Παράκλησις ὁσ.
ΑΚΑΚΙΟΥ τοῦ ἐν τῇ Κλίμακι.
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.
Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἀκακίας εὐωδέστατον ἄνθος, καὶ καρτερίας πολυτίμητος λίθος, καὶ τοῦ
Χριστοῦ θεράπων ἐνθεώτατος, Ὅσιε Ἀκάκιε, τῆς δυσώδους κακίας, πάντας ἡμᾶς
λύτρωσαι, καὶ ἐν πάσῃ ἀνάγκῃ, ἐγκαρτερεῖν ἐνίσχυσον ἡμᾶς, ταῖς πρὸς τὸν
Κτίστην, πρεσβείαις σου Ἅγιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ
Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ
διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους
σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´
Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανὼν τοῦ Ἁγίου,
οὗ ἠ ἀκροστιχίς: Ἀκάκιε ῥῦσαί με παθῶν κακίας.
Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἁπάσης κακίας τοῦ δυσμενοῦς, Ἀκάκιε Πάτερ, παῤῥησίᾳ σου πρὸς Χριστόν,
ἐλεύθερον φύλαττε τὸν νοῦν μου, φόβῳ τῷ θείῳ στηρίζων με πάντοτε.
Κατάβαλε Πάτερ τὴν ἐν ἐμοί, ζῶσαν ἁμαρτίαν, ἀντιλήψει σου ζωτικῇ, καὶ πρὸς
μετανοίας τὰς εἰσόδους, τὴν τῆς ψυχῆς μου ῥοπὴν καθοδήγησον.
Ἀμέμπτως ἀνύσας σου τὴν ζωήν, ἀμέμπτους συντήρει, τῆς τοῦ πλάνου ἐπιβουλῆς,
ἡμῶν τὰς ψυχὰς καὶ τὰς ἐννοίας, τῶν προσιόντων σοι Πάτερ Ἀκάκιε.
Θεοτοκίον.
Κυρίου Μητέρα Σε ἀληθῆ, Χριστοῦ τοῦ Σωτῆρος, ἐπιστάμενος ἐκ ψυχῆς, τῇ Σοὶ προστασίᾳ
Κόρη σπεύδω, ὡς ἂν ῥυσθείην δεινῶν περιστάσεων.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ἱλασμὸν τῶν πταισμάτων καὶ τῶν παθῶν λύτρωσιν, ζῆλον πρὸς τὰ κρείττονα
θεῖον, αἴτει ἑκάστοτε, ἡμῖν δωρήσασθαι, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, Ὅσιε Ἀκάκιε,
τοῖς σὲ γεραίρουσι.
Ἐν πολλῇ καρτερίᾳ τὴν σὴν ζωὴν ἤνυσας, καὶ ὑπακοῇ ἀνενδότῳ Πάτερ Ἀκάκιε, διὸ
ἐνίσχυσον, ἡμᾶς θερμῶς ὑπακούειν, τοῖς Χριστοῦ ἐντάλμασιν, ὡς συμπαθέστατος.
Ῥῶσιν σώματος δίδου καὶ τήν ψυχήν πρόθυμον, τοῦ εὐαρεστεῖν τῷ Κυρίῳ, ἁγίαις
πράξεσι, ποίει ἑκάστοτε, τῶν ἀφορώντων ἐκ πόθου, πρὸς τὴν σὴν ἀντίληψιν, Πάτερ
Ἀκάκιε.
Θεοτοκίον.
Ὑπερήφανον ὄφιν τὸν καθ’ ἡμῶν πάντοτε, δόλους καὶ παγῖδας καὶ λόχους, πικρῶς
τεκταίνοντα, σύντριψον Δέσποινα, τῇ κραταιᾷ Σου πρεσβείᾳ, σκέπουσα καὶ σώζουσα,
τοὺς σὲ δοξάζοντας.
Διάσωσον, ἐκ τῶν παθῶν τῆς κακίας τῇ σῇ πρεσβείᾳ, καὶ
ἐκ πάσης τοῦ δυσμενοῦς ἐπιθέσεως, τοὺς σὲ τιμῶντας Ἀκάκιε θεοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ
ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα.Ἦχος β΄. Πρεσβεία θερμή.
Κακίας ἐχθροῦ ἀπάλλαξον Ἀκάκιε, τοὺς πίστει θερμῇ προστρέχοντας τῇ σκέπῃ
σου, καὶ φωτισμὸν οὐράνιον, ταῖς ψυχαῖς ἡμῶν αἴτει δεόμεθα, ὡς ἂν φωτὸς τὴν
ὁδὸν νουνεχῶς ὁδεύσωμεν, οἱ σὲ μακαρίζοντες.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σωτηρίαν ἐξαίτησαι, τὴν κατὰ ψυχὴν καὶ σῶμα Ἀκάκιε, ἀκακίας δὲ τὰς χάριτας,
τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Ἀπροσκόπτως ὡς ἤνυσας, τῆς ὑπακοῆς τὴν τρίβον Ἀκάκιε, ταπεινώσει με
ἐνίσχυσον, καὶ ἀπλάστοις τρόποις πολιτεύεσθαι.
Ἴδε Πάτερ Ἀκάκιε, οἷα συμπαθὴς καὶ πλήρης χρηστότητος,
τοὺς πιστῶς σοι καταφεύγοντας, καὶ παράσχου τούτοις τὰ αἰτήματα.
Θεοτοκίον.
Μήτηρ ὤφθης πανάφθορος, τοῦ Δημιουργοῦ τῶν ὅλων
Πανάμωμε, ὅθεν μώμου ἁμαρτίας με, καὶ φθοροποιῶν παθῶν ἐκκάθαρον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἐν ὑποταγῇ, διαλάμψας ὥσπερ ἥλιος, καταυγάζεις τὴν διάνοιαν ἡμῶν, ὑποτάσσεσθαι
γνησίως νόμῳ κρείττονι.
Πάθη χαλεπά, τυραννοῦντα τὴν καρδίαν μου, ἀπονέκρωσον Ἀκάκιε σοφέ, καὶ ζωῆς
με τῆς ἁγίας φωτὶ λάμπρυνον.
Ἄκακος ὀφθείς, φερωνύμως ἐν τοῖς τρόποις σου, ἐν ἁπλότητι καὶ ἤθεσι
χρηστοῖς, διαῤῥύθμισον τὸν βίον μου Ἀκάκιε.
Θεοτοκίον.
Θρόνος τοῦ Θεοῦ, ἀνεδείχθης ὑψηλότατος, τοῦτον φέρουσα Ἁγνὴ ἐν ταῖς χερσίν,
ὅθεν ῥῦσαί με χειρῶν τοῦ πολεμήτορος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς πρᾶος, καὶ μιμητὴς τοῦ Δεσπότου, ἀκριβοῦς ὑπακοῆς ὤφθης τύπος, ὅθεν ἡμᾶς,
ἀκλινῶς ὑπακούειν, τοῖς ἐν Χριστῷ προεστῶσιν ἐνίσχυσον, ὡς ἂν Ἀκάκιε σοφέ, τῆς
ἀλήκτου ζωῆς ἀπολαύσωμεν.
Νεκρώσας, ἅπαν τὸ θέλημα Πάτερ, ὡς ὑπήκοος ἐν λόγοις καὶ ἔργοις, μέχρι
θανάτου τῷ σῷ προεστῶτι, ἡμῶν σαρκὸς τὰ θελήματα νέκρωσον, καὶ καθυπόταξον τὸν
νοῦν, τοῦ Κυρίου τῷ θείῳ θελήματι.
Καθεῖλες, τῇ ταπεινώσει σου Πάτερ, τὴν ὀφρὺν τὴν ἐπηρμένην τοῦ πλάνου, ὅθεν
ἡμᾶς, ἀληθῇ ταπεινώσει, καὶ προθυμίᾳ κοσμεῖσθαι ἐνίσχυσον, καὶ ἀῤῥαγῇ ὑπομονήν,
ἐπιδείκνυσθαι πᾶσαις ταῖς θλίψεσι.
Θεοτοκίον.
Ἀγγέλων, ἁγιωτέρα ὑπάρχεις, τὸν αὐτοὺς δημιουργήσαντα Λόγον, ὑπὲρ αἰτίαν καὶ
λόγον τεκοῦσαν, Ὑπεραγία Παρθένε Πανάμωμε, διὸ ἁγίασον ἡμῶν, καὶ ψυχὴν καὶ
καρδίαν καὶ αἴσθησιν.
Διάσωσον, ἐκ τῶν παθῶν τῆς κακίας τῇ σῇ πρεσβείᾳ, καὶ
ἐκ πάσης τοῦ δυσμενοῦς ἐπιθέσεως, τοὺς σὲ τιμῶντας Ἀκάκιε θεοφόρε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον.Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἀκακίας ἐπώνυμος Ὅσιε, ἐκ τῶν βελῶν τῆς κακίας με λύτρωσαι, καὶ φόβῳ τῷ
θείῳ με λάμπρυνον, τοῦ ὑπακούειν Χριστοῦ τοῖς προστάγμασιν, Ἀκάκιε Πάτερ
μακάριε.
Οἱ Ἀναβαθμοί. Τὸ α´ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ
με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται
καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.:Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅλην σου τὴν ἔφεσιν, καθυποτάξας Κυρίῳ, ἄριστος ὑπήκοος, Ὅσιε Ἀκάκιε
ἐχρημάτισας, καὶ νῦν ὡς μέτοχος, τῆς ἐπουρανίου, εὐφροσύνης καὶ λαμπρότητος,
σκότους ἀπάλλαξον, τοῦ τῆς ἁμαρτίας μακάριε, καὶ πικροτάτων θλίψεων, καὶ
ὀδυνηρῶν περιστάσεων, ταῖς σαῖς ἱκεσίαις, τοὺς μέλποντας τὸν βίον σου σοφέ, χαρὰν
ἡμῖν παρεχόμενος, τὴν μὴ διαπίπτουσαν.
Ὁ Ἱερεύς.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε
ἐλέησον (ιβ’ [τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κοσμικῶν νοημάτων καὶ ποικίλων σκανδάλων τοῦ πολεμήτορος, Ἀκάκιε θεόφρον, ἀπάλλαξον
λιταῖς σου, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰσχυρότατον τεῖχος κατὰ πάσης κακίας τοῦ πολεμήτορος, Ἀκάκιε θεόφρον, ἡ σὴ
θερμὴ πρεσβεία τοῖς κραυγάζουσι γένοιτο· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀκακίας τὰ ἤθη καὶ ζωῆς ἐναρέτου πᾶσαν ἐπίδοσιν, Ἀκάκιε θεόφρον, δυνάμωσον
εὐχαῖς σου, γεωργεῖν τοὺς κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σαρκωθεὶς ἐκ γαστρός Σου ὁ τὸ εἶναι τοῖς πᾶσι παρέχων Κύριος, κυρίαν Σέ
ἁπάντων, καὶ Δέσποινα δεικνύει, Θεοτόκε Πανάχραντε, Ὃν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν
Σὲ ὑμνούντων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γέγονας τύπος, ὑπακοῆς μακαρίας, διὰ τοῦτό σοι Ἀκάκιε βοῶμεν· δίδου ἡμῖν
πνεῦμα, ἀεὶ συντετριμμένον.
Ἔλλαμψον Πάτερ, ὑποταγῆς τῆς ἁγίας, ταῖς ψυχαῖς ἡμῶν τὸ
κάλλος καὶ τὴν χάριν, ἵνα λυτρωθῶμεν, παρακοῆς κακίστης.
Ῥῦσαι λιταῖς σου, σοφιστειῶν τοῦ Βελίαρ, καί ἐπάναψον τὸ πῦρ τὸ θεῖον Πάτερ, ἔνδον ἐν
καρδίᾳ, τῶν σὲ ὑμνολογούντων.
Θεοτοκίον.
Ἄχραντε Κόρη, τὴν μολυνθεῖσαν ψυχήν μου, τῇ τοῦ χείρονος κακίστῃ συνηθείᾳ,
πλῦνον ταῖς ῥανίσι, τῶν θείων οἰκτιρμῶν Σου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνόμιλος Ἀγγέλων, πέλων θεοφόρε, τὸν πανοικτίρμονα Λόγον ἱκέτευε, ἀεὶ σὺν
τούτοις σωθῆναι, τοὺς σὲ γεραίροντας.
Ἰσχὺν ἡμῖν παράσχου, κατὰ τοῦ Βελίαρ, καὶ ἐκκοπὴν ὀλεθρίου θελήματος, καὶ
πρὸς ζωῆς ἐναρέτου θέρμην οὐράνιον.
Μετὰ τὸ θεῖον τέλος, οἷα ζῶν ὡράθης, ἐν τῷ σῷ τάφῳ Ἀκάκιε Ὅσιε, δι’ ὃ κἀμὲ
ζωηφόρου χάριτος πλήρωσον.
Ὁδὸν συντομωτάτην, Πάτερ διανύσας, ἐξ ἀνοδίας παθῶν με ἀνθέλκυσον, καὶ
ἀσφαλῶς με πρὸς τρίβον, τὴν θείαν ἴθυνον.
Θεοτοκίον.
Ὑμνοῦμέν Σου τὴν δόξαν, Κεχαριτωμένη, καὶ ἐκ βαθέων ψυχῆς ἐκβοῶμέν Σοι· Σὺ
εἶ ἡ ἐλπὶς ἡμῶν Κόρη, καὶ ἡ βοήθεια.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως
Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις ἀκακίας ἄνθος τερπνόν, χαίροις καρτερίας ὁ ἀδάμας ὁ διαυγής, χαίροις
τῆς τελείας, ὑπακοῆς ὁ λύχνος, Ἀκάκιε παμμάκαρ, Ἀγγέλων σύσκηνε.
Ὅλον σαὐτὸν δέδωκας ἐν Χριστῷ, τῷ σῷ προεστῶτι ἐν τελείᾳ ὑπακοῇ, ὅθεν
ἐλαμπρύνθης, Χριστοῦ τῇ ἐκτιμήσει, Ἀκάκιε ὡς πρᾶος καὶ πλήρης πίστεως.
Ἔφερες κακώσεις καὶ χλευασμούς, πολλῇ ταπεινώσει, ὥσπερ ἄθλους μαρτυρικούς,
ὅθεν ἐδοξάσθης, Ἀκάκιε πλουσίως, καὶ μοναχῶν παιδεύεις, σοφῶς τὸ φρόνημα.
Σεαυτὸν ἠρνήσω ὁλοσχερῶς, καὶ τῷ θείῳ νόμῳ ὑπετάγης ἀπὸ ψυχῆς, ὅθεν ὑπηκόων,
ὑπογραμμὸς ἐδείχθης, Ἀκάκιε θεόφρον, τῇ πολιτείᾳ σου.
Ἤνυσας ὁσίως σου τὴν ζωήν, ἀπλάστοις ἐν τρόποις, καὶ
γνησίᾳ ὑπακοῇ, ὅθεν ἡμᾶς ῥῦσαι, κακίστων βουλευμάτων, Ἀκάκιε τρισμάκαρ, τοῦ
κοσμοκράτορος.
Χαίροις τὴν οὐράνιον νῦν χαράν, ἐν φωτὶ Κυρίου καὶ
νυμφῶνι τῷ τῆς ζωῆς, ὅθεν ἡμᾶς ῥῦσαι, πικρίας τῆς τοῦ βίου, Ἀκάκιε παμμάκαρ,
ἐπιστασίας σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου,
ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,* Κύριε,
ἐλέησον ἡμᾶς,* πάσης γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι τήν ἱκεσίαν,* ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,* ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί γάρ
πεποίθαμεν.* Μή ὀργισθῆς ἡμῖν
σφόδρα,* μηδέ μνησθῆς τῶν
ἀνομιῶν ἡμῶν.* Ἀλλ’
ἐπίβλεψον καί νῦν
ὡς εὔσπλαχνος* καί
λύτρωσαι ἡμᾶς* ἐκ τῶν
ἐχθρῶν ἡμῶν.* Σύ γάρ
εἶ Θεός ἡμῶν*
καί ἡμεῖς λαός
Σου,* πάντες ἔργα χειρῶν
Σου* καί τό
ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν
πύλην ἄνοιξον ἡμῖν,* εὐλογημένη Θεοτόκε,* ἐλπίζοντες εἰς
Σέ μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ ἡ σωτηρία
τοῦ γένους τῶν
Χριστιανῶν.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάσης, τοῦ ἐχθροῦ ἐπιβουλῆς, καὶ τῶν τῆς σαρκὸς θελημάτων, τῶν θανατούντων ἡμᾶς, Ὅσιε Ἀκάκιε, τῶν ὑπηκόων εἰκών, ταῖς πρεσβείαις σου λύτρωσαι, καὶ πρὸς ἀκακίας, τρίβον καθοδήγησον, τὰς διανοίας ἡμῶν, ἄφεσιν πταισμάτων καὶ λύσιν, πάσης χαλεπῆς ἐπηρείας, παρὰ τοῦ Χριστοῦ ἡμῖν αἰτούμενος.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν……
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου