Παρασκευή 30 Οκτωβρίου 2015

Παράκλησις ὁσ. ΣΙΜΩΝΟΣ τοῦ Μυροβλύτου.



Παράκλησις ὁσ. ΣΙΜΩΝΟΣ τοῦ Μυροβλύτου.
Ποίημα Ἰακώβου Μοναχοῦ

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.

Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Σίμωνος θείου τῷ ναῷ νῦν προσδράμωμεν καὶ τῇ εἰκόνι τῇ αὐτοῦ νῦν προσπέσωμεν, οἱ καχεκτοῦντες κράζοντες ἐκ βάθους ψυχῆς· Ὅσιε σπλαγχνίσθητι ἐφ᾿ ἡμῖν σοῖς ἱκέταις, πρόφθασον καὶ λύτρωσαι ἀπὸ πάσης ἀνάγκης, μὴ παραβλέψῃς δέησιν οἰκτράν, τῶν προσφυγόντων τῇ σκέπῃ σου, Ἅγιε.
Δόξα. Ὅμοιον.
Τὸν περιλάλητον πιστοὶ Μυροβλύτην καὶ πανυπέρτιμον Χριστοῦ μαργαρίτην καὶ μοναζόντων ἔρεισμα καὶ θεῖον ἀσκητήν, πάντες εὐφημήσωμεν, πρὸς αὐτὸν ἐκβοῶντες· Σίμων μάκαρ, φύλαττε ἐξ ἐχθρῶν ἐπηρείας, ἣν ἐδομήσω νέαν Βηθλεέμ, ὁδηγηθεὶς δι᾿ ἀστέρος, τρισόλβιε.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί ἐκ παντοίων δεινῶν.
Ν´  Ψαλμός.
λέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανών. Ἦχος πλ. δ΄.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Σίμων Μυροβλῦτα Πατὴρ ἡμῶν, δέησιν προσάγων μὴ ἐλλείπης ὑπὲρ ἡμῶν, κινδύνων παντοίων διασῶσαι, τοὺς ἀδιστάκτῳ τῆ πίστει τιμῶντάς σε.
Νοσοῦσάν μου ἴασαι τὴν ψυχήν, ὡς τοῦ Ἰωάννου Βασιλέως κόρην ποτέ καὶ βαίνειν τὰς τρίβους τοῦ Κυρίου, σῇ μεσιτείᾳ, ὦ Σίμων, ἐνίσχυσον.
Πολλοῖς συνεχόμενοι πειρασμοῖς, προσφεύγομεν πίστει πρὸς σὲ Σίμων ἱκετικῶς, δεόμενοι τῇ σῇ μεσιτείᾳ, τῶν δυσχερῶν καὶ δεινῶν ἡμᾶς λύτρωσαι.
Θεοτοκίον.
Δυσώπει Παρθένε τὸν Σὸν Υἱόν, σὺν τῷ Μυροβλύτῃ, νεκρωθεῖσάν μου τὴν ψυχήν, ζωῶσαι ὡς πάλαι τὸν τῆς χήρας υἱὸν ἐζώωσε θείῳ προστάγματι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
χοντές σε μεσίτην πρὸς τὸν Θεὸν Ὅσιε, οἱ ἐν τῇ Μονῇ σου τιμῶμεν καὶ ἱκετεύομεν, Σίμων τρισόλβιε, τοὺς σὲ πιστῶς εὐφημοῦντας, πειρασμῶν ἀπάλλαξον τῇ μεσιτείᾳ σου.
κετεύομεν, Πάτερ, τὰ τῆς ψυχῆς ἴασαι πάθη καὶ τὰ τραύματα ταύτης τάχος θεράπευσον, τῶν εὐφημούντων σε καὶ γεραιρόντων ἐκ πόθου, μοναζόντων καύχημα, Σίμων μακάριε.
Εὑμενῆ σε προστάτην πρὸς τὸν Θεὸν, Ὅσιε, πάντες προβαλλόμεθα, Σίμων θεομακάριστε, καθικετεύοντες πειρατηρίων παντοίων λυτρωθῆναι ἅπαντας τῇ μεσιτείᾳ σου.
Θεοτοκίον.
Παναγία Παρθένε, τὸν λυτρωτὴν τέξασα, λύτρωσαι κινδύνων παντοίων, τοὺς Σοί προστρέχοντας καὶ ἀνυμνοῦντάς Σε, Θεοκυῆτορ Μαρία, τῶν πιστῶν βοήθεια, μόνη Πανύμνητε.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Ὅσιε Σίμων, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς σὲ καταφεύγοντας, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.
πίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κάθισμα, Ἦχος β´. Πρεσβεία θερμή.
Προστάτης θερμός ὑπάρχεις καὶ ἀντίληψις, τοῖς πόθῳ ἀεὶ τῇ σκέπῃ σου προστρέχουσι καὶ πιστῶς γεραίρουσι καὶ βοῶσί σοι, πανσεβάσμιε, ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, Ὅσιε Σίμων Πατὴρ ἡμῶν Ἅγιε.

Ὠδή δ’. Εἰσακήκοα Κύριε.
σὴ Ποίμνη κραυγάζει σοι, μίαν μοι ῥανίδα τοῦ θείου μύρου σου, Σίμων Πάτερ ἐναπόσταξον καὶ παθῶν με ζάλης ἐλευθέρωσον.
κετεύω σε, Ὅσιε, τὴν νενεκρωμένην ψυχὴν μου ζώωσον καὶ ἀνάστησον πρεσβείαις σου, ἐκ βυθοῦ θανοῦσαν ἀπογνώσεως.
ν ἐπόθησας, Ὅσιε, σάρκα δι’ Ὅν ἔτηξας καθικέτευε, τοῖς ὑμνοῦσί σε δωρήσασθαι, τῶν πλημμελημάτων τὴν συγχώρησιν.
Θεοτοκίον.
Τῆς Μητρός Σου δεήσεσι καὶ τοῦ Σοῦ Ὁσίου δώρησαι Κύριε, τοῖς ἱκέταις Σου τὴν ἄφεσιν τῶν πλημμελημάτων, ὡς Φιλάνθρωπος.
Ὠδή ε’. Ἵνα τι με ἀπώσω.
Παρεστὼς τῇ Τριάδι, Πάτερ θεοδόξαστε, Σίμων τρισόλβιε, ὑπὲρ τῶν σῶν δούλων καθικέτευε Ταύτην, μακάριε, τοῦ ῥυσθῆναι πάντας βιωτικῶν πειρατηρίων, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ σου.
Σίμωνος τοῦ Ὁσίου ταῖς πανευπροσδέκτοις ὁ Θεὸς δεήσεσι, σκότους ἐξωτέρου καὶ γεένης τοὺς δούλους Σου λύτρωσαι καὶ τῆς Βασιλείας τῶν Οὐρανῶν ἀξιωθῆναι καταξίωσον, μόνε Φιλάνθρωπε.
Μὴ παρίδῃς με, Πάτερ, πίστει σοι προστρέχουσα, μηδὲ ἀπώσῃ με· γλώσσῃ γὰρ δολίᾳ, κατ᾿ ἐμοῦ οἱ μισοῦντές με φθέγγονται, μάτην πολεμοῦντες, τοῦ ἀπωλέσαι σὴν ποίμνην, ἀλλὰ πρόφθασον σῶσόν με, Ἅγιε.
Θεοτοκίον.
Θεοτόκε Παρθένε, καύχημα καὶ στήριγμα πιστῶν, Πανάμωμε, ἡ Θεογεννήτωρ καὶ τῆς κτίσεως πάσης Βασίλισσα, τοὺς ὁμολογοῦντας τὸν Σὸν Υἱὸν, λύτρωσαι πάσης ἐπηρείας δεινοῦ πολεμήτορος.

Ὠδή στ’. Τήν δέησιν ἐκχεῶ.
Νοός μου τὰς ἐκτροπὰς θεράπευσον καὶ καρδίας μου τὰ πάθη, θεόφρον, σωματικῶν ἀλγηδόνων δὲ ῥῦσαι καὶ ἐπηρείας ἁπάσης ἐκλύτρωσαι καὶ δεῖξόν με ταῖς σαῖς λιταῖς, τῶν παγίδων δολίου ὑπέρτερον.
Συνεῖναί σοι τὸν πολλά σε ποθοῦντα, πολυπόθητε, εὐδόκησον Πάτερ, σὲ δυσωπῶ τὸν καλόν μου προστάτην καὶ πίστει κράζω σοι· Σίμων μακάριε, γενήθητί μοι βοηθός καὶ παντοίας ἀνάγκης με λύτρωσαι.
γίασέ σε ἀσκήσαντα, Πάτερ, ὁ πανάγαθος Θεὸς Ὅν δυσώπει, ἁγιασμόν τοῖς σοῖς δούλοις ἐκπέμφαι,καὶ φωτισμὸν καὶ πταισμάτων τὴν λύτρωσιν· προστάτης γὰρ παρὰ Θεοῦ ἐχαρίσθης ἡμῖν ἀνεπαίσχυντος.
Θεοτοκίον.
ανίσι,τῆς πρὸς Θεὸν πρεσβείας Σου, κατασβέσασα παθῶν μου τὴν φλόγα καὶ τοῦ νοός ἐκτροπὰς Σαῖς πρεσβείαις, Ὑπεραγία Παρθένε, θεράπευσον καὶ κόπασον τὸ χαλεπόν τῶν παθῶν μου κλυδώνιον, Δέσποινα.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Ὅσιε Σίμων, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς σὲ καταφεύγοντας, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.
χραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά Παράκλησις)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
τι  δεόμεθα  καί  ὑπέρ  τῶν  δούλων  τοῦ  Θεοῦ… (καί  μνημονεύονται  τά  ὀνόματα  τῶν  ὑπέρ  ὧν    Ἱερά  Παράκλησις  τελεῖται).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.
Κοντάκιον. Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
ς ταχὺν ἐν δεινοῖς ἡμῶν ἀντιλήπτορα καὶ θερμὸν βοηθὸν ἐν ταῖς θλίψεσιν ἄριστον, σὲ ἱκετεύομεν πιστῶς, ὦ Σίμων ἀσκητά, συμπαθείᾳ σου τῇ πρίν καὶ νῦν χρησάμενος, σοφέ, τῇ ἐνθέρμῳ πρεσβείᾳ σου, πράϋνον τριχυμίας, στῆσον τὰς καταιγίδας τῶν ἐπερχομένων δεινῶν, Ἅγιε, κατὰ τῶν δούλων σου.

Εἶτα τὸ Α´ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ´ ἦχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἒσεσθε ἀπεξηραμμένοι (δὶς).
Δόξα Πατρί.
γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.
Καὶ νῦν.
γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου...
Στίχ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίω..
Καί τὸ Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰμὴ ὁ Υἱός καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷος εἰμὶ καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστός καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.

Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Στίχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
λην ἀνατέθηκας τὴν σὴν ζωὴν τῷ Κυρίῳ καὶ θερμῶς ἐχώρησας, πρὸς τὸν τῆς ἀσκήσεως δρόμον, Ὅσιε· προσευχὴν ἀθόλωτον, ἀγρυπνίαν πάννυχον, ὑμνῳδίαν ἀκατάπαυστον καὶ βίον ἄμεμπτον καὶ ἀγγελικὸν ἐνδεικνύμενος· ἐντεῦθεν τὴν ἐνέργειαν, τὴν τῶν θαυμασίων ἐπλούτησας, Σίμων Μυροβλῦτα, τοῦ Ἄθω σεμνολόγημα τερπνόν καὶ τῆς Μονῆς σου διάσωσμα, τῆς ἀεὶ τιμώσης σε.
ερεύς.
Σσον, Θεός, τν λαόν Σου, κα ελόγησον τν κληρονομίαν Σου· πίσκεψαι τν κόσμον Σου ν λέει κα οκτιρμος· ψωσον κέρας Χριστιανν ρθοδόξων, κα κατάπεμψον φμς τ λέη Σου τ πλούσια· πρεσβείαις τς παναχράντου, Δεσποίνης μν, Θεοτόκου κα ειπαρθένου Μαρίας· δυνάμει το Τιμίου κα ζωοποιο Σταυρο· προστασίαις τν τιμίων, πουρανίων Δυνάμεων σωμάτων· κεσίαις το τιμίου, νδόξου, Προφήτου, Προδρόμου, κα Βαπτιστο ωάννου· τν γίων, νδόξων, πανευφήμων κα πρωτοκορυφαίων ποστόλων Πέτρου κα Παύλου, κα πάντων τν γίων ποστόλων· τν ν γίοις Πατέρων μν, μεγάλων εραρχν, κα οκουμενικν διδασκάλων, Βασιλείου το Μεγάλου, Γρηγορίου το Θεολόγου κα ωάννου το Χρυσοστόμου· θανασίου κα Κυρίλλου, ωάννου το λεήμονος, πατριαρχν λεξανδρείας· Νικολάου το ν Μύροις, Σπυρίδωνος πισκόπου Τριμυθοντος, κα Νεκταρίου Πενταπόλεως, τν θαυματουργν· τν γίων νδόξων μεγαλομαρτύρων Γεωργίου το Τροπαιοφόρου, Δημητρίου το Μυροβλήτου, Θεοδώρων Τήρωνος κα Στρατηλάτου κα Μην το θαυματουργο· τν ερομαρτύρων Χαραλάμπους κα λευθερίου· τν γίων, νδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, ναστασίας, Ακατερίνης, Κυριακς, Φωτεινς, Μαρίνης, Παρασκευς κα Ερήνης· τν γίων νδόξων κα καλλινίκων Μαρτύρων· τν σίων κα θεοφόρων Πατέρων μν, τν ν σκήσει λαμψάντων· (το γίου το Ναο, φσον δν μνημονεύθη ν τος νω[3])· τν γίων κα δικαίων θεοπατόρων ωακείμ κα ννης· (το γίου τς μέρας, ἐὰν ορτάζεται) κα πάντων Σου τν γίων, κετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, πάκουσον μν τν μαρτωλν δεομένων Σου κα λέησον μς.                                                                               
Κύριε λέησον (ιβ’ [τετράκις, ν τρίς]).
λέει, κα οκτιρμος, κα φιλανθρωπί το μονογενος Σου Υο, μεθ’ ο ελογητς ε, σν τ παναγί κα γαθ κα ζωοποι Σου Πνεύματι, νν κα ε κα ες τος αἰῶνας τν αώνων.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τοῦ Κριτοῦ τὴν δευτέραν, ἐννοῶν παρουσίαν ἀπὸ βλεφάρων ψυχῆς, τὸν ὕπνον ἀπεβάλου, σοφὲ, τῆς ἀμελείας καὶ ἀγρύπνως ἐκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
παλῶν ἐξ ὀνύχων, ἀγαθὴν ἐξελέξω μερίδα, πάνσοφε, δουλεύειν τῷ Κυρίῳ, ἐν φόβῳ τε τὰ Τούτου,ἐκτελεῖν δικαιώματα, τοῦ τῶν Πατέρων ἡμῶν, Θεοῦ εὐλογημένου.
μυθήτους ἀγῶνας, ἐπὶ γῆς ἠγωνίσω, Σίμων μακάριε, καὶ νῦν ταῖς οὐρανίαις συνὼν χοροστασίαις, περιφρούρει τοὺς μέλποντας· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Λυτρωθείημεν πάντες, ἐκ παθῶν καὶ κινδύνων καὶ περιστάσεων καὶ νόσων πολυτρόπων, πρεσβείαις Σου πανάγνοις, Θεομῆτορ, κραυγάζοντες· εὐλογητὸς ὁ Υἱός, τῆς Θεοτόκου ἁγνῆς.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Τοῖς τῶν δακρύων ῥεύμασι, τῶν παθῶν τὰ σκιρτήματα καὶ τοὺς ἀκαθέκτους,λογισμοὺς κατέκλυσας καὶ πέλαγος γέγονας μακροθυμίας, Ὅσιε, πρὸς γαλήνην ἄγων ἱλαρὰν τοὺς βοῶντας· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
ς καρτερὸν ἀδάμαντα τῆς ἀσκήσεως ἔχοντες τὰς σὰς παραινέσεις, Σίμων Πάτερ Ὅσιε, καρδίαν στομούμεθα καὶ τῶν παθῶν τὰς φάλαγγας τρέπομεν ὡς ἔθνη καὶ πιστῶς ἐκβοῶμεν· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν ἡδονῶν τοῦ σώματος τὴν ψυχόλεθρον κάκωσιν καὶ κολαστικὴν τῆς γεένης ἔκκαυσιν, εὐτόνως κατέσβεσας τοῖς τῶν δακρύων ῥεύμασιν· ἀλλὰ καὶ ἡμᾶς ἐξ ἀμφοτέρων ῥυσθῆναι δυσώπει, Μυροβλῦτα, τὸν Σωτῆρα τοῦ κόσμου, Σίμων, Ὅν εὐλογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
κετικῶς βοῶμέν Σοι, Θεοτόκε Πανύμνητε, μετὰ τῶν ἀπείρων νοερῶν Δυνάμεων, Μαρτύρων, Ὁσίων τε καὶ Ἀποστόλων καὶ Προφητῶν, ποίησον πρεσβείαν ὑπὲρ πάντων τῶν πίστει ἐνθέως μελῳδούντων· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
ς ῥύστης τῶν ἐν θλίψει, σὲ λιτανευόντων, ῥῦσαι τὴν ποίμνην σου, Πάτερ, κακώσεως, τῶν ὁρωμένων, ὦ Σίμων, καὶ ἀοράτων ἐχθρῶν.
Συνὼν ταῖς οὐρανίοις νῦν χοροστασίαις, παναγιώτατε Πάτερ Σίμων σοφέ, τὸν Ἀγαθὸν ἐκδυσώπει σωθῆναι πάντας ἡμᾶς.
Φωτὸς ἀδιαδόχου, Πάτερ, ἀπολαύων καὶ τῷ Χριστῷ παρεστὼς, Σίμων Ὅσιε, τῶν μεμνημένων σου πόθῳ ἀεὶ μνημόνευε.
Θεοτοκίον.
Φωτὸς οὖσα δοχεῖον, φώτισον τὸν νοῦν μου, ἐσκοτισμένον, Παρθένε, τοῖς πάθεσι καὶ σὺν τῷ Σίμωνι πρέσβευε, τοῦ σωθῆναί με.

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Σίμωνα τὸν μέγαν ἐν ἀσκηταῖς καὶ τὸν ἐν τῷ Ἄθῳ μοναζόντων ὑπογραμμόν, τὸν τὰς πανουργίας ἐχθροῦ καταβαλόντα, τὸν θεῖον Μυροβλύτην, πάντες ὑμνήσωμεν.
Περιβεβλημένος, Σίμων σοφέ, ποικίλων χαρίτων ἀμπεχόνην τὴν ἐκ Θεοῦ, τῶν παθῶν τῆς ζάλης ἀπάλαττε, παμμάκαρ, τοὺς πίστει Ὀρθοδόξῳ ἀνευφημοῦντάς σε.
χεις παῤῥησίαν πρὸς τὸν Θεόν, Σίμων Μυροβλῦτα, ἐπιφάνηθι οὖν, σοφέ, καὶ ἔκτεινον χεῖρα ἡμῖν τοῖς ἐν ἀνάγκαις καὶ λύτρωσαι κινδύνων καὶ περιστάσεων.
Σὲ τὸν Μυροβλύτην, Πάτερ, ὑμνῶ, Σίμων θεοφόρε, τῶν Ὁσίων ὑπογραμμόν, τοῦ φωτὸς τὸν στύλον, τὸν ἀστέρα τοῦ Ἄθω, τὴν Δέσποιναν τοῦ κόσμου ἔργοις δοξάσαντα.
ψωσον τὰς χεῖράς σου πρὸς Θεόν, ὑπὲρ τῆς σῆς ποίμνης, θεοφόρε Σίμων σοφέ, καὶ Τοῦτον δυσώπει πολλῶν ἀμπλακημάτων ῥυσθῆναι καὶ μελλούσης ὀργῆς τοὺς δούλους σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...

Τρισγιον
γιος Θες, γιος σχυρς, γιος θνατος, λησον μς. (γ')
Δξα... Κα νν...
Παναγα Τρις, λησον μς. Κριε, λσθητι τας μαρταις μν. Δσποτα, συγχρησον τς νομας μν. γιε, πσκεψαι κα ασαι τς σθενεας μν, νεκεν το νματς σου.
Κριε, λησον. Κριε, λησον, Κριε, λησον.
Δξα... Κα νν...
Πτερ μν ν τος ορανος, γιασθτω τ νομ σου, λθτω βασιλεα σου, γενηθτω τ θλημ σου, ς ν οραν, κα π τς γς. Τν ρτον μν τν πιοσιον δς μν σμερον, κα φες μν τ φειλματα μν, ς κα μες φεμεν τος φειλταις μν, κα μ εσενγκης μς ες πειρασμν, λλ ῥύσαι μς π το πονηρο. μν.
ερεύς. Ὃτι σου ἐστιν…..
Tά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.
λέησον  ἡμᾶς,* Κύριε,  ἐλέησον  ἡμᾶς,* πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες,* ταύτην  Σοι  τήν  ἱκεσίαν,* ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν,* ἐλέησον  ἡμᾶς.
Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς,* ἐπί  Σοί  γάρ  πεποίθαμεν.* Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα,* μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν.* Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος*  καί  λύτρωσαι  ἡμᾶς* ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν.* Σύ  γάρ  εἶ  Θεός  ἡμῶν*  καί  ἡμεῖς  λαός  Σου,* πάντες  ἔργα  χειρῶν  Σου*  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν,* εὐλογημένη  Θεοτόκε,* ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν,* ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων·* Σύ  γάρ    σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.
Ἐκτενής.
ερεύς.
    λησον μς Θες κατ τ μγα λες Σου, δεμεθ Σου, πκουσον κα λησον. Κριε, λησον. (3)
   τι δεμεθα πρ το ρχιεπισκπου μν, (δενος) κα πσης τς ν Χριστ μν δελφτητος. Κριε, λησον. (3)
   τι δεμεθα πρ λους, ζως, ερνης, γεας, σωτηρας, πισκψεως, συγχωρσεως κα φσεως τν μαρτιν τν δολων το Θεο, πντων τν εσεβν κα ρθοδξων χριστιανν, τν κατοικοντων κα παρεπιδημοντων ν τ πλει τατη, πιτρπων, συνδρομητν κα φιερωτν το γου ναο τοτου. Κριε, λησον. (3)
   τι δεμεθα πρ τν δολων το Θεο, (νματα).
τι δεμεθα πρ το διαφυλαχθναι τν γαν κκλησαν κα τν πλιν τατην, κα πσαν πλιν κα χραν π ργς, λοιμο, λιμο, σεισμο, καταποντισμο, πυρς, μαχαρας, πιδρομς λλοφλων, μφυλου πολμου, κα αφνιδου θαντου, πρ τν λεων, εμεν κα εδιλακτον, γενσθαι τν γαθν κα φιλνθρωπον Θεν μν, το ποστρψαι κα, διασκεδσαι πσαν ργν κα νσον, τν καθ' μν κινουμνην, κα ῥύσασθαι μς κ τς πικειμνης δικαας ατο πειλς, κα λεσαι μς. Κριε, λησον. (3)
   τι δεμεθα κα πρ το εσακοσαι Κριον τν Θεν φωνς τς δεσεως μν τν μαρτωλν, κα λεσαι μς. Κριε, λησον. (3)
πκουσον μν, Θες, Σωτρ μν, λπς πντων τν περτων τς γς κα τν ν θαλσσ μακρν, κα λεως, λεως γενο μν, Δσποτα π τας μαρταις μν, κα λησον μς. Κριε, λησον. (3)
    τι λεμων κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τος αἰῶνας τν αἰώνων. μν.
ερες
Δξα σοι Θες, λπς μν, Κριε, δξα Σοι.
Χριστς ληθινς Θες μν τας πρεσβεαις τς παναχρντου κα παναμμου γας Ατο μητρς, δυνμει το τιμου κα ζωοποιο Σταυρο, προστασαις τν τιμων πουρανων Δυνμεων σωμτων, κεσαις το τιμου, νδξου, προφτου Προδρμου κα Βαπτιστο ωννου, τν γων, νδξων κα πανευφμων ποστλων, τν γων νδξων κα καλλινκων Μαρτρων, τν σων κα θεοφρων Πατρων μν, (το Ναο) τν γων κα δικαων θεοπατρων ωακεμ κα ννης, (τς μρας) κα πντων τν γων, λεήσαι κα σώσαι μς, ς γαθς κα φιλνθρωπος κα λεμων Θες.

Πρ δ το δι’ εχν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
πῶς ἐπί πέτραν ἑστηκώς, τοὺς ὑπὲρ τὴν φύσιν ἀγῶνας ἐτέλεις, Ὅσιε, ἔνθεν σε ὡς ἴδιον ἀπεξεδέχετο, ἡ τρυφὴ ἡ ἀδάπανος, Ἀγγέλων ἡ δόξα καὶ ἡ ἀνεκλάλητος τῶν μακαρίων χαρά, ἧςπερ γεγονὼς κληρονόμος, μέμνησο ἡμῶν τῶν τιμώντων, Σίμων ἀξιάγαστε, τὴν μνήμην σου.
Ἕτερον, ὅμοιον.
πῶς ἀπεκάθηρας σοφῶς, φωλεὰν δαιμόνων τὴν οὖσαν τὸ πρίν, ἀοίδιμε, πέτραν καὶ ἀνήγειρας ναὸν σεπτὸν τοῦ Χριστοῦ, μοναστῶν τε συνήθροισας,χορείαν ἐν ταύτῃ, αἴνεσιν προσάγοντας, Χριστῷ τῷ πάντων Θεῷ, οὓς χειραγωγῶν μὴ ἐλλείπης καὶ πρὸς Βασιλείαν εἰσάγων, Σίμων οὐρανῶν ἀειμακάριστε.

Δέσποινα πρόσδεξαι...

Τὴν πᾶσαν ἐλπίδα μου.

κ παντοίων κινδύνων...

Τ πρεσβείᾳ Κύριε...

 Διεὐχῶν……..


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου