Παράκλησις ἀπ.
ΠΡΟΧΟΡΟΥ τοῦ Διακόνου.
Ποίημα Μητροπολίτου Ρόδου Κυρίλλου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου.
Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ
πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Διακονίας διαπρέψας τοῖς ἔργοις, ὡς ἐνδιαίτημα σεπτὸν τῆς ἀγάπης, ἀξίως τὸ
διάδημα ἐδέξω τῆς ζωῆς, ὅθεν μάκαρ Πρόχορε, εὐλαβῶς σὲ τιμῶμεν, καὶ τὴν θείαν
μνήμην σου, ἐκτελοῦντες βοῶμεν· ταῖς ἱεραῖς λιταῖς σου πρὸς Θεόν, σῶζε ἡμᾶς
θλιβερῶν περιστάσεων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με
καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν
συντετριμμένην
καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών φέρων
ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Διάκονε Πρόχορε τοῦ Θεοῦ, δέχου τὰς δεήσεις, τοῦ ἱκέτου σου εὐμενῶς, καὶ
δίδου αὐτῷ πλουσιοδώρως, τὰ τῆς εὐνοίας σου θεία δωρήματα.
Παθῶν με ἡ ἔφοδος ἀπειλεῖ, καὶ πρὸς ἀπωλείας, τὰς ἀβύσσους μὲ ἐξωθεῖ, σὺ δὲ
τῇ ἁγίᾳ χάριτί σου, ἐλέησόν με μακάριε Πρόχορε.
Σκανδάλων με ῥῦσαι τῶν κοσμικῶν, συστροφῶν ἐκτόπων, καὶ κακίστων ἐπιφορῶν,
τῇ σῇ πρὸς τὸν Κύριον πρεσβείᾳ, τῶν Διακόνων ἀγλάϊσμα Πρόχορε.
Θεοτοκίον.
Κατάρδευσον ὕδατι μυστικῷ, Ἄχραντε Μαρία, τῶν ἀφράστων Σου δωρεῶν, πλουσίως
ψυχάς τε καὶ καρδίας, τῶν προσκυνούντων τὸν ἅγιον Τόκον Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος
Συνοδίτης ἐδείχθης καὶ βοηθὸς ἔμπιστος, τοῦ ἠγαπημένου
τῷ Λόγῳ κήρυκος Πρόχορε, ὅθεν ἀεὶ σὺν αὐτῷ, ἡμᾶς ἐπόπτευε πάντας, τοὺς πιστῶς
προστρέχοντας, τῇ προστασίᾳ σου.
Ἁμαρτίας τῷ βέλει κατατρωθεὶς Πρόχορε, πρὸς σὲ
καταφεύγω στενάζων, μὴ οὖν παρίδης με, ἀλλὰ ἱλέωσαι, ἡμῖν Θεὸν ταῖς εὐχαῖς
σου,ὡς Αὐτοῦ τοῖς ἔθνεσιν, κήρυξ γενόμενος.
Τὸν Χριστὸν παροργίζων τοῖς μιαροῖς ἔργοις μου, τρέμω
κατ’ ἐμοῦ τὴν δικαίαν Αὐτοῦ ἀπόφασιν, ὅθεν συνήγορος, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ,
φάνηθί μοι Πρόχορε, ὡς συμπαθέστατος.
Θεοτοκίον.
Ὑπεράμωμε Κόρη ὁ Λυτρωτὴς Κύριος, σάρκα προσλαβὼν ἀποῤῥήτως, ἐκ τῶν αἱμάτων
Σου, Ἀδὰμ ἀνέσωσεν, ἐκ τῆς φρικτῆς καταδίκης, καὶ ἡμῶν Σὲ ἔδειξεν, θεῖον
ὑπέρμαχον.
Διάσωσον, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει, ῶν Διακόνων τὸ κλέος ὦ Πρόχορε, τῶν ἐν τῷ βίῳ ποικίλων πειρατηρίων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστοῦ ἀληθὴς τοῖς τρόποις σου Διάκονος, θεόφρον δειχθείς, ὡς ἔμπλεως
φρονήσεως, ἐν ὑψίστοις ἔτυχες, μυστικῶς τῆς γλυκείας μεθέξεως, ὅθεν ταῖς σαῖς
πρεσβείαις πρὸς Θεόν, χορήγει ἡμῖν χάριν καὶ ἔλεος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐναρέτως ἀξίωσον, μάκαρ πολιτεύεσθαι τὸν ἱκέτην σου, τῇ ἁγίᾳ ἀντιλήψει σου,
τοῦ Κυρίου Ἀπόστολε Πρόχορε.
Νυσταγμῷ ἀπογνώσεως, Πρόχορε κρατούμενον τὸν ἱκέτην σου, ἐπισκέψει τῆς σῆς
χάριτος, συμπαθὴς ὡς ὑπάρχων ἐλέησον.
Χαλεπῶν ἐκ κινδύνων με, νόσων τε πταισμάτων καὶ περιστάσεων, μάκαρ Πρόχορε
διάσωσον, ὡς πλουτῶν πρὸς ἀνθρώπους συμπάθειαν.
Θεοτοκίον.
Ῥώμην δίδου ἑκάστοτε, τοῦ πατεῖν τὰς πάγας τοῦ πολεμήτορος, τοῖς ὑμνοῦσι τὴν
λοχείαν Σου, Θεοτόκε δι’ ἧς ἐλυτρώθημεν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πάθεσιν πολλοῖς, παναθλίως ῥιπιζόμενον, τῆς σῆς χάριτος θερμῇ ἐπισκοπῇ, τὸν
ἱκέτην σου διάσωσον ὦ Πρόχορε.
Ἔχοντες θερμόν, πρεσβευτήν σε πρὸς τὸν Κύριον, εὐφημοῦμέν σε ὦ Πρόχορε
λαμπρῶς, ὡς ἀσφάλεια ἡμῶν καὶ καταφύγιον.
Πάτμος ἱερῶς, ἐν τῇ μνήμῃ σου χορεύουσα, τῆς εὐνοίας σου λαμβάνει δαψιλῶς,
μάκαρ Πρόχορε τὰ πλούσια δωρήματα.
Θεοτοκίον.
Ἵλεων ἡμῖν, τοῖς ἀμέτρως ἁμαρτάνουσι, τὸν ἐκ Σοῦ ἐνανθρωπήσαντα φρικτῶς,
Θεοτόκε ἀειπάρθενε ἀπέργασαι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Δρεψάμενος, τῆς ζωῆς τῶν χαρίτων, ἐν Σιὼν τῶν πρωτοτόκων θεόφρον, τὰς τῆς
ζωῆς μοι ὑπάνοιξον πύλας, ταῖς πρὸς Θεὸν μεσιτείαις σου Πρόχορε, σὺ γὰρ ὑπάρχεις
συμπαθής, τοῖς τῇ σῇ ἀντιλήψει προστρέχουσι.
Τοῦ ἄρχοντος, τῆς εἰρήνης τῷ θρόνῳ, ἐν ὑψίστοις παρεστὼς στεφηφόρος, ἡμῖν
εἰρήνην ἐξαίτει βαθείαν, καὶ ἐν τῷ βίῳ εὐστάθειαν Πρόχορε, ἵνα ὑμνοῦμέν σε ἀεί,
ὡς λαμπρὸν Διακόνων ἀγλάϊσμα.
Εὐΐλατον, τὸν Θεόν μοι παράσχου, σαῖς ἁγίαις πρὸς Αὐτὸν ἱκεσίαις, καὶ γὰρ
ἀσώτως διάγω τὸν βίον, ἐν ἀφροσύνῃ τελείᾳ ὦ Πρόχορε, μὴ οὖν παρίδης τὴν φωνήν,
τοῦ τῇ μεσιτείᾳ ἐλπίζοντος.
Θεοτοκίον.
Λιμένα Σε, τῆς ζωῆς ἀχείμαστον, Ἀπειρόγαμε γινώσκομεν πάντες, οἱ ἐν θάλασσῃ
ζωῆς τῆς προσκαίρου, ἐπιφοραῖς χαλεπαῖς κινδυνεύοντες, διὸ αἰτούμεθα πιστῶς,
τὴν γαλήνην εὑρεῖν τοὺς τιμῶντάς Σε.
Διάσωσον, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει,
τῶν Διακόνων τὸ κλέος ὦ Πρόχορε, τῶν ἐν τῷ βίῳ ποικίλων πειρατηρίων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν
καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ,
πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ
τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί
ὑπέρ τῶν δούλων
τοῦ Θεοῦ… (καί μνημονεύονται τά
ὀνόματα τῶν ὑπέρ
ὧν ἡ Ἱερά
Παράκλησις τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β΄. Τὴν ἐν πρεσβείαις.
Ὁ ἐν ὑψίστοις χορεύων σὺν Ἀποστόλοις, καὶ τὰς ᾠδὰς ἀναπέμπων σὺν
Ἀρχαγγέλοις, τῷ ἐν Τριάδι ὑμνουμένῳ Θεῷ, Αὐτὸν ἀεὶ δυσώπει, ὑπὲρ ἡμῶν ὦ
Πρόχορε, τῶν πίστει θερμῇ ἀνευφημούντων σε.
Εἶτα τὸ Α´ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ´ ἦχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ
με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι
(δὶς).
Δόξα Πατρί.
Ἁγίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται
καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει
τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν
κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθε ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ
ῥήματα αὐτοῦ.
Στ.: Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ,
ποίησιν δὲ Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Εὐαγγέλιον κατὰ Λουκᾶν.
Ζήτει αὐτὸ τῇ Παρασκευῇ τῆς Ε’ ἑβδομάδος Λουκᾶ.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄.
Αἱ Ἀγγελικαί.
Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὁ συγκοινωνός, μαθητοῦ τοῦ Θεολόγου, ὁ διὰ Χριστόν,
εὐσεβῶς διακονήσας, τῷ δήμῳ τῶν Ἁγίων, παμμακάριστε Πρόχορε, πρόσδεξαι ἡμῶν νῦν
τὰς δεήσεις, κἂν ἐκ χειλέων ἀκαθάρτων, καὶ δὸς ἅπασι, τοῖς καταφεύγουσι τῇ σῇ,
πρεσβείᾳ τὰ συμφέροντα.
Ὁ Ἱερεύς.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω[3])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ἐὰν ἑορτάζεται) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε
ἐλέησον (ιβ’ [τετράκις, ἀνὰ τρίς]).
Ἐλέει, καὶ
οἰκτιρμοῖς, καὶ
φιλανθρωπίᾳ τοῦ μονογενοῦς
Σου Υἱοῦ, μεθ’ οὗ
εὐλογητὸς εἶ,
σὺν τῷ παναγίῳ
καὶ ἀγαθῷ
καὶ ζωοποιῷ Σου
Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Πάντα πληρώσας τοῦ Κυρίου, τὰ θελήματα νοΐ τελειώτατῳ,
τῆς ἀψεύστου ζωῆς, ἐπέτυχες ἐν δόξῃ, ἧς καὶ ἡμᾶς ὦ Πρόχορε, καταξίωσον εὐχαῖς
σου.
Δίδου ἰσχύν μοι τοῦ βαδίζειν, τὴν τοῦ βίου μου ἐπίπονον
πορείαν, δίδου γνῶσιν σοφέ, τοῦ γνῶναί με Κυρίου, τὸ θέλημα ἑκάστοτε, ἵνα τύχω
σωτηρίας.
Ῥῦσαι ποικίλων συμπτωμάτων, πειρασμῶν καὶ ἀδοκήτων
νοσημάτων, τοὺς τῇ σῇ εὐλαβῶς, προστρέχοντας πρεσβείᾳ, ὦ Πρόχορε μακάριε,
Διακόνων ἡ λαμπρότης.
Θεοτοκίον.
Λύσιν πταισμάτων μου ἐξαίτει, ἀπειρόγαμε ἁγνὴ
Θεοκυῆτορ, καὶ ὁδηγεὶ ἀεί, τῇ σῇ χειραγωγίᾳ, ὡς Μήτηρ πολυεύσπλαγχνος, πρὸς
ὁδόν με σωτηρίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῶν πρεσβειῶν σου, τῶν ἱερῶν τῷ ἱστίῳ, διαβίβασον ἡμᾶς
τοὺς ὑμνητάς σου, Πρόχορε τρισμάκαρ, πρὸς τῆς ζωῆς τὸν ὅρμον.
Ἀνάπλασόν με, ἐπισκοπῇ σου ἁγίᾳ, πρὸς ζωὴν τῶν τῇ κακίᾳ
συντριβέντα, Πρόχορε τρισμάκαρ, ἵνα σε μακαρίζω.
Τῶν ἐν τῷ βίῳ, χαλεπωτάτων κινδύνων, ἀσινεῖς παμμάκαρ
Πρόχορε συντήρει, τοὺς ἐπιτελούντας, τὴν φαεινήν σου μνήμην.
Θεοτοκίον.
Ὅρμος γαλήνης, καὶ ψυχικῆς σωτηρίας, ἀνεδείχθης τῇ
λοχείᾳ Σου Μαρία, ὅθεν γεγηθότες, πιστῶς προστρέχομέν Σοι.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥαθύμως μου τὸν βίον, δαπανῶν ὁ τάλας, καθικετεύω σε
ἔνδοξε Πρόχορε, πρὸς κατανύξεως τρίβους,καθοδηγῆσαί με.
Ἀτάκτων λογισμῶν μου, Πρόχορε εὐχαῖς σου, τὴν χαλεπὴν
τρικυμίαν κατεύνασον, καὶ ἐν γαλήνῃ τὸν βίον, δίδου διάγειν με.
Τὸν πράττοντα τὰ ἔργα, τοῦ σκότους κεκρυμμένως, μὴ
φανερῶς με ἐλέγξης Φιλάνθρωπε, ταῖς εὐπροσδέκτοις πρεσβείαις τοῦ Ἀποστόλου Σου.
Θεοτοκίον.
Ὑπερευλογημένη, Μῆτερ τοῦ Ὑψίστου, σὺν τῷ Προχόρῳ ἀεὶ
καθικέτευε, τὸν διὰ Σοῦ σαρκωθέντα, σῶσαι οὓς ἔπλασεν.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Πιστῶν τῷ πληρώματι προκριθείς, ἐκλογῇ ἁγίᾳ, θεομάκαρ διακονεῖν, σῇ διακονίᾳ, ἀξίως ἀνεδείχθης, ὦ Πρόχορε Κυρίου, μιμητὴς ἄριστος.
Τοῦ ἐπιστηθίου τὸν μαθητήν, καὶ αὐτοῦ ἐν πόνοις, τὸν γενναῖον συγκοινωνόν, τὸν Χριστοῦ προθύμως, πληρώσαντα τὸν λόγον, νῦν Πρόχορον ἐν ὕμνοις, πάντες τιμήσωμεν.
Πνεύματος Ἁγίου τὰς δωρεάς, μυστικῶς συλήσας, διὰ βίου σου καθαροῦ, Πρόχορε τρισμάκαρ, τῆς δι’ ἡμᾶς τοῦ Λόγου, κενώσεως ἐδείχθης, ῥήτωρ θεόσοφος.
Χαίροις Ἐκκλησίας κλέος λαμπρόν, καὶ τῶν Διακόνων ἐγκαλλώπισμα ἱερόν, χαίροις τῆς φρικώδους, Χριστοῦ οἰκονομίας, Πρόχορε θεοφόρε, κήρυξ ὁ ἔνθεος.
Πάτμος εὐφημεῖ σε χαρμονικῶς, πόθῳ ἐκτελοῦσα, τὴν ἁγίαν σου ἑορτήν, ἧν τοῦ πολεμίου, συντήρει τῶν ἐφόδων, ἀπήμαντον εὐχαῖς σου, ἀπαύστως Πρόχορε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε
Κυρίου,Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε
πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ
Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς.
(γ')
Δόξα... Καὶ νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι
ταὶς ἁμαρτίαις
ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας
ἡμῖν. Ἅγιε,
ἐπίσκεψαι καὶ
ἴασαι τὰς ἀσθενείας
ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός
σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν
ὁ ἐν τοῖς
οὐρανοίς, ἁγιασθήτω
τὸ ὄνομά
σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς
ἐν οὐρανῷ,
καὶ ἐπὶ
τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν
τόν ἐπιούσιον
δὸς ἡμῖν
σήμερον, καὶ ἄφες
ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν,
ὦς καὶ ἡμεῖς
ἀφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκης
ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ
ῥύσαι ἡμᾶς
ἀπὸ τοῦ
πονηροῦ. Ἀμήν.
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Tά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,* Κύριε,
ἐλέησον ἡμᾶς,* πάσης γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι τήν ἱκεσίαν,* ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,* ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε
ἐλέησον ἡμᾶς,* ἐπί Σοί
γάρ πεποίθαμεν.* Μή ὀργισθῆς
ἡμῖν σφόδρα,* μηδέ μνησθῆς
τῶν ἀνομιῶν ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον καί
νῦν ὡς εὔσπλαχνος*
καί λύτρωσαι ἡμᾶς* ἐκ
τῶν ἐχθρῶν ἡμῶν.* Σύ
γάρ εἶ Θεός
ἡμῶν* καί ἡμεῖς
λαός Σου,* πάντες ἔργα
χειρῶν Σου* καί
τό ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν
πύλην ἄνοιξον ἡμῖν,* εὐλογημένη Θεοτόκε,* ἐλπίζοντες εἰς
Σέ μή ἀστοχήσομεν,* ῥυσθείημεν διά
Σοῦ τῶν περιστάσεων·* Σύ γάρ ἡ σωτηρία
τοῦ γένους τῶν
Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Παρακλήτου τὴν χάριν καὶ σοφίας τὴν ἔλλαμψιν, διὰ πολιτείας ἀμέμπτου,
δεδεγμένος ὦ Πρόχορε, ἐκρίθης θεοκρίτῳ ἐκλογῇ, τῷ δήμῳ τῶν πιστῶν διακονεῖν,
καὶ ἀνέδειξας τῷ τρόπῳ σου σεαυτόν, ὑπόδειγμα Διακόνων. Δόξα τῷ σὲ δοξάσαντι
Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν χάριν καὶ
ἔλεος.
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, αἱ χορεῖαι τῶν πιστῶν, ἐν ἀγαλλιάσει καρδίας, ἀνευφημήσωμεν, Πρόχορον
τὸν ἔνδοξον, Χριστοῦ Διάκονον, πρὸς αὐτὸν ἀνακράζοντες, θερμαῖς σου πρεσβείαις,
πρὸς Ὃν ἐκ καρδίας σου, θερμῶς ἀγαπήσας, ῥῦσαι, συμφορῶν ὀλεθρίων, καὶ ἐπιφορῶν
ἐπωδύνων, τοὺς τῇ ἀντιλήψει σου προστρέχοντας.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δι’ εὐχῶν……..
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου