Παράκλησις Παν.
ΤΣΑΜΠΙΚΑΣ Ρόδου.
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου οἱ πιστοὶ τῇ Εἰκόνι, δεῦτε προσπέσωμεν
αὐτῇ ἐκβοῶντες· Τσαμπίκα Θεονύμφευτε, ἐπάκουσον ἡμῶν, τῶν θερμῶν δεήσεων, ὡς
φιλεύσπλαγχνος Μήτηρ, καὶ ἐκ πάσης λύτρωσαι, συμφορᾶς καὶ ἀνάγκης, τοὺς
πεποιθότας Κόρη ἐπὶ σοί, καὶ προσκυνοῦντας τὸν ἄχραντον τόκον σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν
οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων
κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχὶς ἐν τῷ δ´
Τροπαρίῳ ἑκάστης Ὠιδῆς· «Κυρίλλου».
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Θεόνυμφε Μῆτερ τοῦ Ἰησοῦ, Ἄχραντε Τσαμπίκα, ὡς
ὑπάρχουσα εὐμενής, βοήθει καὶ φύλαττε καὶ σκέπε, τοὺς τὸ γλυκύ σου προφέροντας
ὄνομα.
Παθῶν με ποικίλων ἐπιφοραί, Πάναγνε Τσαμπίκα,
ἐκταράττουσι χαλεπῶς· ἀλλ᾿ ὡς ἀγαθὴ ἀντιλαβοῦ μου, τῇ εὐαγῇ σου Εἰκόνα
προστρέχοντος.
Μή με ἀποῤῤίψης τὸν ταπεινόν, προσπίπτοντα Μῆτερ, τῇ
Εἰκόνι σου εὐσεβῶς, καὶ ὑμνολογοῦντα κατὰ χρέος, τὰ μεγαλεῖα Τσαμπίκα τῆς δόξης
σου.
Κυρία Τσαμπίκα Μῆτερ Ἁγνή, τῶν ἀπεγνωσμένων, γλυκυτάτη
καταφυγή, ἡμῖν ἐκ τῆς θείας σου Εἰκόνος, τῶν οἰκτιρμῶν σου τὸ ὕδωρ ἀνάβλυσον.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ε᾿ν παντοίαις ἀνάγκαις, καὶ συμφοραῖς Ἄχραντε, εὕρομεν
καλήν σε προστάτιν, καὶ καταφύγιον· διὸ ὑμνοῦμέν σε, ἐν εὐφροσύνῃ Τσαμπίκα, τὴν
σεπτὴν Εἰκόνα σου, κατασπαζόμενοι.
Τὸν ἐκ σοῦ σαρκωθέντα, ἄνευ σπορᾶς Κύριον, Ἄχραντε
Παρθένε Τσαμπίκα, θερμῶς δυσώπησον, ἵνα δωρήσηται, οἷα Θεὸς ἐλεήμων, τοῖς
ὑμνολογοῦσί σε, πταισμάτων ἄφεσιν.
Ε᾿ξειπεῖν τίς ἰσχύσει, τὰ ὑπὲρ νοῦν θαύματα, ἅπερ τοῖς
προστρέχουσι πίστει, ἐργάζῃ πάντοτε· ἀλλὰ ἰάτρευσον, ψυχῶν ἡμῶν καὶ σωμάτων, τὰ
δεινὰ νοσήματα, Τσαμπίκα Ἄχραντε.
Υ῾περύμνητε Μῆτερ, ἐκ πειρασμῶν λύτρωσαι, καὶ
πειρατηρίων παντοίων, τὴν κληρουχίαν σου, ὥσπερ ἐχέγγυον, τῆς μητρικῆς σου εὐνοίας,
τὴν σεπτὴν Εἰκόνα σου, Τσαμπίκα ἔχουσα.
Διάσωσον Εὐλογημένη Τσαμπίκα Θεοκυῆτορ, ἀπὸ κινδύνων
δεινῶν καὶ κακώσεων, τοὺς καταφεύγοντας πίστει τῇ σῇ Εἰκόνι.
Ε᾽πίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα.Ἦχος β´. Πρεσβεία θερμή.
Κυρία Ἁγνή, Τσαμπίκα Θεονύμφευτε, προστάτις ἀεὶ,
ὑπάρχεις καὶ ἀντίληψις, τῶν φερόντων Ἄχραντε, τὸ γλυκύ σου ἐν χείλεσιν ὄνομα·
διὸ Παρθένε λύτρωσαι ἡμᾶς, ἐχθροῦ τῶν δολίων ἐπιθέσεων.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Χαλεπῶς κινδυνεύοντας, ἐν ταῖς περιστάσεσι τοὺς οἰκέτας
σου, ὦ Τσαμπίκα ὡς φιλεύσπλαγχνος, οἴκτειρον καὶ σῶσον τῇ προνοίᾳ σου.
Η῾ θερμή σου ἀντίληψις, γένοιτο ἀκλόνητον περιτείχισμα, τοῖς Τσαμπίκα
Ἀειπάρθενε, σέβουσι Μορφῆς σου τὸ ἐκτύπωμα.
Τοῦ ἀλάστορος σύντριψον, Ἄχραντε τὸ φρύαγμα διασῴζουσα,
ἐξ ὀλέθρου τοὺς καλοῦντάς σε, σύμμαχον ἐν βίῳ καὶ ὑπέρμαχον.
Ρ῾εῖθρον ἄϋλον χάριτος, βλῦσον ὦ Τσαμπίκα ἐκ τῆς Εἰκόνος
σου, χαρμονῆς πληροῦσα ἅπαντας, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Βρύει δαψιλῶς, συμπαθείας κρουνοὺς πάντοτε, ὦ Τσαμπίκα
ἡ τιμία σου Εἰκών, τὰς ψυχὰς παρακαλοῦσα τῶν τιμώντων σε.
Δρόσον μυστικῆς, παρακλήσεως ἐπίσταξον, ταῖς ψυχαῖς τῶν
προστρεχόντων εὐλαβῶς, τῇ Εἰκόνι σου Τσαμπίκα ὑπερθαύμαστε.
Ε᾿ξ ἐπηρειῶν, ὀλεθρίων Ἀειπάρθενε, ἐξελοῦ τοὺς
προσκυνοῦντας σχετικῶς, τὸ ἐκτύπωμα Μορφῆς σου τὸ θαυμάσιον.
Ι῎αμα ἡμῖν, γενηθήτω ἡ πρεσβεία σου, πρὸς τὸν Κύριον
Τσαμπίκα ἀγαθή, τῶν ἀφράστως σαρκωθέντα ἐξ αἱμάτων σου.
ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Τοῖς θαύμασιν ὑπὲρ νοῦν Πανάχραντε, δοξασθεῖσα ἡ ἁγία
Εἰκών σου, εὐεργεσίας ἀεὶ διανέμει, τὰς δωρεὰς τοῖς ἀξίως προστρέχουσιν. Ὅθεν
ἐπίσκεψαι ἡμῶν, Θεοτόκε Τσαμπίκα τὴν κάκωσιν.
Παράδεισος ἀληθῶς Θεόνυμφε, ὁ σεβάσμιος ὑπάρχει Ναός σου,
ξύλον ζωῆς τὴν Εἰκόνα σου ἔχων, ἐξ ἧς τρυγῶντες Τσαμπίκα τὴν χάριν σου,
ἀγαλλιάσεως τερπνῆς, οἱ πιστοὶ τὰς καρδίας πληρούμεθα.
Ο῾ νοῦς μου ἐσκοτισμένος Δέσποινα, ταῖς πολλαῖς μου ἁμαρτίαις ὑπάρχει· ἀλλὰ
φωτὶ τοῦ φαιδροῦ σου προσώπου, τοῦ ἐκ τῆς θείας Εἰκόνος σου λάμποντος, Τσαμπίκα
Μῆτερ τοῦ Θεοῦ, τὸν οἰκτρόν σου οἰκέτην καταύγασον.
Λαόν σου τὸν εὐσεβῶς κηρύττοντα, τὰ πολλά σου μεγαλεῖα
Τσαμπίκα, τῆς μητρικῆς σου προνοίας τῇ ῥάβδῳ, πρὸς σωτηρίου νομὴν καθοδήγησον,
καὶ σῷζε πάντοτε αὐτόν, ἀοράτων θηρῶν ἐπιθέσεως.
Διάσωσον Εὐλογημένη Τσαμπίκα Θεοκυῆτορ, ἀπὸ κινδύνων
παντοίων καὶ θλίψεων, τοὺς καταφεύγοντας πίστει τῇ σῇ Εἰκόνι.
Α῎χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα
δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον.Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τοὺς τῇ σεπτῇ σου Εἰκόνι προστρέχοντας, καὶ ἐκ καρδίας
αἰνούντων τὴν δόξαν σου, ἐλέους πηγὴ ὡς ὑπάρχουσα, τῆς χάριτος σου τῇ δρόσῳ
ἀνάψυξον, Τσαμπίκα τῆς Ῥόδου τὸ καύχημα.
Προκείμενον. Ἦχος δ´.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ
κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ
ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.(Κεφ. α´ 39-49, 56)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ
σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν
Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε
τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ
ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ
καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου
πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε
τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται
τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ Μεγαλύνει ἡ ψυχή
μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι
ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί
με πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα
αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον
αὐτῆς.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν
ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα
ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Τσαμπίκα Πανάχραντε, Εὐλογημένη Μαρία, τῶν πιστῶν
ἀγλάϊσμα, καὶ Ῥοδίων ἔνθεον, ἀγαλλίαμα, τοῖς καταφεύγουσιν, ἀδιστάκτῳ πίστει,
ἐν Ναῷ τῷ παναγίῳ σου, καὶ ἀπονέμουσι, σέβας καὶ τιμὴν τῇ Εἰκόνι σου, τὴν
σκέπην σου ἐφάπλωσον, τὴν σωτηριώδην δεόμεθα, πάντας Θεοτόκε, φυλάττουσα ἡμᾶς
ἐκ πειρασμῶν, πειρατηρίων καὶ θλίψεων, νόσων καὶ κακώσεων.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ
χορός: Ἀμήν.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Η῾ ἁγία Εἰκών σου, χάριτός σου τοῖς ῥείθροις, ἀρδευομένη ἀεί, ἰάματα πηγάζει,
καὶ ῥῶσιν πρυτανεύει, τοῖς ἐν πίστει κραυγάζουσι· Χαῖρε Τσαμπίκα Ἁγνή, τῆς
κτίσεως Κυρία.
Ε᾿χαρίτωσας ὄντως, ἐνεργείᾳ ἀΰλῳ, τῆς μητρικῆς σου
στοργῆς, τὴν θείαν σου Εἰκόνα, ἐξ ἧς ἡμῖν μὴ παύσῃ, μυστικῶς ἀνατέλλουσα, τῆς
εὐλογίας τῆς σῆς, Τσαμπίκα τὰς ἐλλάμψεις.
Μετανοίας πρὸς τρίβον, καὶ πρὸς βίου ἐνθέου, τὰς
ἀναβάσεις Ἁγνή, τῇ σῇ ἐπιστασίᾳ, ὁδήγει τοὺς τιμῶντας, τὴν ἁγίαν Εἰκόνα σου, ὡς
θησαυρὸν ἀληθῆ, τῶν ξένων δωρεῶν σου.
Λογισμῶν πονηρίας, καὶ παθῶν ἐπηρείας, ἀπάλλαξόν μου
τὸν νοῦν, καὶ δύναμίν μοι δίδου, ἐργάζεσθαι Τσαμπίκα, τὸ σωτήριον θέλημα, τοῦ
σαρκωθέντος ἐκ σοῦ, εἰς κόσμου σωτηρίαν.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Τῇ σῇ προνοίᾳ, ὡς ἀληθῶς ἀνεδείχθη, ἀγαθῶν κρήνη
Τσαμπίκα ἡ Εἰκών σου, δροσίζουσα πάντας, τοὺς σὲ ὑμνολογοῦντας.
Μὴ ἀποστρέψῃς, τὸ ἱλαρὸν πρόσωπόν σου, ἀφ᾿ ἡμῶν
Θεομακάριστε Τσαμπίκα, τῶν καταφευγόντων, τῇ θείᾳ σου Εἰκόνι.
Τοῖς τρυχομένοις, νόσοις ψυχῶν καὶ σωμάτων, καὶ
ἀντίληψιν τὴν σὴν ἐπιζητοῦσιν, ἴασιν καὶ ῥῶσιν, χορήγησον Τσαμπίκα.
Ο῾ εὐαγής σου, Ναὸς βλυστάνει Τσαμπίκα, τοῦ ἐλέους σου τὰ ῥεῖθρα ἀενάως, τοῖς
ὑπερυψοῦσι, τὸν ἄφραστόν σου τόκον.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Παθῶν τῆς ἀδοξίας, τοὺς δοξάζοντάς σου, τὰ ἀπειράριθμα
θαύματα λύτρωσαι, Θεοκυῆτορ Τσαμπίκα, Ῥοδίων καύχημα.
Τοῖς σπεύδουσι Τσαμπίκα, τῷ σεπτῷ Ναῷ σου, καὶ
προσκυνοῦσι τὴν θείαν Εἰκόνα σου, δίδου ἀεὶ τὰς αἰτήσεις, ὡς πολυεύσπλαγχνος.
Πανάχραντε Τσαμπίκα, ταύτην σου τὴν νῆσον, ἀνακειμένην
πιστῶς τῇ πρεσβείᾳ σου, σῷζε ἀεὶ ἀπὸ πάσης, ὀργῆς καὶ θλίψεως.
Υ῾πέραγνε Παρθένε, Ἄχραντε Τσαμπίκα, μὴ καταισχύνῃς ἡμᾶς
τοὺς οἰκέτας σου, ὅτι εἰς σὲ τὴν ἐλπίδα, ἀνατιθέμεθα.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν,
ἀσυγκρίτως τῶν Σεραφίμ, σὲ ὑμνολογοῦμεν, Θεόνυμφε Τσαμπίκα, Εἰκόνα σου
τιμῶντες, τὴν χαριτόβρυτον.
Η῟κεν ἐκ τῆς Κύπρου περιφανῶς, πάλαι ἡ Εἰκών σου,
πρυτανεύουσα ἀγαθά, Παρθένε Τσαμπίκα, ἡμῖν τοῖς ἀναξίοις· διὸ τὸ ἔλεος σου,
πάντες κηρύττομεν.
Βλύζει τοῦ ἐλέους σου δαψιλῶς, πάντοτε τὰ ῥεῖθρα, ἡ
Εἰκών σου ἡ θαυμαστή, ἀρδεύουσα πάντων, Τσαμπίκα τὰς καρδίας, τῶν ἐπικαλουμένων
τὴν προστασίαν σου.
Πάθη ἀπελαύνει τὰ χαλεπά, Πάναγνε Τσαμπίκα, καὶ διώκει
νόσους πικράς, μάστιγας ἰᾶται, καὶ ῥῶσιν πρυτανεύει, ἡ προϊοῦσα χάρις, ἐκ τῆς
Εἰκόνος σου.
Χαίρει τῇ Εἰκόνι σου τῇ λαμπρᾷ, Ἄχραντε Τσαμπίκα, ἡ
Ῥοδόνησος εὐσεβῶς, καὶ ἐπιβοῶσα, τὴν μητρικήν σου χάριν, τὸν τόκον σου δοξάζει,
τὸν ὑπερύμνητον.
Ε῎χοντες Εἰκόνα σου τὴν σεπτήν, Ἄχραντε Τσαμπίκα, ὡς τῆς
χάριτος θησαυρόν, ταύτην προσκυνοῦμεν, καὶ ἱκετεύομέν σε· Σῷζε τοὺς ἀφορῶντας,
πρὸς σὲ ἐκ πίστεως.
Σκέπε τοὺς προσπίπτοντας εὐλαβῶς, Ἄχραντε Τσαμπίκα, τῇ
Εἰκόνι σου τῇ σεπτῇ, καὶ πάρεχε πᾶσι, τοῖς σὲ προσκαλουμένοις, ἐλέους σου τὰ
ῥεῖθρα, καὶ χάριν ἄφθονον.
Κήρυκες ὑπάρχοντες τῶν πολλῶν, θαυμάτων σου Μῆτερ, σοῦ
δεόμεθα ἐκτενῶς· Ἄχραντε Τσαμπίκα, τῆς κτίσεως Κυρία, προστάτις ἡμῶν ἔσο, ἀεὶ
καὶ ἔφορος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε ἀσπασώμεθα πιστῶς, ἐν ἀγαλλιάσει καρδίας, τῆς
Παναχράντου Μητρός, τὴν Εἰκόνα ἅπαντες, καὶ ἀνακράξωμεν· Θεοτόκε Ἀπείρανδρε,
Κυρία Τσαμπίκα, τῶν Ῥοδίων καύχημα, καὶ καταφύγιον, σῷζε ἀπὸ πάσης ἀνάγκης, καὶ
ἐπηρειῶν ὀλεθρίων, τοὺς ἐν τῷ Ναῷ σου καταφεύγοντας.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ὁ
Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δίστιχον.
Σῷζε Κύριλλον τὸν τῆς Ῥόδου Τσαμπίκα,
Σοὶ ὑφάναντα παρακλήσεως ὕμνον.
Σῷζε Κύριλλον τὸν τῆς Ῥόδου Τσαμπίκα,
Σοὶ ὑφάναντα παρακλήσεως ὕμνον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου