοι κράζομεν.
Διάσωσον ἀπὸ κινδύνων σοὺς δούλους Πάτερ Ἀνδρέα, ἐκ πολέμων δεινῶν καὶ νόσων καὶ θλίψεων, σὺ πέλεις γὰρ πάντων ἡ προστασία.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία σὺ παντὸς τοῦ Βάλτου γεγένησαι, εὐφροσύνη τε Χαλκιοπούλου καὶ καύχημα, πάντων σκέπη τῶν Ὀρθοδόξων καὶ καταφυγή, διὸ κράζομεν σοι ἐν κλαυθμοῖς, οἱ ἁμαρτάνοντες Θεῷ καὶ ἀεὶ παροργίζοντες, ῥῦσαι ἡμᾶς πταισμάτων, λύτρωσαι τῶν κινδύνων τοὺς καταφεύγοντας πιστῶς ὢ Ἀνδρέα ἐν τῇ σκέπη σου.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὢν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (στ’ 17-23).
Τῷ καιρῷ ἐκείνῳ ἐστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας, καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνη τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με ὁ Θεός,……..
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ παρίδῃς, Ὅσιε, τῶν οἰκιστῶν σου δεήσεις, ἀλλὰ βλέψον κύκλωθεν, τὴν ἡμῶν ἀσθένειαν συμπαθέστατε, τὴν πληθὺν ἴασαι, δαιμονώντων ἅμα, παραλύτων ἀνιάτως τε, πασχόντων ἔνδοξε, καὶ φρενῶν ἐκ βλάβης καὶ θλίψεων, τὸ ἄλγος νῦν θεράπευσον, τῆς ψυχῆς ἡμῶν τὸ ὀλέθριον, ἵνα κατὰ χρέος, Ἀνδρέα σὲ γεραίρομεν ἀεί, καὶ τὰ σὰ θαύματα πάντοτε, πᾶσι διηγούμεθα.
ερεύς.
Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φμς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλομαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φσον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                               
Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθ’ ο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σὲ ἐθαύμασαν πᾶσαι τῶν Ἀγγέλων αἱ τάξεις, Ἀνδρέα πάνσοφε, πῶς ὤν ἐν τῇ σαρκί σου, τὰς φάλαγγας δαιμόνων διαλύων ἐκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἰ.
τοῦ θαύματος, Πάτερ, ὡς παλάτιον τόδε ἡγήσω σπήλαιον, τὴν πέτραν ὡς παστάδα, τὰ ῥάκη ὡς πορφύραν καὶ γηθόμενος ἐψαλλες· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἰ.
Δόξα.
Ζάλης πάσης καὶ πλάνης, διαβόλῳ, Παμμάκαρ, καὶ ἐξ αἱρέσεων ἀνθρώπων ψευδολόγων, ἡμᾶς ῥῦσαι Ἀνδρέα, τῷ Χριστῷ ἵνα ψαλλωμεν· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἰ.
Καὶ νῦν.
ν ὁδῷ, ἐν θαλάσσῃ, ἐν ἀέρι, ἐν πόλη ἡ ἐν ἐρήμῳ τε, τοὺς ὄντας σῷζε πάτερ Ἀνδρέα ἐκ Παρθένου, τῷ τεχθέντι κραυγαζοντας· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἰ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
πὸ κακίας τῆς τῶν ἀνθρώπων Ἀνδρέα, ἀπὸ φθόνου ῥῦσαι μὲ τρισμάκαρ, ἵνα σὲ γεραίρω, τὸν μέγαν μου προστάτην.
Προστάτης πάντων, σὺ τῶν πιστῶν ὦ Ἀνδρέα, τῶν ὑμνούντων σε καὶ εὐφημούντων, πέλεις διασῴζων αὐτοὺς ἐκ πάσης βλάβης.
Δόξα.
ποδηγὸς σύ καὶ φῶς ὑπάρχον Παμμάκαρ, χαλεπῆς ἐν χρόνοις τοῦ λαοῦ σου, στήριξον Ἀνδρέα ἡμᾶς Ὀρθοδοξίᾳ.
Καὶ νῦν.
Σεσαρκωμένος ὧν, τῶν ἁπάντων ὁ Κτίστης, ἐκ νηδύος Σῆς Παρθενομήτωρ, πάντας Σὲ δοξάζειν διδάσκει εἰς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τὴν ἔρημον Ἀνδρέα, σοῖς δάκρυσιν τοῖς θείοις, ὡς ἀληθῶς σὺ κατήρδευσας, ὅθεν μὲ μετανοοῦντα, σὺν δάκρυσι σῶσον δέομαι.
φύλαξ τῆς Καλάνης, τοῦ Βάλτου τε ἡ δόξα, Χαλκιοπούλων τὸ καύχημα ἔνδοξε, Ἀνδρέα σκέπε τοὺς πίστει, προσκαλουμένους σε.
Λαὸς Ἀκαρνανίας, σὺν πάσῃ τῇ Ἑλλάδι, τὰ σὰ γεραίρει Ἀνδρέα θαυμάσια, καὶ προσκυνεῖ σοῦ θεόφρον, τὰ θεία λείψανα.
Δόξα.
λόφωτος Τρισμάκαρ, Τριάδι τῇ Ἁγίᾳ, παρεστηκὼς σὺ Ἀνδρέα μνημόνευε, τοὺς δεομένους σοῦ πίστει, ἀχρείους δούλους σου.
Καὶ νῦν.
πέρλαμπρε Μαρία, ἡ σκέπη Ὀρθοδόξων, τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἡ βασίλισσα, τοὺς Θεοτόκον εἰδότας Σὲ σῷζε πάντοτε.
ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Τοῖς Ἀνδρέα μάκαρ τῷ σῷ ναῷ, τῷ ἐν τῷ σπηλαίῳ, ἐρχομένοις καὶ τὴν σεπτήν, μνήμην σου τελοῦσι, πιστοῖς εἰρήνην δίδου, ὑγείαν καὶ τοῖς πᾶσι, Πάτερ τὴν ἄφεσιν.
Δεῦτε τὴν εἰκόνα τὴν ἱεράν, θείου τε Ἀνδρέου ἀσπασώμεθα εὐλαβῶς, βρύει τὰς ἰάσεις, παντὶ τῷ δεομένῳ, τοὺς δαίμονας διώκει, σῴζει τοὺς ἅπαντας.
Δεῦτε οἱ ὀχλούμενοι ἐκ παθῶν, φρενῶν τε τῆς βλάβης, καὶ μαγείας τῆς φοβερᾶς, νόσοις ἀνιατοῖς, προσπέσωμεν ἐν πίστει, Ἀνδρέου τοῖς λειψάνοις, λάβωμεν ἴασιν.
Χαίροις μοναζόντων ἡ καλλονή, καὶ τῶν Ἀσωμάτων ἰσοστάσιος ἀληθῶς, χαίροις Ὀρθοδόξων τὸ στήριγμα καὶ δόξα, Ἀνδρέα θεοφόρε, σῷζε τοὺς δούλους σου.
Χαίροις τῆς Καλάνης ὁ θησαυρός, καὶ Χαλκιοπούλων ὁ προστάτης καὶ βοηθός, καὶ παντὸς τοῦ Βάλτου τὸ καύχημα τὸ μέγα, Ἀνδρέα θεοφόρε, σκέπε τοὺς δούλους σου.
Σοῦ ἐν τῷ θανάτῳ τῇ φοβερά, ὥρα ὥσπερ σέλας, καὶ ὡς ἥλιος φαεινός, λάμψαντος προσώπου, καὶ ὡς πυρσὸς πρὸς ὕψος, φῶς δείξαντος Ἀνδρέαν, πάντες τιμήσωμεν.
Τούς σέ ἀγαπῶντας εἰλικρινῶς, ὅσιε Ἀνδρέα, ἐκ πολέμων καὶ τοῦ σεισμοῦ, πλάνης, ἀνομβρίας, λιμοῦ καὶ τιμωρίας, ἀπάλλαξον εἰρήνην, νέμον τοῖς δούλοις σοῦ.
Σὺν Ἀγγέλοις, Μάρτυσι, Ἀσκηταῖς, ὅσιε Ἀνδρέα, Ἀποστόλοις καὶ Βαπτιστῇ, σὺν πᾶσι Ἁγίοις, μετὰ τῆς Θεοτόκου, Χριστὸν ἀεὶ δυσώπει, σώσαι τοὺς δούλους σου.
Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.
ερεύς. Ὃτι σου ἐστιν…..
Tά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.
λέησον  ἡμᾶς,* Κύριε,  ἐλέησον  ἡμᾶς,* πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες,* ταύτην  Σοι  τήν  ἱκεσίαν,* ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν,* ἐλέησον  ἡμᾶς.
Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς,* ἐπί  Σοί  γάρ  πεποίθαμεν.* Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα,* μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος*  καί  λύτρωσαι  ἡμᾶς* ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν.* Σύ  γάρ  εἶ  Θεός  ἡμῶν*  καί  ἡμεῖς  λαός  Σου,* πάντες  ἔργα  χειρῶν  Σου*  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν,* εὐλογημένη  Θεοτόκε,* ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν,* ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων·* Σύ  γάρ    σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.
Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Πρ δ το δι’ εχν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάσης ἀπειλῆς τοῦ δυσμενοῦς, πάσης ἁμαρτίας καὶ πλάνης, πάσης αἱρέσεως, λύτρωσαι τοὺς δούλους σου, Ἀνδρέα Πάτερ ἡμῶν· τὸν Θεὸν γὰρ ὀργίζοντες, ῥᾳθύμῳ καρδίᾳ, ἔργα μὴ προσφέροντες, τῆς μετανοίας αὐτῷ· ὅθεν δυσωποῦμεν σὲ Μάκαρ, τούτων ἐν ἡμέρᾳ τῆς δίκης, ἵλεων ἀπέργασαι τοῖς δούλοις σου.
Πάντων σὺ ὑπάρχεις βοηθός, τῶν καταφευγόντων σοι πίστει, Ἀνδρέα πάτερ ἡμῶν, τῶν ἐν ἀσθενείαις τε, ταῖς ἀνιατοῖς σοφὲ, τῶν πενία καὶ θλίψεσιν, χήρων, ὀρφανῶν τε, τῶν ἐν ἐξορίαις τε καὶ φυλακαῖς καὶ δεινοῖς, ἅμα ὁδοιπόροις καὶ πᾶσι· ὅθεν κατὰ χρέος ἐν πίστει, σὲ εὐχαριστοῦντες ἀγαλλόμεθα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φυλάξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ Εὐχῶν…

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου