Παράκλησις Ὁσιομ.
ΜΑΛΑΧΙΟΥ τοῦ Λινδίου.
Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς
μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ
δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα
πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου,
Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκον.
Ἀκουστὸν
ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι σύ εἶ ὁ Θεός
μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου,
Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν
τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος,
καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Α᾿σκητικῶς ἀγωνισθεὶς ἐν τῷ κόσμῳ, μαρτυρικῶς πρὸς τὴν
ζωὴν μετετέθης, καὶ ὤφθης Ἀναστάσεως παμφίλτατος υἱός. Ὅθεν τοὺς τιμῶντάς σε,
ἐν ψυχῆς κατανύξει, ῥῦσαι ταῖς πρεσβείαις σου, πρὸς Χριστὸν τὸν Σωτῆρα, ἀπὸ
παντοίων νόσων καὶ κακῶν, ὦ Μαλαχία, Λινδίων τὸ καύχημα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν
οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων
κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ
παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ
καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν
με.
Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία
τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Κανὼν
τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις· «Κυρίλλου».
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Τῷ θρόνῳ Κυρίου ἐν οὐρανοῖς, Πάτερ Μαλαχία,
παριστάμενος εὐκλεῶς, μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων, τῶν ἐκτελούντων ἀξίως τὴν
μνήμην σου.
Ε᾿πίβλεψον ἄνωθεν εὐμενῶς, Πάτερ Μαλαχία, καὶ
πρυτάνευσον συμπαθῶς, προνοίας ἁγίας σου τὴν χάριν, τοῖς εὐλαβῶς ἀνυμνοῦσι τὰ
ἄθλα σου.
Ω῾ς Ὁσιομάρτυς περιφανής, Πάτερ Μαλαχία, ἐδοξάσθης παρὰ
Θεοῦ· διὸ τῶν παθῶν τῆς ἀδοξίας, τοὺς εὐλαβεῖς σου ἱκέτας διάσωσον.
Θεοτοκίον.
Καταύγασον θείαις μαρμαρυγαῖς, Ἄχραντε Παρθένε, χάριτός
σου τῆς μητρικῆς, τὴν ἐν τῇ νυκτὶ τῆς ἁμαρτίας, ἐζοφωμένην ἀθλίαν καρδίαν μου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Κραταιόν σε προστάτην, καὶ βοηθὸν ἄριστον, ἔχοντες σοφὲ
Μαλαχία, καθικετεύομεν· Προσεπικάμφθητι, τοῖς ταπεινοῖς σου ἱκέταις, Πάτερ
παρεχόμενος, αὐτοῖς τὴν χάριν σου.
Συνεχόμενοι Πάτερ, βιοτικαῖς θλίψεσι, πρὸς τὴν
θαυμαστὴν ἀρωγήν σου, ἐν πίστει σπεύδομεν· εὐχαῖς σου πρόφθασον, Μάρτυς Χριστοῦ
Μαλαχία, ἀντιλήπτωρ ἔνθεος, ἡμῖν φαινόμενος.
Μὴ ἐλλείπῃς πρεσβεύων, πρὸς τὸν Χριστὸν πάντοτε, ὑπὲρ
τῶν πιστῶς προσιόντων, τῇ ἀντιλήψει σου, ὡς ἂν ἐκ θλίψεων, καί συμφορῶν
λυτρωθῶμεν, Μαλαχία ἔνδοξε, Μάρτυς σεβάσμιε.
Θεοτοκίον.
Υ῾περύμνητε Μῆτερ, ὑπὲρ ἡμῶν πρέσβευε, τῷ ἐνανθρωπήσαντι
Λόγῳ, ἐκ τῶν αἱμάτων σου, ὡς ἂν ῥυώμεθα, πάσης ἐν βίῳ ἀνάγκης, οἱ ὑμνολογοῦντές
σε, τὴν Θεομήτορα.
Διάσωσον Ὁσιομάρτυς πανεύφημε Μαλαχία, τῶν ἐν τῷ βίῳ
κινδύνων καὶ θλίψεων, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει.
Ε᾽πίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κάθισμα.Ἦχος β΄. Πρεσβεία θερμή.
Ο῾δεύσας καλῶς, τῶν μοναστῶν τὸν δίαυλον, Μαρτύρων
αὐτὸν, τοῖς ἄθλοις ἐπεσφράγισας, Μαλαχία ἔνδοξε, καὶ ἐν χώρᾳ ζώντων κατέπαυσας,
ὑπὲρ ἡμῶν πρεσβεύων ἐκτενῶς, Χριστῷ τῷ ἀξίως σε δοξάσαντι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μαλαχία μακάριε, τοῖς ἀνευφημοῦσί σου τὸ μαρτύριον, τῇ
πρεσβείᾳ σου πρὸς Κύριον, βοηθεῖν μὴ παύσῃ ὡς φιλεύσπλαγχνος.
Πολυτρόπων κακώσεων, Πάτερ παμμακάριστε καὶ στενώσεων,
τοὺς ἱκέτας σου διάσωσον, τοὺς πιστῶς τιμῶντας τοὺς ἀγῶνάς σου.
Ω῾ς δοξάσας τὸν Κύριον, Μαλαχία ἔνδοξε τῇ ἀθλήσει σου,
εὐμενῆ τοῦτον ἀπέργασαι, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Θεοτοκίον.
Ρ῾ῦσαι Ἄχραντε Δέσποινα, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος,
τοὺς πιστῶς ἐξαιτουμένους σε, βοηθὸν ἐν βίῳ καὶ ὑπέρμαχον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φώτισον ἡμῶν, χάριτί σου τὴν διάνοιαν, Μαλαχία ἵνα
πάντοτε πιστῶς, ἐργαζώμεθα τὰ θεῖα δικαιώματα.
Βλῦσον δαψιλῶς, ἰαμάτων ῥεῖθρον ἄϋλον, ἰατρεύων τὰ
νοσήματα ἡμῶν, Μαλαχία Νεομάρτυς τῶν τιμώντων σε.
Ε῎σο κραταιός, ἀντιλήπτωρ ἡμῖν Ἅγιε, διασῴζων τῇ
πρεσβείᾳ σου ἡμᾶς, ἀπὸ πάσης τοῦ δολίου ἐπιθέσεως.
Θεοτοκίον.
Ι῎ασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν· τῶν ἀνθρώπων
γὰρ τὸν μέγα ἰατρόν, ἐξ αἱμάτων σου ἁγίων ἀπεκύησας.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Προστάτην σε, κραταιὸν πλουτήσασα, ἡ πατρίς σου Μαλαχία
ἡ Λίνδος, πάσης ἀνάγκης καὶ βλάβης λυτροῦται, τῷ θαυμαστῷ σου τεμένει
προστρέχουσα, καὶ εὐφημοῦσά σε λαμπρῶς, ὡς Χριστοῦ Ἀθλοφόρον ἀήττητον.
Α᾿νθέλκυσον, πρὸς ὁδὸν σωτήριον, ἐκ βαράθρων ἀμετρήτου
κακίας, τοὺς ἀφορῶντας ἐξ ὅλης καρδίας, πρὸς τὴν θερμήν σου ὦ Πάτερ ἀντίληψιν·
σὺ γὰρ ὡς νέος ἀθλητής, παῤῥησίας τὴν χάριν ἐπλούτησας.
Περίσῳζε, ὡς πολλὴν συμπάθειαν, κεκτημένος Μαλαχία
θεόφρον, πειρατηρίων παντοίων τοῦ βίου, τοὺς τῇ σεπτῇ προσιόντας πρεσβείᾳ σου·
σὺ γὰρ ἰσχύεις ἀληθῶς, ὡς Χριστοῦ Νεομάρτυς καὶ Ὅσιος.
Θεοτοκίον.
Λαμπρότατον, τοῦ Θεοῦ ἀνάκτορον, ἀναδέδειξαι Παρθένε
Μαρία, τῆς Παναγίας Τριάδος τὸν ἕνα, δίχα τροπῆς καὶ φυρμοῦ σωματώσασα. Ὅθεν
τῆς δόξης σου φωτί, τὴν ψυχήν μου Ἁγνὴ καταλάμπρυνον.
Διάσωσον Ὁσιομάρτυς πανεύφημε Μαλαχία, τῶν ἐν τῷ βίῳ
κινδύνων καὶ θλίψεων, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει.
Α῎χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεὺς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπι-δημούντων ἐν τῇ (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (3)
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ… (καί
μνημονεύονται τά ὀνόματα
τῶν ὑπέρ ὧν
ἡ Ἱερά Παράκλησις)
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των
αἰώνων. Ἀμήν.
Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Υ῾πὲρ Χριστοῦ ἐναθλήσας ὡς ἄσαρκος, μαρτυρικῆς
κατηξίωσαι χάριτος· διὸ Μαλαχία πανεύφημε, ἀπὸ κινδύνων παντοίων διάσωσον, τοὺς
πίστει τελοῦντας τὴν μνήμην σου.
Προκείμενον. Ἦχος δ΄.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ι΄ 16)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν
μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.
Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς
συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε
ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς,
μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί
λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ
λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ
ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι
ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου... Καὶ νῦν. Ταῖς τῆς
Θεοτόκου...
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα
ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βίον τῆς ἀσκήσεως, μαρτυρικῶς ἐκτελέσας, καὶ ἐχθροῦ τὴν
ἔπαρσιν, καταισχύνας Ἅγιε, τῇ ἀθλήσει σου, ἐκ Θεοῦ ἄνωθεν, τῆς ἀθανασίας,
ὑπεδέξω τὸ διάδημα, καὶ κατηξίωσαι, τῆς τῶν ἐκλεκτῶν πανηγύρεως, φωτὶ
καταυγαζομένος, τῆς ἀκαταλήπτου λαμπρότητος. Ὅθεν Μαλαχία, τῆς θείας προστασίας
σου ἡμῖν, ὡς συμπαθὴς τὰ δωρήματα, πάντοτε πρυτάνευε.
Ὑπό
τοῦ Ἱερέως ἡ
λιτανευτική ἱκεσία:
Σῶσον ὁ Θεός
τόν λαόν Σου…….
Ἐλέει καί
οἰκτιρμοῖς…….
Ὁ
χορός: Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ω῾ς φωστὴρ φωτοφόρος, ἐξανέτειλας Πάτερ, τῇ Ἐκκλησίᾳ
Χριστοῦ, ἀσκήσεως ἀγῶσι, καὶ ἄθλοις μαρτυρίου· διὸ φώτισον Ἅγιε, τῆς χάριτός
σου φωτί, τὸ σκότος τῆς ψυχῆς μου.
Εὐεργέτης γενοῦ μοι, καὶ ἀκοίμητος φύλαξ, καὶ ἀρωγὸς
ἀληθής, φυλάττων τὴν ζωήν μου, καὶ σῴζων τὴν ψυχήν μου, Μαλαχία πολύαθλε, ἐν τῇ
δυνάμει τῆς σῆς, πρεσβείας πρὸς τὸν Κτίστην.
Παρεστὼς στεφηφόρος, Μαλαχία τῷ θρόνῳ, τοῦ Βασιλέως
Χριστοῦ, τῶν ὄντων ἐν ποικίλαις, βιοτικαῖς ἀνάγκαις, παμμακάριστε μέμνησο, τῶν
δωρεῶν σου αὐτοῖς, τὰ ἀγαθὰ παρέχων.
Θεοτοκίον.
Λυπηρῶν ἀνηκέστων, τῶν ἐν βίῳ συντήρει, ἀπαρατρώτους
Ἁγνή, καὶ πλήρωσον ἀῤῥήτου, χαρᾶς καὶ εὐφροσύνης, τοὺς ἐν πίστει βοῶντάς σοι·
Χαῖρε Παρθένε σεμνή, τοῦ κόσμου προστασία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοῖς τρυχομένοις, ἐξ ὀδυνῶν πολυτρόπων, καὶ ἐν θλίψεσι
πικρῶς ἐταζομένοις, Πάτερ Μαλαχία, τὴν λύτρωσιν παράσχου.
Ο᾿λεθροτόκων, ἐπηρειῶν ἡμᾶς ῥῦσαι, καὶ μαστίγων ἐπωδύνων
τρικυμίας, ταῖς γαληνοδώροις, εὐχαῖς σου Μαλαχία.
Α῎νωθεν Πάτερ, τοὺς ὑμνολόγους σου ἴδε, τοὺς τὸν θεῖόν
σου Ναὸν καταλαβόντας, αὐτοῖς τὰς αἰτήσεις, παρέχων Μαλαχία.
Θεοτοκίον.
Ο῞ρμον Παρθένε, ἐν πειρασμῶν τῷ πελάγει, τῆς πρεσβείας
σου εὑράμενοι τὴν χάριν, μακαρίζομέν σε, ὡς μόνην Θεοτόκον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνὼν ἐν τοῖς Ὑψίστοις, ταῖς ταξιαρχίαις, ὦ Μαλαχία τῶν
ἄνω δυνάμεων, ὑπὲρ ἡμῶν ἐκδυσώπει, τὸν σὲ δοξάσαντα.
Τὸ βλάστημα τῆς Λίνδου, καὶ τῆς Ῥοδονήσου, ὦ Μαλαχία τὸ
τίμιον καύχημα, μὴ ἐπιλάθῃ τῶν πίστει, μακαριζόντων σε.
Υ῾πὲρ τῶν ἱκετῶν σου, πάντοτε δυσώπει, ὦ Μαλαχία τὸν
εὔσπλαγχνον Κύριον, αὐτοῖς διδόναι τὸ μέγα, καὶ θεῖον ἔλεος.
Θεοτοκίον.
Υ῾πέραγνε Μαρία, Κεχαριτωμένη, ἡ τὸν Θεὸν ἀπειράνδρως
κυήσασα, αὐτὸν δυσώπει σωθῆναι, ἡμᾶς τοὺς δούλους σου.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον,
σὲ μεγαλύνομεν.
Μεγαλυνάρια.
Χαίροις Μαλαχία Πάτερ σοφέ, ὁ Ὁσιομάρτυς, τοῦ Σωτῆρος
ἡμῶν Χριστοῦ· δίδου οὖν ἀπαύστως, ἡμῖν τὰς δωρεάς σου, τοῖς πόθῳ ἐκτελοῦσι, τὴν
θείαν μνήμην σου.
Χαίροις ὁ τῆς Λίνδου γόνος λαμπρός, καὶ τῆς Ῥοδονήσου,
ἐγκαλλώπισμα ἱερόν· χαίροις Μαλαχία, Χριστοῦ Ὁσιομάρτυς, ὁ νέος μαργαρίτης, τῆς
θείας πίστεως.
Βίον διανύσας ἀσκητικόν, ἐνήθλησας Πάτερ, Μαλαχία διὰ
Χριστόν· ὅθεν εὐφροσύνης, τυχὼν τῆς οὐρανίου, μὴ παύσῃ μνημονεύων, τῶν
εὐφημούντων σε.
Χαίροις τῶν Ὁσίων ὁ ζηλωτής, καὶ τῶν Ἀθλοφόρων, ὁ
ἀήττητος μιμητής· χαίροις ὁ αἰσχύνας, τυράννων τὴν μανίαν, θεόφρον Μαλαχία,
Λινδίων καύχημα.
Ε᾿ν Σιὼν τῇ πόλει καρτερικῶς, πασσάλῳ ἀθλήσας, τῇ
μιμήσει τοῦ Ἰησοῦ, ἐδείχθης πολίτης, Σιὼν τῶν πρωτοτόκων, τῶν πόνων Μαλαχία,
λαβὼν τὰ ἔπαθλα.
Πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, Πάτερ Μαλαχία, τῶν
τιμώντων σε εὐλαβῶς, καὶ ἐν ταπεινώσει, θερμῶς σε ἐκζητούντων, ἐν βίῳ
παραστάτην, καὶ θεῖον σύμμαχον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ὁ Ἱερεύς. Ὃτι σου ἐστιν…..
Ἐκτενής.
Ὁ Ἱερεύς.
Ἐλέησον ἡμᾶς
ὁ Θεὸς κατὰ
τὸ μέγα ἐλεὸς
Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
(3)
Ἔτι δεόμεθα ὑπέρ
τοῦ Ἀρχιεπισκόπου
ἡμῶν, (δεῖνος)
καὶ πάσης τῆς
ἐν Χριστῷ ἡμῶν
ἀδελφότητος. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπὲρ
ἐλέους, ζωῆς,
εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως,
συγχωρήσεως καὶ ἀφέσεως
τῶν ἁμαρτιῶν
τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν
εὐσεβῶν καὶ
ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ
πόλει ταύτη, ἐπιτρόπων,
συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου
ναοῦ τούτου. Κύριε,
ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ
τῶν δούλων τοῦ
Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καὶ
ὑπὲρ τοῦ
εἰσακοῦσαι Κύριον
τὸν Θεὸν φωνῆς
τῆς δεήσεως ἡμῶν
τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι
ἡμᾶς. Κύριε,
ἐλέησον. (3)
Ἐπάκουσον
ἡμῶν, ὁ
Θεός, ὁ Σωτὴρ
ἡμῶν, ἡ
ἐλπὶς πάντων
τῶν περάτων τῆς
γῆς καὶ τῶν
ἐν θαλάσσῃ
μακράν, καὶ ἵλεως,
ἵλεως γενοῦ ἡμῖν,
Δέσποτα ἐπὶ
ταῖς ἁμαρτίαις
ἡμῶν, καὶ
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον.
(3)
Ὅτι ἐλεήμων
καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ
σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ
Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεὺς
Δόξα σοι ὁ Θεός,
ἡ ἐλπὶς
ἡμῶν, Κύριε,
δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι’ εὐχῶν·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Βίον διανύσας θαυμαστόν, δι᾿ ἀσκητικῆς πολιτείας, οἷα
θεράπων Χριστοῦ, τοῦτον ἐπεσφράγισας, τῷ μαρτυρίῳ σου, καὶ λαμπρῶς ἐξεδήμησας,
Σιὼν πρὸς τὴν ἄνω, ἔνθα τὴν κατάπαυσιν, Πάτερ κτησάμενος, αἴτει ἐκτενῶς
Μαλαχία, τοῖς ἐπὶ τῆς γῆς σε τιμῶσι, τῶν παραπτωμάτων τὴν συγχώρησιν.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ὁ
Ἱερεύς
Δι’ εὐχῶν Ἀμήν.
Δίστιχον.
Μαλαχία Κύριλλον σκέπε τὸν Ῥόδου,
εὐλαβῶς σοι πλέξαντα τὰς ἱκεσίας.
Μαλαχία Κύριλλον σκέπε τὸν Ῥόδου,
εὐλαβῶς σοι πλέξαντα τὰς ἱκεσίας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου