Παράκλησις ΤΩΝ ΕΝ
ΒΡΑΧΩΡΙΩ ΤΡΙΩΝ ΝΕΟΜΑΡΤΥΡΩΝ.
Ποίημα Ἀποστόλου Παπαχρήστου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Ἀθλοφόρων τῷ ναῷ νῦν ἐν πίστει, οἱ τὸ Βραχώριον οἰκοῦντες καὶ πάντες, ἐν
μετανοίᾳ σπεύσωμεν βοῶντες πρὸς αὐτούς, Μάρτυρες πανένδοξοι, τῆς Τριάδος
ὁπλῖται, Λάμπρε σὺν Ἑτέρῳ τε καὶ κλεινῷ Θεοδώρῳ, ὑπὲρ ἡμῶν πρεσβεύσατε Αὐτήν,
ἵνα πταισμάτων, ῥυσθῶμεν καὶ θλίψεων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε..
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Σοὺς δυσωπῶ Μάρτυρας Σῶτερ. Ἀποστόλου.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Σὲ πίστει Ὑπέρθεε δυσωπῶ, Τριὰς ὁ Θεός μου τῶν Μαρτύρων
Σου ταῖς εὐχαῖς, παθῶν ἐκ ποικίλων καὶ κινδύνων, ὡς Ἀγαθὸς καὶ φιλάνθρωπος
ῥῦσαί με.
Ὁ θεῖος Θεόδωρος καὶ κλεινός, ὁ ἔνδοξος Λάμπρος σὺν
Ἑτέρῳ τῷ θαυμαστῷ, Τριάδα ἀπαύστως δυσωποῦσιν, ῥυσθῆναι πάντας κινδύνων τοῦ
ὄφεως.
Ὑμνῆσαι προσέλθωμεν ἐν χαρᾷ, Χριστοῦ τοὺς ὁπλίτας, οἱ Βραχώριον τὸ κλεινόν,
οἰκοῦντες καὶ πάντες καὶ γὰρ οὗτοι, ἡμῶν προστάται καὶ φύλακες πέλουσιν.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσα ὑπερφυῶς, Παρθένε Μαρία τὸν Συνάναρχον
τῷ Πατρί, καὶ Πνεύματι ὄντα Θεὸν Λόγον, Αὐτὸν δυσώπει ῥυσθῆναι τοὺς δούλους
Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Δελεάζει με ἔνδοξοι ὁ ἐχθρὸς πάντοτε, καὶ τῆς ἁμαρτίας εἰς βάραθρα
καταῤῥίπτει με, ἀλλὰ προφθάσατε, καὶ ἐξ αὐτοῦ ῥύσατέ με, τῶν χειρῶν οἱ δύναμιν
τούτου πατήσαντες.
Ὑπὸ πλήθους πταισμάτων καὶ συμφορῶν Ἅγιοι, καὶ ταῖς τῶν παθῶν τρικυμίαις
καταποντούμενον, οἱ διανύσαντες, τοῦ μαρτυρίου τὸν δρόμον, καὶ Χριστῷ συνόντες
με, σώσατε δέομαι.
Συνελθόντες τοὺς ἄθλους τοὺς ἱεροὺς μέλψωμεν, Λάμπρου
Θεοδώρου σὺν Ἄλλῳ καὶ τὰ παλαίσματα, καὶ τὴν ἀγχόνην τε, διὰ Χριστοῦ ἥνπερ
πίστει, καὶ χαρᾷ ὑπέμειναν οὕς μακαρίσωμεν.
Θεοτοκίον.
Ὡς Θεοῦ Σε Μητέρα ἐκδυσωπῶ Ἄχραντε, ἐξ ἀσθενειῶν μου
τοῦ πλήθους καὶ τῶν κακώσεων, καὶ πάσης θλίψεως, καὶ ἐξ ἐχθρῶν πολυπλόκων, τῶν
πολεμουμένων με ῥῦσαι καὶ σῶσόν με.
Λυτρώσασθε, ἡμᾶς κινδύνων ὦ Ἀθλοφόροι, ὅτι ἅπαντες πρὸς
ὑμᾶς ἀεὶ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον…
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάται θερμοὶ τῆς πόλεως ἐδείχθητε, σοφοὶ Βραχωρίου ἐκ πάσης περιστάσεως,
καὶ δεινῶν αἱρέσεων, καὶ πολέμων ταύτην φυλάττοντες, ἥτις τιμῶσα ἡμῶν, τὰ
λείψανα χαίρει καὶ ἀγάλλλεται.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Πάσης βλάβης τοῦ δράκοντος, Μάρτυρες ἀήττητοι ἡμῶν ῥύσασθε, τὰς ψυχάς τε καὶ
τὰ σώματα, οἱ αὐτοῦ ὀλέσαντες τὴν δύναμιν.
Ὡς προστάτας καὶ φύλακας, πίστεως ἡμῶν τῆς ἀμώμου Ἅγιοι, δυσωποῦμεν
ἐκλυτρώσασθε, πάσης ἡμᾶς πλάνης καὶ αἱρέσεως.
Μαρτυρίου εὐώδηιτε, ἄνθη σὺν Ἑτέρῳ Λάμπρε Θεόδωρε, Παραδείσου τῶν ἀνθέων τε,
καὶ ἡμᾶς τρυφᾶν καταξιώσατε.
Θεοτοκίον.
Ἀρετῶν τὸ κεφάλαιον, Παναγία Δέσποινα Σύ με κάλλυνον, ἀρεταῖς Σῇ θείᾳ χάριτι,
τὸν ῥερυπωμένον ἐν τοῖς πταίσμασιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥώμην κραταιάν, μοὶ δωρήσατε πανεύφημοι, ἐξ ἀῤῥωστίας καὶ παθῶν τῆς σαρκός,
καὶ ἀνιάτων με ἐκ νόσων ἐκλυτρούμενοι.
Τίς ἡμᾶς θερμῶς, Αθληταὶ ἐπεκαλέσατο, καὶ οὐκ ἠκούσθη ἀφ’ ἡμῶν ταχύ, καὶ δωρημάτων
τῶν σῶν χαίρων ἀπέλαβε.
Ὕμνοις τὰς ὑμῶν, κάρας στέφοντες πανόλβιοι, σὺν Ἄλλῳ Λάμπρε καὶ Θεόδωρε, ἡμᾶς αἰτοῦμεν χάριν πᾶσι
καταπέμψατε.
Θεοτοκίον.
Ῥῦσαί με Ἁγνή, ἡδονῶν ἐξ ἀκαθάρτων τε, τὸ καθαρὸν
Χριστοῦ παλάτιον, καὶ καθορᾶν με τῆς μορφῆς Αὐτοῦ ἀξίωσον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἁπάντων τε, τῶν βροτῶν ὑπάρχοντες, ἰατροὶ ὦ Ἀθλοφόροι Κυρίου, ἐκ γὰρ ψυχῆς
ἀθυμίαν καὶ ζάλην, καὶ ἐκ τῆς βλάβης φρενῶν πάντας σώζετε, μαγείας ῥύεσθε
πικρᾶς, δαιμονῶντάς τε πνεύματος χάριτι.
Συνόντες οὖν, τῷ Χριστῷ μακάριοι, μὴ φειδόμενοι πληθὺν τῶν βασάνων, τὰς
φυλακάς, πεῖναν δίψαν κακώσεις, καὶ δι’ ἀγχόνης τὸν ἄδικον θάνατον, διόπερ καὶ
παρὰ Χριστοῦ, χάριν σχόντες ἰᾶσθαι τοὺς πάσχοντας.
Συνδράμετε, τῷ ναῷ οἱ ἄῤῥωστοι, ταν Ἁγίων Βραχωρίου ἐν πόλει, οἱ χαλεποῖς,
ἀνιάτοις ἐν νόσοις, καὶ πολυχρόνια πάθη οἱ φέροντες, βραβεύουσιν καὶ γὰρ ὑμῖν,
τὴν ὑγείαν οἱ Ἅγιοι Μάρτυρες.
Θεοτοκίον.
Ὡς πάντων, ἁμαρτωλῶν διόρθωσιν, τὴν Ἁγνὴν ἐκδυσωπήσωμεν πάντες, οἱ ἐν
αἰσχροῖς, βυθισμένοι τοῖς ἔργοις, οἱ ψευδορκίᾳ κλοπῇ τε καὶ βλάσφημοι,
προπάντων δὲ οἱ βδελυρᾷ, φιλαργύρῳ τε νόσῳ τοῦ σῶσαι ἡμᾶς.
Λυτρώσασθε, ἡμᾶς κινδύνων ὦ Ἀθλοφόροι, ὅτι ἅπαντες πρὸς ὑμᾶς ἀεὶ
καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε…
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ…
(καί μνημονεύονται
τά ὀνόματα τῶν
ὑπέρ ὧν ἡ Ἱερά
Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν
Χριστιανῶν.
Προστασία τῶν ἐν Βραχωρίῳ ὑπάρχοντες, καὶ ἁπάντων τῶν πιστῶν ἀεὶ ἡ
ἀντίληψις, Λάμπρε μάκαρ σὺν Θεοδώρῳ καὶ Ἑτέρῳ οἱ σοφοί, διὸ ῥύσασθε δεινῶν
ἡμᾶς, πολέμων ἅμα πειρασμῶν, καὶ παθῶν καὶ αἱρέσεων, σεισμοῦ καὶ λοιμοῦ πυρός
τε, λιμοῦ καὶ αἰχμαλωσίας, τοὺς καταφεύγοντας ἀεί, ἐν τῇ σκέπῃ τῶν ἀμάχων ὑμῶν.
Εἶτα τὸ Α´ Ἀντίφωνον τῶν
Ἀναβαθμῶν τοῦ δ´ ἦχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ
με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται
καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ
Λουκᾶν (κα΄ 12-16).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν
ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες
εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ
ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν
μὴ προμελετᾶν ἀπολογηθῆναι, ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται
ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ
ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι
ὐπὸ πάντων διὰ τὸ ὄνομά μου, καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ
ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἦχος πλ. β΄. Ὅλην
ἀποθέμενοι.
Στ.: Ἐλέησόν με ὁ Θεός…
Μὴ ἐγκαταλείπετε, ὦ Ἀθλοφόροι Κυρίου, ἡμᾶς τοὺς προσπίπτοντας, πίστει τῇ
Εἰκόνι ὑμῶν καὶ κράζοντας, ἐκ δεινῶν ῥύσασθε, χαλεπῶν τε νόσων, πειρασμῶν παθῶν
μαγείας τε, καὶ ἐκ δαιμόνων τε, τοὺς ἐνοχλουμένους καὶ ἅπαντας, ἡμᾶς τοὺς
ἁμαρτάνοντας, καὶ πεσεῖν εἰς κόλασιν μέλλοντας. Φίλοι τοῦ Κυρίου, οἱ δόξης
ἐντρυφῶντες τῆς Αὐτοῦ, σωθῆναι πάντας πρεσβεύσατε, ὑμᾶς τοὺς μακαρίζοντας.
Ὁ Ἱερεύς.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε
ἐλέησον (ιβ’ [τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ
οἰκτιρμοῖς, καὶ
φιλανθρωπίᾳ τοῦ μονογενοῦς
Σου Υἱοῦ, μεθ’ οὗ
εὐλογητὸς εἶ,
σὺν τῷ παναγίῳ
καὶ ἀγαθῷ
καὶ ζωοποιῷ Σου
Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τοὺς Χριστοῦ Ἀθλοφόρους οἱ ἐν γῇ Βραχωρίου δεῦτε νῦν τιμήσωμεν νῦν,
φρουροῦσι γὰρ τὴν πόλιν, ἡμῶν ἐχθρῶν ἐκ πάντων, καὶ Χριστῷ ἐκβοήσωμεν· Ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐν νυκτὶ ἐν ἡμέρᾳ ἐν θαλάσσῃ ἀέρι οἱ ἐν ἐρήμῳ σοφοί, ἐν πόλει οἱ ἐν τόπῳ,
παντὶ φρουρεῖτε πάντας, τοὺς Χριστῷ ἀνακράζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς
εὐλογητὸς εἶ.
Ῥωμαλέοι ὁπλῖται νικηταὶ ἁμαρτίας ἀναδειχθέντες σοφοί, πλανώμενόν με πλάνῃ
ἀεὶ ὑπὸ τοῦ πλάνου, θεραπεύσατε ψάλλοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Θεοτοκίον.
Ἀειπάρθενε Κόρη ἡ διπλοῦν ἐν ταῖς φύσεσι ὑποστάσει μιᾷ,
τεκοῦσα τὸν Σωτῆρα, διό Σε Θεοτόκον, καταγγέλομεν ψάλλοντες· Εὐλογημένη Σὺ εἶ,
Ἁγνὴ εἰς τοὺς αἰῶνας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Παραμυθία, ἀπηλπισμένων φανέντας, γηραλέων ἰσχύς, ὦ
Ἀθλοφόροι, ὅθεν κατὰ χρέος, ὑμᾶς ἀεὶ τιμῶμεν.
Οἱ νεογνῶν τε, καὶ νηπίων προστᾶται, ὀρφανῶν οἱ
προασπισταί, χηρῶν τε Μάρτυρες Κυρίου, ὑμνεῖσθε εἰς αἰῶνας.
Σὺν τῷ Ἑτέρῳ, Θεόδωρόν τε καὶ Λάμπρον, τοὺς ἡμῶν
πρεσβευτὰς πρὸς τὸν Δεσπότην, ὕμνοις κατὰ χρέος γεραίρωμεν ἀπαύστως.
Θεοτοκίον.
Τίς ἀριθμήσει, τὰ Σὰ ἐλέη Παρθένε, ὅτι πάντας σώζεις ἐκ
κινδύνων, ὅθεν Σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁλόφωτοι νῦν ὄντες, φωτίζετε τοὺς πίστει, ὑμῶν αἰνοῦντας τοὺς πόνους καὶ
θαύματα, φωτὶ Τριάδος τῆς θείας, ὦ πανσεβάσμιοι.
Λαὸς τοῦ Βραχωρίου, ἅμα Αἰτωλίας, καὶ τῆς Ἑλλάδος φρουροὺς ὑμᾶς κέκτηται,
σὺν Ἄλλῳ Λάμπρε θεόφρον, θεῖε Θεόδωρε.
Οἱ δῆμοι τῶν Ἁγίων, πάντων καὶ Ἀγγέλων, ὑμᾶς συνεχοῦσιν ἔνδοξοι Μάρτυρες,
ἡμῶν τε ὅθεν αἰτοῦμεν μὴ ἐπιλάλησθε.
Θεοτοκίον.
Ὑπέρτιμε Παρθένε, Ἁγία Θεοτόκε, ἡ τὸν Θεὸν Σὺ ἀσπόρως κυήσασα, Αὐτὸν δυσώπει
σωθῆναι, πάντας τοὺς δούλους Σου.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον,
καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως
τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Δεῦτε τῆς Τριάδος τοὺς λατρευτάς, καὶ πασῶν τῶν νόσων καὶ δαιμόνων
φυγαδευτάς, φρουρούς τε Ορθοδόξων, Θεόδωρον σὺν Ἄλλῳ, καὶ Λάμπρον κατὰ χρέος,
πάντες τιμήσωμεν.
Δεῦτε τὴν Εἰκόνα τὴν ἱεράν, τῶν σεπτῶν Μαρτύρων, ἀσπασόμεθα εὐλαβῶς,
βρύουσιν γὰρ χάριν, μαραίνουσιν τὰ πάθη, ψυχὰς φωταγωγοῦσιν, χάριτι Πνεύματος.
Τίς ἐν τῷ ναῷ ἡμῶν ὦ σοφοί, εἰσελθὼν ἐν πίστει, καὶ οὐκ ἔλαβεν τὸ αὐτοῦ,
δῶρον μεγαλύνων, ὑμῶν τὴν προστασίαν, Θεόδωρε σὺν Ἄλλῳ, Λάμπρε πανεύφημοι.
Οἱ ἐν νόσοις ἅπαντες ἀδελφοί, ἀνιάτοις ὄντες, τῶν σωμάτων καὶ τῶν ψυχῶν, ἐκ
πικρᾶς μαγείας, δαιμόνων ἐπηρείας, ποσὶ τῶν Ἀθλοφόρων, δεῦτε προσπέσωμεν.
Θήκην τῶν Λειψάνων τῶν Ἀθλητῶν, δεῦτε προσκυνοῦντες, ἐκβοήσωμεν πρὸς αυτούς,
φυλάξατε τὴν πίστιν, ἡμῶν τῶν Ὀρθοδόξων, αἱρέσεων ἐκ πάντων, Ἅγιοι ἄτρωτοι.
Μάρτυρες πανένδοξοι τοῦ Χριστοῦ, οἱ τοῦ διαβόλου καταργήσαντες τὴν ἰσχύν,
ῥύσασθε πολέμων, ἡμᾶς ἐπερχομένων, εἰρήνην οἰκουμένῃ, πᾶσι βραβεύοντες.
Μάρτυρες πανθαύμαστοι τοῦ Χριστοῦ, ῥύσασθε κινδύνων, καὶ ὀργῆς τὸν λαὸν
ὑμῶν, εὐκράτους τοὺς ἀέρας, γῆ τὴν καρποφορίαν, διδόντες καὶ ὑγείαν πᾶσι τοῖς
κτήνεσι.
Σὺν τοῖς Ἀσωμάτοις ὦ Ἀθληταί, καὶ τοῖς Ἀποστόλοις καὶ Προδρόμῳ τῷ Βαπτιστῇ,
πᾶσι τοῖς Ἁγίοις, σὺν τῇ Ἀειπαρθένῳ, Χριστὸν ἐκδυσωπεῖτε, σώζεσθαι ἅπαντας.
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,* Κύριε,
ἐλέησον ἡμᾶς,* πάσης γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι τήν ἱκεσίαν,* ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,* ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν
πύλην ἄνοιξον ἡμῖν,* εὐλογημένη Θεοτόκε,* ἐλπίζοντες εἰς
Σέ μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ
ἡ σωτηρία τοῦ
γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.
Γόνον πάντιμον Κεφαλληνίας, θεῖον ἔφορον Ἀστυπαλαίας, τῆς τῶν Λεπέδων Μονῆς
τὸν δομήτορα, καὶ νήσων πλείστων τὸν ἔνθεον κήρυκα, τῶν Μοναζόντων κρηπῖδα καὶ
καύχημα, θεῖον Ἄνθιμον, συμφώνως πιστοὶ τιμήσωμεν, Χριστοῦ τὸν οἰκονόμον τὸν
ἀόμματον.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντες, μετὰ φόβου ἀδελφοί, καὶ ἐν κατανύξει καρδίας, καὶ συντριβῇ τῆς
ψυχῆς, δεῦτε καὶ προσπέσωμεν, τοῖς Ἀθλοφόροις Χριστοῦ, ἐκβοῶντες πανόλβιοι,
ἡμῶν οἱ προστάται, Λάμπρε σὺν Ἑτέρῳ τε, καὶ Θεοδώρῳ σοφοί, σχόντες παῤῥησίαν τῷ
Κτίστῃ, ἵλεων ἡμῖν καθ’ ἑκάστην, τοῦτον ἀπεργάζεσθαι.
Πάντων, θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάται, καὶ ἀσθενῶν ἰατροί,
σκέπη ὀρφανῶν χηρῶν, καὶ πενομένων τροφή, αἰχμαλώτων βοήθεια, καὶ φῶς
πλανωμένων, πάντων ὁδευόντων τε οἱ ἀσφαλεῖς συνοδοί, Μάρτυρες ἀήττητοι ὄντες,
ὅθεν τὸν Θεὸν δυσωπεῖτε, καὶ ἡμεῖς τῆς θείας δόξης τύχωμεν.
Δέσποινα πρόσδεξαι…
Τὴν πᾶσαν ἐλπίδα μου…
Δι’ εὐχῶν...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου