Παράκλησις ὁσ.
ΑΝΘΙΜΟΥ τοῦ Κεφαλληνός.
Ποίημα Καθηγουμένης Ἰσιδώρας Ἁγιεροθεϊτίσσης
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ´. Ὁ ὑψωθείς.
Ἀνακαθάρας τῆς ψυχῆς σου τὰς κόρας, τοῦ θείου Πνεύματος φωτὶ ἀπροσίτῳ, τῶν
Μοναζόντων ἤνυσας, τὴν τρῖβον καλῶς, νήσους πλεῖστας ἔδραμες, ἀπτοήτῳ σου ζήλῳ,
ὑποδούλοις Ἕλλησιν τοῦ Κυρίου τὸν λόγον λαμπρῶς κηρύξαι Ἄνθιμε σοφέ, ὁ τοῦ
Κυρίου, θεράπων ἀόμματος.
Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε...
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών. Οὗ ἡ
ἀκροστιχίς: Κήρυκα ἀόμματον Ἀνθιμον ᾄδω. Ἰσιδώρας.
Ἦχος πλ. δ´. ᾨδὴ α´. Ὑγρὰν διοδεύσας.
Κηρύκων τὸ κλέος πάντες πιστοί, Ὁσίων κρηπῖδα, Μοναζόντων ὑφηγητήν, τυφλὸν
ὑπηρέτην τοῦ Κυρίου, τὸν θεοφόρον τιμήσωμεν Ἄνθιμον.
Ἡλίου ἀδύτου τὴν χρυσαυγῆ, ἀκτῖνα τὸν κόσμον καταυγάσασαν νοητῶς, τῷ φέγγει
κηρύγματος τοῦ θείου, τὸν ἰσαπόστολον μέλψωμεν Ἄνθιμον.
Ῥημάτων ἐνθέων σοῦ ταῖς πλοκαῖς, καὶ ἔργοις ἀρίστοις ταπεινώσει τε ἀψευδεῖ,
ἐζώγρησας πάντας εἰς τὸν φόβον, τὸν τοῦ Κυρίου θεόπνευστε Ἄνθιμε.
Θεοτοκίον.
Ὑψίστου καθέδρα περιφανής, παλάτιον δόξης καὶ πορφύρα βασιλική, ὑπάρχεις
Θεόνυμφε Παρθένε, ὡς τὸν Θεὸν ἐν γαστρί Σου χωρήσασα.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Κεφαλλήνων ἡ νῆσος, ἐν σοί σκιρτᾷ Ἄνθιμε, καὶ τοῦ Ληξουρίου ἡ πόλις,
συνεπαγάλλεται, ὅτι ἐκ γῆς ἱερᾶς, τούτων ὡς ἄνθος προῆλθες, καὶ τὴν κτίσιν
ἅπασαν, κατευωδίασας.
Ἀγρυπνίαις νηστείαις καὶ προσευχαῖς Ἄνθιμε, φρόνημα σαρκός σου γεῶδες, σὺ
ἀπενέκρωσσς, διὸ ζωῆς ἀληθοῦς, ἐν οὐρανοῖς ἀπολαύεις, τοῖς Ἀγγέλων τάγμασιν,
συναυλιζόμενος.
Ἀπλανὴς Μοναζόντων, χειραγωγὸς γέγονας, Ἄνθιμε, Μονὰς ἀνεγείρας, Θεοῦ εἰς
αἴνεσιν, καὶ τὰς σεπτὰς ἐντολάς, ἐν ἐπιγνώσει τηρήσας, ὡς Μωσῆς τὸ πρόσωπον,
Χριστοῦ τεθέασαι.
Θεοτοκίον.
Οὐρανῶν πλατυτέρα, τῶν Χερουβεὶμ Πάναγνε, καὶ τῶν Σεραφεὶμ ὑπέρτερα,
ὑπάρχεις Δέσποινα, ὅτι ἐν μήτρᾳ τῇ Σῇ, ὁ Ποιητὴς τῶν ἁπάντων, Ὃν ὑμνούσιν
Ἄγγελοι, σάρκα προσείληφεν.
Καταύγασον, ἡμῶν τὰς κόρας πρεσβείαις σου ἀκοιμήτοις, ὁ τυφλώττουσιν
ὀφθαλμοῖς τοῦ σώματος Ἄνθιμε, τὸ ἄδυτον φέγγος ἰδὼν τοῦ Κτίστου.
Ἐπίβλεψον...
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Δεσπότου Χριστοῦ, τὸ κάλλος ἐφιέμενος, ὀπίσω Αὐτοῦ, ὡς ἔλαφος διέδραμες, καὶ
πηγὴν τοῦ ὕδατος, ἀλλομένου ἔπιες Ἄνθιμε, εἰς αἰωνίου νάματα ζωῆς, ἀῤῥήτως
δροσίζων τοὺς τιμῶντάς σε.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Μετὰ πόθου προσέδραμες, τῷ Ἁγιωνύμῳ Ὅρει τοῦ Ἄθωνος, ἔνθα Ἄνθιμε ἐνδέδυσαι,
τῶν Ἀγγέλων Σχῆμα ἀγαλλόμενος.
Μετανοίας τὸ κήρυγμα, ὑποδούλοις Ἕλλησι θεῖε Ἄνθιμε, Ἀποστόλων ὡς ὁμότροπος,
ἀκαμάτῳ ζήλῳ σου διέσπειρας.
Ἀδιστάκτῳ καρδίᾳ σου, τὸν Θεὸν τῶν ὅλων Ἄνθιμε ἔστερξας, καὶ εἰς Τόπους οὓς
ἐβάδισε, προσκυνῆσαι τούτους Πάτερ ἔδραμες.
Θεοτοκίον.
Τὴν Παρθένον ὑμνήσωμεν, τὴν μετὰ τὸν Τόκον μείνασαν ἄφθορον, καὶ συμφώνως
ταύτῃ εἴπωμεν, τὸ Ἀγγέλου χαῖρε εὐφραινόμενοι.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ὅρμον γαληνόν, καὶ ἀκύμαντον σὲ ἔγνωκαν, τοῦ Αἰγαίου νῆσοι Ἄνθιμε σοφέ, ὅτι
εἰρήνης, πολιτείαν ταύταις ἔδειξας.
Νύκτωρ τὴν Ἁγνήν, καὶ Παρθένον Κόρην ἔβλεψας, ἐν
ὀνείρατι προτρέπουσαν καλῶς, καθυπομένειν τῶν ὀμμάτων θεῖε Ἄνθιμε τὴν στέρησιν.
Ἄλλον Ἠλιοῦ, θεῖε Ἄνθιμε σὲ ἔγνωμεν, τῇ αὐχμώσῃ γῇ διδόντα ὑετόν, καιρῷ τοῦ
θέρους, εὐπροσδέκτοις ἱκεσίαις σου.
Θεοτοκίον.
Νέον ἀπὸ Σοῦ, ὡς παιδίον ὁ παντέλειος, καὶ προάναρχος σεσάρκωται Θεός,
Παρθενομῆτορ καὶ καινίζει τὸ ἀνθρώπινον.
ᾨδὴ στ´. Τὴν δέησιν.
Θαυμάτων σύ, αὐτουργὸς γεγένησαι, παραδόξως θεῖε Ἄνθιμε πάλαι, ὅτι φρικτόν,
ἐναπέκτεινας ὄφιν, τὸν ἀπειλοῦντα δεινῶς Ἀστυπάλαιαν, τὴν νῆσον ἥτις σὲ τιμᾷ,
προσκυνοῦσα λειψάνων τὴν θήκην σου.
Ἱδρῶσί σου, τοῖς τιμίοις Ἄνθιμε, ἀνεστήλωσας Μονὴν τῶν Λεπέδων, Παρασκευῆς
Ἀθληφόρου τὴν βάρει, κατακαμφθεῖσαν σεισμοῦ καὶ εἰσήγαγες, χορὸν παρθένων ἐν
αὐτῇ, γεγονὼς ὁδηγὸς τούτων ἄριστος.
Μυστήριον, θαυμαστὸν τετέλεσται, θεῖε Ἄνθιμε εὐχῇ σου παννύχῳ, ἄνευ χειρός,
ἡ μορφὴ τῆς Πανάγνου, Πορταϊτίσσης τῷ ξύλῳ τετύπωται, ἐν Ἀθωνι ἥν σῇ χειρί,
ἐναπέθου Μονῇ Ἀστυπάλαιας.
Θεοτοκίον.
Οἰνόφωτον, τοῦ Δεσπότου σκήνωμα, ἀνεδείχθης Θεοτόκε Παρθένε καὶ γὰρ ἐν Σοί,
τοῦ Πατρὸς εὐδοκίᾳ, ἀνερμηνεύτως ὁ ἄδυτος Ἥλιος, σεσάρκωται καὶ τοὺς βροτούς,
ἐκ κευθμώνων τοῦ ᾍδου ἀνήγαγε.
Καταύγασαν, ἡμῶν τὰς κόρας πρεσβείαις
σου ἀκοιμήτοις...
Ἄχραντε, ἡ διὸ λόγου τὸν Λόγον
ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν
παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β´. Προστασία τῶν
Χριστιανῶν.
Οὐρανίων μυσταγωγιῶν τὸν ἐκφάντορα, θεοσδότων ἐπαγγελιῶν τὸν διδάσκαλον,
Μοναζόντων ὑπογραμμὸν καὶ στῦλον ἀκραιφνῆ, Χριστοῦ σάλπιγγα βροντοειδῆ, τὴν
διηχήσασαν τρανῶς Βασιλείαν αἰώνιον, Ἀνθιμον θεηγόρον ἀόμματον εὐφημοῦμεν, τὸν
διαβλέποντα ἀεί, τοῦ Κυρίου τὴν λαμπρότητα.
Εἶτα τὸ Α´ Ἀντίφωνον τῶν
Ἀναβαθμῶν τοῦ δ´ ἦχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ
με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται
καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος: Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ...
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…...
Ἐλέησον μὲ ὁ Θεός...
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Ὄμμα τῆς καρδίας σου, ἀνακαθαρὰς ἐμφρόνως, σαρκικῶν ὑπέμεινας, τῶν ὀμμάτων
στέρησιν χαίρων Ἄνθιμε, καὶ Χριστῷ ἔδραμες, τοῦ Φωτὸς Δοτῆρι, τοῦ δουλεύειν
εὐπειθέστατα· Μονὰς ἐγείρας δέ, δόξαν τοῦ Θεοῦ κατελάμπρυνας τῷ βίῳ σου
γενόμενος, στῦλος ὁδηγῶν πρὸς ἀπάθειαν, ὥσπερ ἐν ἐρήμῳ, τὸ πάλαι ὁ θεόπτης
Μωυσῆς, μεθ᾿ οὗ ἀπαύστως δυσώπησον, εὑρεῖν ἡμᾶς ἔλεος.
Ὁ Ἱερεύς.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε
ἐλέησον (ιβ’ [τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ
οἰκτιρμοῖς, καὶ
φιλανθρωπίᾳ τοῦ μονογενοῦς
Σου Υἱοῦ, μεθ’ οὗ
εὐλογητὸς εἶ,
σὺν τῷ παναγίῳ
καὶ ἀγαθῷ
καὶ ζωοποιῷ Σου
Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νῆσος Κρήτη καυχᾶται, καὶ σκιρτᾶ ἀνυμνοῦσά σε μάκαρ Ἄνθιμε, ἐν ταύτῃ γὰρ
διδάξας, εἰρήνην τὴν βαθεῖαν, φλογοφόρῳ σου στόματι, πλήθει θαυμάτων πολλῶν,
ἐσφράγισας τὸν λόγον.
Ἀκαταίσχυντον ὅπλον, τὸν Σταυρὸν τοῦ Κυρίου κατέχων Ἄνθιμε, ῥαβδίον δὲ τὴν
πίστιν, κομβοσχοίνιον ἅμα, βακτηρίαν ὡς ἄσειστον, ὅθεν διέβης καλῶς, κηρύγματος
τὴν τρῖβον.
Δυνατὸν ἐν ἰσχύϊ, τὸν Θεὸν ἀγαπήσας ἀδόλως Ἄνθιμε, χαρίσμασιν μεγάλοις, σὲ
ἔστεψε πλουσίως, τοῦ προλέγειν τὰ μέλλοντα, καὶ ὀφθαλμοῖς σου κλειστοῖς, ὁρᾶν
τὰ τελεσθέντα.
Θεοτοκίον.
Ὡς πυρίμορφον θρόνον, ὁ Προφήτης σὲ ἔφη, Παρθένε Ἄχραντε, Πατρὸς γὰρ
εὐδοκίᾳ, Υἱὸς ἐν Σοί ἐπέστη, ἐπελεύσει τοῦ Πνεύματος, καὶ εἰς τὸν θρόνον ἡμᾶς,
ἀνήγαγε τῆς δόξης.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Ἱλαρωτάτῃ καὶ καθαρᾶ σοῦ καρδίᾳ, τὸν Θεὸν θεῖε Ἄνθιμε ᾄδων, γέγονας Ἀγγέλων,
συνόμιλος ἐν βίῳ.
Σαγήνῃ λόγων, τῶν σῶν ἰχθύας ζωγρήσας, λογικοὺς ἐκ
κινδύνου ἐῤῥύσω, κλύδωνος καὶ ζάλης, ὢ Ἄνθιμε τοῦ βίου.
Ἱδρύσας μάκαρ, πλείστας Μονὰς εἰς Κυρίου, τοῦ Θεοῦ σου ὢ Ἄνθιμε δόξαν, νῦν
ἀντεδοξάσθης ἀξίως εἰς αἰῶνας.
Θεοτοκίον.
Δέσποινα Κόρη, ἡ ἐν γαστρί σου ἀφράστως, Εἰρηνάρχην Θεὸν συλλαβοῦσα, χάρισαι
εἰρήνην τὴν ἄνωθεν λιταῖς σου.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ὡς λύχνον φαεσφόρον, λάμποντα ἀῤῥήτως, τοῦ ἀπροσίτου ἀκτῖσι καὶ θείου φωτός,
οἱ ἐν τῷ σκότει δουλείας, Ἄνθιμε ἔγνωκαν.
Ῥημάτων σου τῇ δρόσῳ, ἔπαυσας δουλείας, τῆς πικροτάτης τὸ καῦμα, μηνύσας
λαῷ, πίστεως ἔαρ εὐῶδες, πάντερπνε Ἄνθιμε.
Ἀνύστακτον τὸ ὄμμα, ἔχων τῆς ψυχῆς σου, σὺν ταῖς φρονίμοις Παρθένοις,
εἰσῆλθες Χριστοῦ, εἰς τὸν νυμφῶνα τῆς δόξης, Ἄνθιμε πάντιμε.
Θεοτοκίον.
Στολὴν ἐκ σῶν αἱμάτων, Πάναγνε Παρθένε, ὁ Βασιλεὺς τῶν ἁπάντων, φορέσας
Χριστός, βασιλικὴν ἁλουργίδα, Ἀδὰμ ἐνέδυσεν.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Ὥν ἡ ἀκροστιχίς: Χαίροις Πάτερ Θεόφωτε.
Χαίροις Ληξουρίου θεῖος βλαστός, χαίροις Κεφαλλήνων ὁ ἐξαίρετος θησαυρός, χαίροις τοῦ Αἰγαίου ὁ μέγας θεοκήρυξ, Πατέρων ἡ ἀκρότης, πάμφωτε Ἄνθιμε.
Ἄθωνι τῷ Ὄρει ὥσπερ δορκάς, ἔδραμες καὶ σχῆμα ἐνεδύθης Ἀγγελικόν, δίψαν δὲ ψυχῆς σου ὢ Ἄνθιμε κορέσας, πολλοῖς εὐηγγελίσω λόγον ζωὴ ἄδυτον.
Ἵστασο ἐνώπιον τοῦ Θεοῦ, εὐχαῖς ὁλονύκτοις καὶ δεήσεσι τὴν Αὐτοῦ, κάμπτων εὐσπλαγχνίαν, καὶ ᾄδων σὺν Ἀγγέλοις, ὢ Ἄνθιμε τὴν θείαν μεγαλειότητα.
Ῥάβδον σου ἐκράτεις ὡς ὁδηγόν, κομβοσχοίνιόν σου ὡσεὶ σύμμαχον κραταιόν, καὶ Σταυρόν σου φέρων, τυφλῶν ὡς βακτηρίαν, διὸ τὸ φῶς τὸ μέγα, ἔφανας Ἄνθιμε.
Ὄφιν τὸν τὴν Εὖαν ἐκ τῆς Ἐδέμ, πάλαι ἐκβαλόντα θεῖε Ἄνθιμε σαῖς εὐχαῖς, ἐν Ἀστυπαλαίᾳ ἀπέκτεινας τῇ νήσῳ· πολλοὺς προτρέψας οὕτω, Θεοῦ εἰς αἴνεσιν.
Ἱστίῳ τοῦ ζήλου τοῦ θεϊκοῦ, ἔπλευσας τὰς νήσους τοῦ Αἰγαίου ἵνα Χριστόν, Ἄνθιμε κηρύξῃς, ἀχείμαστον λιμένα καὶ ἄγκυραν ἐλπίδος τοῖς θαλαττεύουσιν.
Σκεῦος χαρισμάτων τοῦ Παντουργοῦ, Πνεύματος ὑπάρχων ἀποπνέεις πᾶσι πιστοῖς, Ἄνθιμε τὴν χάριν, ἀῤῥήτων μεγαλείων, καὶ νέμεις τὴν εἰρήνην τοῖς σὲ γεραίρουσιν.
Πήρωσιν πηλίνων σοῦ ὀφθαλμῶν, ἀπροσκόπτως φέρειν σὲ προέτρεψεν ἡ Ἁγνή, Θεοτόκος Κόρη ὀνείρατι φανεῖσα, θαῤῥύνασα σε θείως, μέγιστε Ἄνθιμε.
Ἄστρον ἀνατέταλκας φαεινόν, Ἄνθιμε ἐν σκότει τῆς δουλείας τῆς ζοφερᾶς, καὶ τὴν γῆν αὐγάσας τῆς πίστεως ἀκτῖσιν, Χριστὸν διαναγγέλεις ἄδυτον Ἥλιον.
Τῆς Πορταϊτίσσης θεία εἰκών, ἐν Ἁγίῳ Ὅρει τῇ παννύχῳ σου προσευχή, ἀχειροποιήτως τῷ ξύλῳ ἐτυπώθη, ἥν ἐν Ἀστυπαλαίᾳ Ἄνθιμε ἔφερες.
Ἔρεισμα καὶ βάθρον σὲ ὀχυρόν, ἔχει τῶν Λεπέδων Ἀθληφόρου Παρασκευῆς, ἡ Μονὴ ἡ θεία, ἥν κόποις ἐδομήσω, σεισμῷ καταστραφεῖσαν κράτιστε Ἄνθιμε.
Ῥαίνουσιν ὡς ἄνθη θείας ᾠδάς, τῇ σεπτῇ σου μνήμῃ Κεφαλλήνων αἱ πατριαί, τῆς Ἀστυπαλαίας, καὶ Κρήτης ἐκλογάδες, ὁμήγυρίς τε πᾶσα Αἰγαίου Ἄνθιμε.
Θαύματα ὢ Ἄνθιμε φοβερά, ἐτέλεις τὸ βλέπειν παρεχόμενος τῇ τυφλή, τῆς ἀτέκνου μήτραν Εὐχῇ σου εὐλόγησας, πηγάσας τε παντοίων παθῶν ἰάματα.
Ἔπαυσας πελάγους τὴν ταραχήν, εὐπαῤῥησιάστοις, μάκαρ Ἄνθιμε προσευχαῖς, πρὸς τὸν ἐν δυνάμει ἰσχύοντα τὰ πάντα· καὶ κύμασι θαλάσσης περιπατήσαντα.
Ὄμβρους τῇ αὐχμώσῃ πάλαι ξηρᾷ, ἔπεμψας πλουσίως ὥσπερ πάλαι ὁ Ἠλίου, ὁ κλεινὸς Θεσβίτης, καὶ δρόσον οὐρανίαν, ψυχαῖς τῶν σὲ τιμώντων βραβεύεις Ἄνθιμε.
Φλόγες ὡσεὶ πύριναι ἐν καιρῷ, τοῦ κηρύγματός σου ἐξερχόμενοι θαυμαστῶς, ἐκ τοῦ στόματός σου, ὢ Ἄνθιμε τῷ πλήθει, πιστῶν διεβεβαίουν σὴν ἁγιότητα.
Ὥσπερ δρόσον θείαν ἐξ Ἀερμών, ἔσταξαν οἱ λόγοι σωτηρίων σου διδαχῶν, ταῖς τῶν ὑποδούλων, ψυχαῖς παραμυθίαν, διδοῦσαι οὐρανίαν θεόφρον Ἄνθιμε.
Τελευτήν σου πόῤῥωθεν προϊδών, ἐκ Πελοποννήσου εἰς Μονήν σου τὴν ἱεράν, τῶν Λεπέδων φθάσας, ψυχήν σου ἐναπέθου, χερσὶ Θεοῦ Ὃν πόθῳ ἠγάπας Ἄνθιμε.
Ἔχομέν σε πρέσβυν πρὸς τὸν Θεόν, εὐσεβῶν τὰ πλήθη, Μοναζόντων τε οἱ χοροί, Ἱεραποστόλων, ὢ Ἄνθιμε οἱ δῆμοι, τυφλοὶ δὲ σὲ πλουτοῦσι, προστάτην μέγιστον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,* Κύριε,
ἐλέησον ἡμᾶς,* πάσης γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι τήν ἱκεσίαν,* ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,* ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον
ἡμῖν,* εὐλογημένη Θεοτόκε,*
ἐλπίζοντες εἰς Σέ
μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ
ἡ σωτηρία τοῦ
γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.
Γόνον
πάντιμον Κεφαλληνίας, θεῖον ἔφορον Ἀστυπαλαίας, τῆς τῶν Λεπέδων Μονῆς τὸν
δομήτορα, καὶ νήσων πλείστων τὸν ἔνθεον κήρυκα, τῶν Μοναζόντων κρηπῖδα καὶ
καύχημα, θεῖον Ἄνθιμον, συμφώνως πιστοὶ τιμήσωμεν, Χριστοῦ τὸν οἰκονόμον τὸν
ἀόμματον.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα
ὑπὲρ τοῦ
διαφυλαχθῆναι τὴν ἁγίαν
Ἐκκλησίαν καὶ
τὴν πόλιν ταύτην,
καὶ πᾶσαν πόλιν
καὶ χώραν ἀπὸ
ὀργῆς, λοιμοῦ,
λιμοῦ, σεισμοῦ,
καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου
θανάτου, ὑπὲρ
τὸν ἵλεων, εὐμενῆ
καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν
καὶ φιλάνθρωπον Θεὸν
ἡμῶν, τοῦ
ἀποστρέψαι καί,
διασκεδάσαι πᾶσαν ὀργὴν
καὶ νόσον, τὴν
καθ' ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης
δικαίας αὐτοῦ
ἀπειλῆς, καὶ
ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου...
Χαίρει Κεφαλλήνων ἡ πληθύς, χαίρουσιν Αἰγαίου αἱ νῆσοι, καὶ Κρήτη ἅμα
σκιρτᾷ, Ἄθω Ὅρος Ἅγιον, φαιδρῶς ἀγάλλεται, γηθοσύνως σεμνύνεται, Μονὴ τῶν
Λεπέδων, καὶ ἡ Ἀστυπάλαια καυχᾶται ἄμετρα, θήκην σῶν Λειψάνων πλουτοῦσα, σὺν
Πορταϊτίσσης εἰκόνι, ἥν ἐκτήσω Ἄνθιμε ἀόμματε.
Δίστιχα ἀκροτελεύτια.
Ὁσιοκήρυξ Ἄνθιμε, τῶν
ἀομμάτων λύχνε,
ψυχῆς μου ὄμμα αὔγασον
εὐχαῖς σου φωτοφόροις
καί εἰς ὁδὸν ἀξιῶσον
εὐθεῖαν βηματίζειν
ἔργα ἡμέρας πράττουσα
λέγει σοι Ἰσιδώρα,
Μονάζουσα πανευτελὴς ὕμνον
πλέξασα τόνδε
τῇ προτροπῇ τοῦ εὐλαβοῦς
ἱκέτου Κωνσταντίνου
ἀπὸ βαθέων σέβοντος τὴν
πάμφωτόν σου μνήμην.
Δι’ εὐχῶν……
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου